Book Read Free

Delphi Complete Works of Dio Chrysostom

Page 105

by Dio Chrysostom


  THE TENTH DISCOURSE: DIOGENES OR ON SERVANTS

  ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ.

  ἀπιών ποτε Διογένης ἐκ Κορίνθου Ἀθήναζε συνέβαλε κατὰ τὴν ὁδὸν ἑνὶ τῶν γνωρίμων, καὶ ἤρετο ποῖ ἄπεισιν, οὐχ ὥσπερ οἱ πολλοὶ τὰ τοιαῦτα ἐπερωτῶσιν, ἐπιδεικνύμενοι ὅτι οὐκ ἀμελὲς εἰδέναι αὐτοῖς τὰ περὶ τῶν φίλων, ἔπειτα ἀκούσαντες μόνον ἀπηλλάγησαν: ἀλλ᾽ ὥσπερ οἱ ἰατροὶ ἀνακρίνουσι τοὺς ἀσθενοῦντας ὅ τι μέλλουσι ποιεῖν ἕνεκα τοῦ συμβουλεῦσαι, καὶ τὰ μὲν κελεύουσι, τὰ δὲ ἀπαγορεύουσιν, οὕτως ἀνέκρινεν ὁ Διογένης τὸν ἄνθρωπον ὅ,τι πράττοι; [2] καὶ ὃς ἔφη, ὦ Διόγενες, πορεύομαι εἰς Δελφοὺς τῷ θεῷ χρησόμενος. μέλλων δὲ διὰ Βοιωτῶν ἰέναι, ὁ γὰρ παῖς [p. 108] με ὁ μετ᾽ ἐμοῦ πορευόμενος ἀπέδρα, νῦν ἐπὶ Κορίνθου ἄπειμι: ἴσως γὰρ ἂν εὕροιμι καὶ τὸν παῖδα. καὶ ὁ Διογένης εἶπεν, ὥσπερ εἰώθει, σπουδάσας, Ἔπειτα, καταγέλαστε, ἐπιχειρεῖς θεῷ χρῆσθαι, οὐ δυνάμενος ἀνδραπόδῳ χρήσασθαι; ἢ οὐ δοκεῖ σοι τοῦτο ἐκείνου ἧττον χαλεπὸν καὶ ἐλάττονα ἔχειν κίνδυνον τοῖς οὐδυναμένοις χρήσασθαι ὀρθῶς; τί δὲ καὶ βουλόμενος, εἶπε, ζητεῖς τὸν παῖδα; ἢ οὐκ ἦν πονηρός; πάντων γε, ἔφη, μάλιστα: [3] μηδὲν γὰρ ὑπ᾽ ἐμοῦ ἀδικούμενος, πρὸς δὲ καὶ γενόμενος ἡγεῖτο πονηρόν: εἰ γὰρ ἀγαθὸν ἡγεῖτο, οὐκ ἄν ποτε ἀπέλιπεν. ἴσως, ὦ Διόγενες, κακὸς αὐτὸς ὢν. ἔπειτα ἐκεῖνος μέν, ἔφη, σὲ πονηρὸνἡγούμενος ἔφυγεν, ἵνα μὴ βλάπτηται ὑπὸ σοῦ, σὺ δὲ ἐκεῖνον πονηρὸν εἶναι λέγων ζητεῖς, δῆλον ὅτι βλάπτεσθαι ὑπ᾽ αὐτοῦ βουλόμενος; [4] ἢ οὐχ οἱ κακοὶ ἄνθρωποι βλαβεροί εἰσι τοῖς ἔχουσι καὶ τοῖς χρωμένοις, ἐάν τε Φρύγες ὦσιν ἐάν τε Ἀθηναῖοι, ἐάν τε ἐλεύθεροι ἐάν τε δοῦλοι; καίτοι κύνα μὲν οὐδεὶς κακὸν ἡγούμενος ζητεῖ ἀποδράντα, οἱ δὲ καὶ ἐκβάλλουσιν, ἐὰν ἐπανέλθῃ: ἀνθρώπου δὲ πονηροῦ ἀπαλλαγέντες οὐκ ἀγαπῶσιν, ἀλλὰ πολλὰ πράγματα ἔχουσι καὶ τοῖς ξένοις ἐπιστέλλοντες καὶ αὐτοὶ ἀποδημοῦντες καὶ χρήματα ἀναλίσκοντες, ὅπως λάβωσιν αὐτόν. [5] καὶ πότερον οἴει πλείους ὑπὸ κυνῶν βλαβῆναι πονηρῶν ἢ ὑπ᾽ ἀνθρώπων; ὑπὸ μένγε κυνῶν φαύλων ἕνα τὸν Ἀκταίωνά φασιν ἀπολέσθαι, καὶ τούτων μανέντων: ὑπὸ δὲ ἀνθρώπων φαύλων οὐδὲ εἰπεῖν ἔστιν ὅσοι ἀπολώλασι καὶ ἰδιῶται καὶ βασιλεῖς καὶ πόλεις ὅλαι, οἱ μὲν ὑπὸ οἰκετῶν, οἱ δὲ ὑπὸ στρατιωτῶν καὶ δορυφόρων, οἱ δὲ ὑπὸ φίλων τινῶν καλουμένων, οἱ δέ τινες καὶ ὑπὸ υἱέων καὶ ἀδελφῶν καὶ [6] γυναικῶν. ἆρα οὖν οὐ μέγα κέρδος, ὅτῳ ἂν συμβῇ ἀπαλλαγῆναι κακοῦ ἀνδρός, ἀλλὰ δεῖ τοῦτον ζητεῖν τε καὶ ἐπιδιώκειν; ὥσπερ εἴ τις ἀπαλλαγὲν νόσημα ἐζήτει καὶ ἐβούλετο ἀναλαβεῖν εἰς τὸ σῶμα; καὶ ὁ ἄνθρωπος εἶπεν, Ταῦτα μὲν ὀρθῶς εἶπας, ὦ Διόγενες:[p. 109] ἀλλὰ χαλεπόν ἐστιν ἀδικηθέντα μὴ τιμωρήσασθαι. ἐκεῖνος γὰρ οὐδὲν ὑπ᾽ ἐμοῦ παθών, ὡς ὁρᾷς, ἐτόλμησεν ἀπολιπεῖν με: ὃς ἔργον μὲν παρ᾽ ἐμοὶ οὐδὲν ἔπραττεν ὅσα δοῦλοι ἐργάζονται, ἀργὸς δὲ ὢν ἔνδον ἐτρέφετο, οὐδὲν ποιῶν ἢ ἐμοὶ ἀκολουθῶν. [7] ἔπειτα, ἔφη, οὐδὲν ἠδίκεις αὐτὸν ἀργὸν ὄντα καὶ ἀμαθῆ τρέφων καὶ ποιῶν ὅτι κάκιστον; ἡ γὰρ ἀργία καὶ τὸ σχολὴν ἄγειν ἀπόλλυσι πάντων μάλιστα τοὺς ἀνοήτους ἀνθρώπους. οὐκοῦν ὀρθῶς συνῆκεν ὑπὸ σοῦ διαφθειρόμενος, καὶ ἀπέδρα δικαίως, ἵν᾽ ἐργάζηται δῆλον ὅτι καὶ μὴ σχολάζων τε καὶ καθεύδων καὶ ἐσθίων χείρων ἀεὶ γίγνηται. σὺ δὲ ἴσως οἴει μικρὸν ἀδίκημα εἶναι, ὃς ἄνθρωπον ποιεῖ πονηρότερον, ἀλλ᾽ οὐχὶ τοῦτον δεῖν πάντων μάλιστα φεύγειν ὡς ἔχθιστον καὶ ἐπιβουλότατον; καὶ ὅς, τί οὖν, ἔφη, ποιήσω; οὐ γὰρ ἔστι μοι ἄλλος οἰκέτης. [8] τί δέ, ἔφη, ποιήσεις, ὅταν ἄλλα ὑποδήματα μὴ ἔχῃς, τὰ δὲ ὄντα ἐνοχλῇ καὶ διακόπτῃ τοὺς πόδας; ἆρα οὐχ ὑπολυσάμενος ὅτι τάχιστα ἀνυπόδητος βαδίσεις; ἀλλὰ κἂν αὐτόματον λυθῇ, πάλιν ἐπιδεῖς τε καὶ σφίγγεις τὸν πόδα; καὶ γὰρ δὴ ὥσπερ οἱ ἀνυπόδητοι ἐνίοτε ῥᾷον βαδίζουσι τῶν φαύλως ὑποδεδεμένων, οὕτως πολλοὶ χωρὶς οἰκετῶν ῥᾷον ζῶσι καὶ ἀλυπότερον τῶν πολλοὺς οἰκέτας ἐχόντων. [9] οὐχ ὁρᾷς τοὺς πλουσίους, ὁπόσα πράγματα ἔχουσιν, οἱ μὲν θεραπεύοντες τοὺς νοσοῦντας τῶν οἰκετῶν καὶ δεόμενοι ἰατρῶν καὶ τῶν ἄλλων τῶν παραμενούντων; καὶ γὰρ ὡς τὸ πολὺ πέφυκεν ἀμελεῖν αὑτῶν τὰ ἀνδράποδα καὶ οὐ προσέχειν ἐν ταῖς νόσοις, τὸ μέν τι ὑπὸ ἀκρατείας, τὸ δὲ ἡγούμενα, εἴ τι πάθοι, τοὺς δεσπότας ζημιώσεσθαι, οὐχ αὑτούς: οἱ δὲ μαστιγοῦντες ὁσημέραι, ἕτεροι δὲ δεσμεύοντες, ἄλλοι διώκοντες φεύγοντας. καὶ γάρ τοι οὔτε ἀποδημῆσαι δύνανται ῥᾳδίως, ὁπόταν δοκῇ αὐτοῖς, οὔτε μένοντες σχολὴν ἄγουσι. [10] τὸ δὲ πάντων γελοιότατον: ἐνίοτε ἀποροῦσι διακόνων μᾶλλον τῶν πενήτων τε καὶ οὐκ ἐχόντων οὐδένα οἰκέτην. καὶ ἔστι τὸ πρᾶγμα ὅμοιον τοῖς ἰούλοις: οἶμαι γάρ σε εἰδέναι: καὶ γὰρ ἐκεῖνοι μυρίους πόδας ἔχοντες βραδύτατοί εἰσι τῶν ἑρπετῶν. οὐκ οἶσθα ὅτι τὸ σῶμα ἡ φύσις ἑκάστῳ ἐποίησεν [p. 110] ἱκανὸν εἶναι πρὸς τὴν ἑαυτοῦ θεραπείαν; πόδας μέν, ὥστε ἀπιέναι, χεῖρας δέ, ὥστε ἐργάζεσθαι καὶ τοῦ ἄλλου σώματος ἐπιμελεῖσθαι, [11] ὀφθαλμοὺς δέ, ὥστε ὁρᾶν, ὦτα δέ, ὥστε ἀκούειν. πρὸς δὲ τούτοις σύμμετρον ἐποίησε τὴν γαστέρα, καὶ οὐ δεῖται πλείονος τροφῆς ὁ ἄνθρωπος ἢ δυνατός �
��στιν αὑτῷ πορίζειν, ἀλλὰ τοῦτο μέτρονἑκάστῳ ἱκανώτατον καὶ ἄριστον καὶ ὑγιέστατον. ὥσπερ οὖν ἡ χεὶρ ἀσθενεστέρα ἐστὶν ἡ πλείονας δακτύλους ἔχουσα τῶν φύσει γιγνομένων, καὶ ὁ τοιοῦτος ἄνθρωπος ἀνάπηρος καλεῖται τρόπον τινὰ ᾧ ἂν ἔξωθεν προσφυῇ δάκτυλος περιττός, καὶ μηδὲ τοῖς ἄλλοις χρῆσθαι δύναται κατὰ τρόπον, οὕτως ὅταν πολλοὶ πόδες καὶ πολλαὶχεῖρες καὶ πολλαὶ γαστέρες ἀνθρώπῳ τινὶ προσγένωνται, μὰ Δί᾽ οὐκ ἰσχυρότερος οὗτος γίγνεται πρὸς οὐδὲν οὐδὲ μᾶλλον τυγχάνει ὧν δεῖ τυγχάνειν αὐτόν, ἀλλὰ πολὺ ἔλαττον καὶ δυσχερέστερον. [12] σὺ δέ, ἔφη, νῦν μὲν ἑνὶ ἀνθρώπῳ ζητεῖς τροφήν, τότε δὲ δυσί: καὶ νῦν μὲν σαυτὸν νοσηλεύσεις, ἐὰν ἄρα συμβῇ τις ἀσθένεια, τότε δὲ ἀνάγκη θεραπεύειν κἀκεῖνον νοσοῦντα: καὶ νῦν μὲν ὅταν αὐτὸς ᾖς ἐν τῇ οἰκίᾳ, οὐ φροντίζεις μή τι αὐτὸς ὑφέλῃ, οὐδὲ ὅταν καθεύδῃς, μὴ ἐγρηγορὼς ὁ παῖς κακόν τι ἐργάσηται. πάντα δὴ ταῦτα δεῖ σε σκοπεῖν. γυναῖκα τοίνυν εἰ ἔχεις, τότε μὲν οὐκ ἂν ἠξίου σε θεραπεύειν, ὁρῶσα οἰκέτην ἔνδον τρεφόμενον, καὶ τὰ μὲν ἐκείνῳμαχομένη, τὰ δὲ αὐτὴ τρυφῶσα, ἐνοχλεῖν σε ἔμελλεν: νῦν δὲ ἧττον μὲν αὐτὴ ἀργήσει, μᾶλλον δὲ σοῦ ἐπιμελήσεται. [13] καὶ μὴν ὅπου οἰκέτης ἐστίν, εὐθὺς διαφθείρονται οἱ γιγνόμενοι παῖδες καὶ ἀργότεροί τε γίγνονται καὶ ὑπερηφανώτεροι, ὄντος μὲν τοῦ διακονοῦντος, ἔχοντες δὲ οὗ καταφρονοῦσιν: ὅπου δ᾽ ἂν αὐτοὶ μὴ ὦσι, πολὺἀνδρειότεροι καὶ ἰσχυρότεροι καὶ τῶν πατέρων εὐθὺς ἐξ ἀρχῆς κήδεσθαι μανθάνοντες. ἀλλ᾽, ὦ Διόγενες, πένης τέ εἰμι καὶ εἰ μὴ συμφέροι κεκτῆσθαι τὸν οἰκέτην, ἀποδώσομαι αὐτόν. ἔπειτα, ἔφη, οὐκ αἰσχύνῃ, πρῶτον [p. 111] μὲν ἐξαπατῶν τὸν ἄνθρωπον, πονηρὸν αὐτῷ ἀποδιδόμενος; ἢ γὰρ οὐκ ἐρεῖς τἀληθὲς ἢ οὐ δυνήσῃ ἀποδόσθαι αὐτόν. [14] πρὸς δὲ τούτοις, ἐάν τις ἱμάτιον ἀποδῶται κίβδηλον ἢ σκεῦος ἢ κτῆνος νοσοῦν τε καὶ ἄχρηστον, ἀνάγκη αὐτὸ ἀπολαμβάνειν, ὥστε οὐδὲν ἔσται σοι πλέον. εἰ δὲ καὶ δυνήσῃ ἐξαπατῆσαί τινα κἀκεῖνος οὐκ αἰσθήσεται τοῦ ἀνθρώπου τῆς πονηρίας, τὸ ἀργύριον οὐ δέδοικας; ἴσως μὲν γὰρ ἄλλον ὠνήσῃ φαυλότερον, ἐὰν δριμυτέρου τύχῃς ἢ κατὰ σὲ τοῦ ἀποδιδομένου: τυχὸν δὲ εἰς ἄλλο τι χρήσῃ λαβὼν ἀφ᾽ οὗ βλαβήσῃ. οὐ γὰρ δὴ ἀεί ποτε τὸ ἀργύριον ὠφελεῖ τοὺς κτησαμένους, ἀλλὰ πολλῷ πλείονας βλάβας καὶ πλείω κακὰ πεπόνθασιν ἄνθρωποι ὑπὸ ἀργυρίου ἢ ὑπὸ πενίας, ἄλλως τε καὶ ἀνόητοι ὄντες. [15] οὐκ ἐκεῖνο πρότερον κτήσασθαι σπουδάσεις ᾧ δυνήσῃ ὑπὸ παντὸς ὠφελεῖσθαι καὶ πᾶσι τοῖς αὑτοῦ πράγμασι χρῆσθαι καλῶς, ἀλλὰ πρὸ τοῦ φρονῆσαι ζητήσεις ἀργύριον ἢ γῆν ἢ ἀνδράποδα ἢ ζεῦγος ἢ πλοῖον ἢ οἰκίαν; οἷς σὺ δουλεύσεις καὶ λυπήσῃ δι᾽ αὐτὰ καὶ πολλὰ πονήσεις μάτην καὶ διατελέσεις ἅπαντα τὸν βίον φροντίζων ἐκείνων, [16] ὀνήσῃ δὲ οὐδ᾽ ὁτιοῦν ἀπ᾽ αὐτῶν. οὐχ ὁρᾷς τὰ θηρία ταῦτα καὶ τὰ ὄρνεα, ὅσῳ ζῇ τῶν ἀνθρώπων ἀλυπότερον, πρὸς δὲ καὶ ἥδιον, καὶ μᾶλλον ὑγιαίνει καὶ πλέον ἰσχύει καὶ ζῇ χρόνον ἕκαστον αὐτῶν ὅσον πλεῖστον δύναται, καίτοι οὔτε χεῖρας ἔχοντα οὔτε ἀνθρώπου διάνοιαν; ἀλλ᾽ ὅμως ἀντὶ πάντων αὐτοῖς τῶν ἄλλων κακῶν ὑπάρχει μέγιστον ἀγαθόν, ὅτι ἀκτήμονά ἐστιν. ἀλλὰ δοκῶ μοι ἐάσειν, ὦ Διόγενες, τὸν οἰκέτην, ἐάνπερ μὴ ἀπὸ τύχης ἐμπέσῃ μοι. ναὶ μὰ Δία, εἶπεν ὁ Διογένης, ὥσπερ εἰ λέγοις ὅτι δάκνοντα ἢ λακτίζοντα ἵππον οὐκ ἂν ζητήσαιμι: ἐὰν μέντοι περιτύχω, προσέλθοιμ᾽ ἄν, ὥστε δηχθῆναι ἢ λακτισθῆναι. [17] ταῦτα μὲν ἔασον: ἀλλὰ τῷ θεῷ διὰ τί με χρῆσθαι οὐκ ἐᾷς; ἐγὼ γὰρ ἀπαγορεύω σοι θεῷ χρῆσθαι, εἰ δύνασαι; οὐ τοῦτο ἔφην, ἀλλ᾽ ὅτι χαλεπόν ἐστι, μᾶλλον δὲ ἀδύνατον, χρῆσθαι ἢ θεῷ ἢ ἀνθρώπῳ ἢ αὐτὸν αὑτῷ μὴ ἐπιστάμενον: τὸ δὲ ἐπιχειρεῖν ἄνευ [p. 112] τοῦ ἐπίστασθαι πάντων βλαβερώτατον: ἢ ὅστις οἰκ ἔστιν ἔμπειρος ἵππων χρήσεως, δοκεῖ σοι οὗτος χρῆσθαι ἂν ἵπποις; οὐκ ἔμοιγε. εἰ δ᾽ αὖ βιάζοιτο, κακὸν ἄν τι ἀπολαῦσαι πρότερον ἢ ἀγαθόν; ἀληθῆ. [18] τί δέ; ὅστις ἀγνοεῖ χρῆσιν κυνῶν, δυνατὸς ἂν εἴη χρῆσθαι; ἢ οὐ τό τινι χρῆσθαι ὠφελεῖσθαί ἐστιν ἀπ᾽ ἐκείνου;δοκεῖ μοι. οὐδεὶς ἄρα τῶν βλαπτομένων ἀπό τινος χρῆται ἐκείνῳ ὑφ᾽ οὗ βλάπτεται; οὐ γάρ. οὔκουν καὶ ὁ κυσὶ πειρώμενος χρῆσθαι ἄνευ τοῦ ἐπίστασθαι ζημιώσεται ἀπ᾽ αὐτῶν; εἰκός γε. οὐκ ἄρα οὐδὲ χρήσεται αὐτοῖς, ἐπεὶ οὐκ ἔστι χρῆσις ὅπου ζημία πρόσεστι. καὶ οὐ μόνον περὶ κυνῶν καὶ ἵππων ἔχει οὕτως, ἀλλὰ καὶ βοῶν καὶ ὀρέων, καὶὅ μᾶλλον θαυμάσαις ἄν, οὐδὲ ὄνῳ ἢ προβάτῳ χρῆσθαι πάρεστι τοῖς [19] ἀπείροις. ἢ οὐκ οἶσθα τοὺς μέν τινας ὠφελημένους, τοὺς δὲ καὶ βεβλαμμένους ἀπό τε προβατείας καὶ ὀνηλασίας; ἔγωγε. πότερον δἰ ἄλλο τι ἢ διότι ἀνάγκη τοὺς μὲν ἀπείρους ζημιοῦσθαι, τοὺς δὲ εἰδότας ὀνίνασθαι καὶ ἀπὸ ὄνων καὶ ἀπὸ συῶν καὶ ἀπὸχηνῶν καὶ ἀπὸ ἄλλου ζῴου παντός; ἔοικε. τί δέ; οὐκ ἐπὶ τοῖς σκεύεσιν ὁ αὐτὸς λόγος; ἀλλὰ κιθάρᾳ χρήσαιτο ἂν ὁ ἄμουσος, ἢ ἐπιχειρῶν οὐκ ἂν εἴη καταγέλαστος, πρὸς τῷ μηδὲν ἐργάζεσθαι καὶ τὴν κιθάραν διαφθείρων καὶ ἀπορρηγνὺς τοὺς φθόγγους; τί δέ; [20] εἴ τις αὐλοῖς οὐκ ὢν αὐλητικὸς ἐθέλοι χρῆσθαι καὶ παριὼνεἰς τὰ θέατρα αὐλεῖν, ο
ὐκ αὐτός τε δώσει δίκην βαλλόμενος καὶ τοὺς αὐλοὺς ἂν προσέτι συντρίψειεν; ὃς δ᾽ ἂν ἐπιχειρῇ πηδαλίῳ χρῆσθαι οὐκ ἐπιστάμενος κυβερνᾶν, ἔστιν ὅπως οὐκ ἂν τάχιστα ἀνατρέψας τὴν ναῦν αὑτόν τε ἀπολέσειεν καὶ τοὺς ἐμπλέοντας; τί δέ; ἡ δόρατος χρῆσις ἢ ἀσπίδος συμφέρει τοῖς δειλοῖς καὶ ἀνεπιστήμοσιν,ἀλλ᾽ οὐκ ἂν ἀποβάλοιεν τῇ τοιαύτῃ πείρᾳ τῆς χρήσεως οὐ τὰ ὅπλα μόνον, ἀλλὰ καὶ αὑτούς; συγχωρῶ, ἔφη, ὦ Διόγενες: ἀλλὰ καταδύεις τὸν ἥλιον περὶ πάντων ἐπερωτῶν. [21] καὶ πότερον ἄμεινον, εἶπεν, ἀκούοντα ὧν χρὴ καταδῦσαι τὸν ἥλιον ἢ βαδίζοντα μάτην; ὁμοίως δ᾽ ἐπὶ πάντων σχεδὸν ὅσων ἄπεστιν[p. 113] ἐμπειρία τοῦ χρῆσθαι χαλεπὸν τὸ προθυμεῖσθαι, μείζω δὲ τὴν βλάβην γενέσθαι εἰκὸς ἀπὸ τῶν μειζόνων. ἦ οὖν δοκεῖ σοι ὁμοία εἶναι ἡ ὄνου χρῆσις τῇ ἵππου; πόθεν; τί δέ; ἡ ἀνθρώπου τῇ θεοῦ; ἀλλ᾽ οὐδὲ λέγειν ἄξιον, ἔφη, ὦ Διόγενες. ἔστιν οὖν ὃς αὑτῷ χρῆσθαι δύναται, οὐ γιγνώσκων αὑτόν; καὶ πῶς; εἶπεν. ὁ γὰρ ἄνθρωπον ἀγνοῶν ἀδύνατος ἀνθρώπῳ χρῆσθαι. ἀδύνατος γάρ. ὁ δὴ αὑτὸν ἀγνοῶν οὐκ ἂν ἔχοι αὑτῷ χρῆσθαι; δοκεῖ μοι. [22] ἤδη οὖν ἀκήκοας τὸ ἐν Δελφοῖς γράμμα τὸ ‘γνῶθι σαυτόν’; ἔγωγε. οὔκουν δῆλον ὅτι ὁ θεὸς κελεύει πᾶσιν ὡς οὐκ εἰδόσιν αὑτούς; ἔοικεν. εἷς ἄρα τῶν πάντων καὶ σὺ εἴης ἄν; πῶς γὰρ οὔ; οὐκ ἄρα οὐδὲ σὺ γιγνώσκεις αὑτόν; οὔ μοι δοκῶ. σεαυτὸν δὲ ἀγνοῶν ἄνθρωπον ἀγνοεῖς, ἄνθρωπον δὲ οὐκ εἰδὼς χρῆσθαι ἀνθρώπῳ οὐ δυνατὸς εἷ, ἀνθρώπῳ δὲ χρῆσθαι ἀδύνατος ὢν θεῷ ἐπιχειρεῖς, ὃ τῷ παντὶ μεῖζον καὶ χαλεπώτερον ἐκείνου ὁμολογοῦμεν εἶναι. [23] τί δέ; νομίζεις τὸν Ἀπόλλωνα ἀττικίζειν ἢ δωρίζειν; ἢ τὴν αὐτὴν εἶναι διάλεκτον ἀνθρώπων καὶ θεῶν; ἀλλὰ τοσοῦτον διαφέρει ὥστε τὸν ποταμὸν τὸν ἐν Τροίᾳ Σκάμανδρον παρ᾽ ἐκείνοις Ξάνθον καλεῖσθαι, καὶ τὴν κύμινδιν τὸ ὄρνεον χαλκίδα, καὶ τόπον τινὰ πρὸ τῆς πόλεως, ὃν οἱ Τρῶες ἐκάλουν Βατίειαν, τοὺς θεοὺς σῆμα Μυρίνης ὀνομάζειν. ὅθεν δὴ καὶ ἀσαφῆ τὰ τῶν χρησμῶν ἐστιν καὶ πολλοὺς ἤδη ἐξηπάτηκεν. [24] Ὁμήρῳ μὲν οὖν ἀσφαλὲς ἦν ἴσως πορεύεσθαι παρὰ τὸν Ἀπόλλω εἰς Δελφούς, ἅτε διγλώττῳ ἐπισταμένῳ τὰς φωνάς, — εἴπερ ἁπάσας ἠπίστατο, ἀλλὰ μὴ ὀλίγ᾽ ἄττα: ὥσπερ οἱ δύο ἢ τρία Περσικὰ εἰδότες ῥήματα ἢ Μηδικὰ ἢ Ἀσσύρια τοὺς ἀγνοοῦντας ἐξαπατῶσι — σὺ δὲ οὐ δέδοικας μὴ ἄλλα τοῦ θεοῦ λέγοντος ἄλλα διανοηθῇς; ὥσπερ οὖν φασι Λάϊον ἐκεῖνον, τὸν γενόμενον Χρυσίππου ἐραστήν, ὃς ἀφικόμενος εἰς Δελφοὺσ῾̣̣̓ἐπηρώτα [p. 114] τὸν θεὸν ὅπως αὐτῷ ἔσοιντο παῖδες. ἔχρησεν οὖν μὴ γεννᾶν, ἢ ἐκτιθέναι γεννήσαντα. [25] οὕτω δὲ ἀνόητος ἦν ὁ Λάϊος ὥστε ἀμφότερα παρακοῦσαι τοῦ θεοῦ: καὶ γὰρ ἐγέννησε καὶ ἔθρεψεν. ἔπειτα καὶ αὐτὸς ἀπώλετο καὶ πᾶς ὁ οἶκος αὐτοῦ, διότι ἀδύνατος ὢν ἐπεχείρησε τῷ Ἀπόλλωνι χρῆσθαι. μὴ γὰρ ταῦτα ἀκούσας τὸν Οἰδίποδαοὐκ ἂν ἐξέθηκεν. ὁ δὲ οἴκοι τραφεὶς οὐκ ἂν ἀπέκτεινε τὸν Λάϊον, ἐπιστάμενος ὅτι αὐτοῦ παῖς εἴη. [26] καὶ τοίνυν τὰ περὶ Κροῖσον ἀκήκοας τὸν Λυδόν, ὃς ἡγούμενος πείθεσθαι τῷ θεῷ παντὸς μᾶλλον καὶ διαβὰς τὸν ποταμὸν τὸν Ἅλυν, τὴν ἀρχὴν ἀπέβαλε, καὶ αὐτὸς ἐν πέδαις ἐδέθη καὶ ὀλίγου κατεκαύθη ζῶν. ἢ σὺ οἴει φρονιμώτερος εἶναι Κροίσου, ἀνδρὸς οὕτω πλουσίου καὶ τοσούτων ἀνθρώπων ἄρχοντος καὶ Σόλωνι συγγενομένου καὶ ἄλλοις παμπόλλοις σοφισταῖς; [27] τὸν δὲ Ὀρέστην καὶ αὐτὸν δήπου ὁρᾷς ἐν ταῖς τραγῳδίαις ἐγκαλοῦντα τῷ θεῷ καὶ μεμφόμενον, ὁπότε μαίνοιτο, ὡς συμβουλεύσαντος ἐκείνου τὴν μητέρα ἀποκτεῖναι. καί τοι μὴ νόμιζετὸν Ἀπόλλωνα χαλεπόν τι ἢ αἰσχρὸν προστάξαι τοῖς ἐρωτῶσιν αὐτόν. ἀλλ᾽ ὅπερ εἶπον, χρῆσθαι τῷ θεῷ ἀδύνατοι ὄντες, ἔπειτα ἐπιχειροῦντες, οὐχ αὑτούς, ἀλλ᾽ ἐκεῖνον αἰτιῶνται. σὺ οὖν, ἐάν μοι πεισθῇς, φυλάξῃ, καὶ πρότερον προθυμήσῃ γνῶναι σεαυτόν, [28] ἔπειτα φρονήσας, ἐὰν δοκῇ σοι, τότε ἤδη μαντεύσῃ. ἐγὼ μὲν γὰροἶμαί σε μηδὲν δεήσεσθαι μαντείας νοῦν ἔχοντα. καὶ γὰρ δὴ ὅρα, ἐάν σε κελεύσῃ γράφειν καὶ ἀναγιγνώσκειν ὀρθῶς μὴ γραμματικὸν ὄντα, οὐ δυνήσῃ. γράμματα δὲ εἰδώς, καὶ μὴ τοῦ θεοῦ κελεύοντος κατὰ τρόπον γράψεις καὶ ἀναγνώσῃ. ὁμοίως δὲ ἄλλο ὁτιοῦν πράττειν, ἐὰν συμβουλεύσῃ σοι μὴ ἐπισταμένῳ, οὐχ οἷός τε ἔσει. καὶζῆν ὀρθῶς οὐ δυνήσῃ μὴ ἐπιστάμενος, οὐδ᾽ ἂν κατὰ τὴν ἡμέραν ἑκάστην τὸν Ἀπόλλω ἐνοχλῇς καὶ σοὶ μόνῳ σχολάζῃ. νοῦν δὲ ἔχωνς γνώσῃ ἀπὸ σεαυτοῦ ὅ, τι σοι πρακτέον ἐστὶ καὶ ὅπως. [29] ὃ δὲ ἔλαθέ με περὶ τοῦ Οἰδίποδος εἰπεῖν, ὅτι εἰς Δελφοὺς μὲν οὐκ ἦλθε μαντευσόμενος, τῷ δὲ Τειρεσίᾳ συμβαλὼν μεγάλα κακὰ ἀπέλαυσετῆς ἐκείνου μαντικῆς διὰ τὴν αὑτοῦ ἄγνοιαν. ἔγνω γὰρ ὅτι [p. 115] τῇ μητρὶ συνεγένετο καὶ παῖδές εἰσιν αὐτῷ ἐξ ἐκείνης: καὶ μετὰ ταῦτα, δέον ἴσως κρύπτειν τοῦτο ἢ ποιῆσαι νόμιμον τοῖς Θηβαίοις, πρῶτον μὲν πᾶσιν ἐποίησε φανερόν, ἔπειτα ἠγανάκτει καὶ ἐβόα μεγάλα, ὅτι τῶν αὐτῶν πατήρ ἐστι καὶ ἀδελφὸς καὶ τῆς αὐτῆς γυναικὸς ἀνὴρ καὶ υἱός. [30] οἱ δὲ ἀλεκτρυόνες οὐκ ἀγανακτοῦσιν ἐπὶ τούτοις οὐδὲ οἱ κύνες οὐδὲ τῶν ὄνων οὐδείς, οὐδὲ οἱ Πέρσαι: καίτοι δοκοῦσι τῶν κατὰ τὴν Ἀσίαν ἄριστοι. πρὸς δὲ τούτοις ἐτύφλωσεν αὑτ
όν: ἔπειτα ἠλᾶτο τετυφλωμένος, ὥσπερ οὐ δυνάμενος βλέπων πλανᾶσθαι. καὶ ὃς ἀκούσας ἔφη, Σὺ μέν, ὦ Διόγενες, ἀναισθητότατον ἁπάντων ἀνθρώπων ἀποφαίνεις τὸν Οἰδίπουν: οἱ δὲ Ἕλληνες οἴονται οὐκ εὐτυχῆ μὲν γενέσθαι ἄνθρωπον, [31] συνετὸν δὲ πάντων μάλιστα: μόνον γοῦν αὐτὸν λῦσαι τὸ αἴνιγμα τῆς Σφιγγός. καὶ ὁ Διογένης γελάσας, Μὴ γάρ, ἔφη, ἐκεῖνος ἔλυσε τὸ αἴνιγμα; οὐκ ἀκήκοας ὅτι ἄνθρωπον αὐτὸν ἐκέλευσε γνῶναι ἡ Σφίγξ; ὁ δὲ ἄνθρωπον μὲν ὅ ἐστιν οὔτε εἶπεν οὔτε ἔγνω: τὸ δὲ ὄνομα τὸ τοῦ ἀνθρώπου λέγων ᾤετο λέγειν τὸ ἐρωτώμενον: ὥσπερ εἴ τις ἐρωτηθεὶς τί ἐστι Σωκράτης, ὁ δὲ μηδὲν εἴποι πλέον τοῦ ὀνόματος, ὅτι Σωκράτης. ἐγὼ δὲ ἤκουσά του λέγοντος ὅτι ἡ Σφίγξ ἡ ἀμαθία ἐστίν. [32] ταύτην οὖν καὶ πρότερον διαφθεῖραι τοὺς Βοιωτοὺς καὶ νῦν, οὐδὲν αὐτοὺς ἐῶσαν εἰδέναι, ἅτε ἀνθρώπων ἀμαθεστάτους. τοὺς μὲν οὖν ἄλλους μᾶλλόν τι αἰσθάνεσθαι τῆς αὑτῶν ἀνοίας, τὸν δὲ Οἰδίποδα, σοφώτατον ἡγησάμενον αὑτὸν εἶναι καὶ διαπεφευγέναι τἠν Σφίγγα καὶ πείσαντα τοὺς ἄλλους Θηβαίους τοῦτο, κάκιστα ἀπολέσθαι. ὅσοι γὰρ ἂν ἀμαθεῖς ὄντες πεισθῶσι σοφοὶ εἶναι, οὗτοι πολύ εἰσιν ἀθλιώτεροι τῶν ἄλλων ἁπάντων: καὶ ἔστι τοιοῦτον τὸ τῶν σοφιστῶν γένος.

 

‹ Prev