Book Read Free

Delphi Complete Works of Dio Chrysostom

Page 106

by Dio Chrysostom


  THE ELEVENTH DISCOURSE MAINTAINING THAT TROY WAS NOT CAPTURED

  ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ.

  οἶδα μὲν ἔγωγε σχεδὸν ὅτι διδάσκειν μὲν ἀνθρώπους ἅπαντας χαλεπόν ἐστιν, ἐξαπατᾶν δὲ ῥᾴδιον. καὶ μανθάνουσι μὲν μόγις, ἐάν τι καὶ μάθωσι, παρ᾽ ὀλίγων τῶν εἰδότων, ἐξαπατῶνται δὲ [p. 116] τάχιστα ὑπὸ πολλῶν τῶν οὐκ εἰδότων, καὶ οὐ μόνον γε ὑπὸ τῶν ἄλλων, ἀλλὰ καὶ αὐτοὶ ὑφ᾽ αὑτῶν. τὸ μὲν γὰρ ἀληθὲς πικρόν ἐστι καὶ ἀηδὲς τοῖς ἀνοήτοις, τὸ δὲ ψεῦδος γλυκὺ καὶ προσηνές. [2] ὥσπερ οἶμαι καὶ τοῖς νοσοῦσι τὰ ὄμματα τὸ μὲν φῶς ἀνιαρὸν ὁρᾶν, τὸ δὲ σκότος ἄλυπον καὶ φίλον, οὐκ ἐῶν βλέπειν. ἢ πῶς ἂν ἴσχυε τὰ ψεύδη πολλάκις πλέον τῶν ἀληθῶν, εἰ μὴ δι᾽ ἡδονὴν ἐνίκα; χαλεποῦ δέ, ὡς ἔφην, ὄντος τοῦ διδάσκειν, τῷ παντὶ χαλεπώτερον τὸ μεταδιδάσκειν, ἄλλως τε ὅταν πολύν τινες χρόνον ὦσι τὰ ψευδῆ ἀκηκοότες καὶ μὴ μόνον αὐτοὶ ἐξηπατημένοι, ἀλλὰ καὶ οἱ πατέρες αὐτῶν καὶ οἱ πάπποι καὶ σχεδὸν πάντες οἱ πρότερον. [3] οὐ γάρ ἐστι ῥᾴδιον τούτων ἀφελέσθαι τὴν δόξαν, οὐδ᾽ ἂν πάνυ τις ἐξελέγχῃ. καθάπερ οἶμαι τῶν τὰ ὑποβολιμαῖα παιδάρια θρεψάντων χαλεπὸν ὕστερον ἀφελέσθαι τἀληθῆ λέγοντα ἅ γε ἐν ἀρχῇ, εἴ τις αὐτοῖς ἔφρασεν, οὐκ ἄν ποτε ἀνείλοντο. οὕτω δὲ τοῦτο ἰσχυρόν ἐστιν ὥστε πολλοὶ τὰ κακὰ μᾶλλον προσποιοῦνται καὶὁμολογοῦσι καθ᾽ αὑτῶν, ἂν ὦσι πεπεισμένοι πρότερον, ἢ τἀγαθὰ μετὰ χρόνον ἀκούοντες. [4] οὐκ ἂν οὖν θαυμάσαιμι καὶ ὑμᾶς, ἄνδρες Ἰλιεῖς, εἰ πιστότερον ἡγήσασθαι Ὅμηρον τὰ χαλεπώτατα ψευσάμενον καθ᾽ ὑμῶν ἢ ἐμὲ τἀληθῆ λέγοντα, κἀκεῖνον μὲν ὑπολαβεῖν θεῖον ἄνδρα καὶ σοφόν,καὶ τοὺς παῖδας εὐθὺς ἐξ ἀρχῆς τὰ ἔπη διδάσκειν οὐθὲν ἄλλο ἢ κατάρας ἔχοντα κατὰ τῆς πόλεως, καὶ ταύτας οὐκ ἀληθεῖς, ἐμοῦ δὲ μὴ ἀνέχοισθε τὰ ὄντα καὶ γενόμενα λέγοντος, ὅτι πολλοῖς ἔτεσιν ὕστερον Ὁμήρου γέγονα. [5] καίτοι φασὶ μὲν οἱ πολλοὶ τὸν χρόνον τῶν πραγμάτων καὶ κριτὴν ἄριστον εἶναι, ὅτι δ᾽ ἂν ἀκούωσι μετὰπολὺν χρόνον, διὰ τοῦτο ἄπιστον νομίζουσιν. εἰ μὲν οὖν παρ᾽ Ἀργείοις ἐτόλμων ἀντιλέγειν Ὁμήρῳ, καὶ τὴν ποίησιν αὐτοῦ δεικνύναι ψευδῆ περὶ τὰ μέγιστα, τυχὸν ἂν εἰκότως ἤχθοντό μοι καὶ τῆς πόλεως ἐξέβαλλον εἰ τὴν παρ᾽ ἐκείνων δόξαν ἐφαινόμην ἀφανίζων καὶ καθαιρῶν: ὑμᾶς δὲ δίκαιόν ἐστί μοι χάριν εἰδέναι καὶἀκροᾶσθαι προθύμως: ὑπὲρ γὰρ τῶν ὑμετέρων προγόνων ἐσπούδακα. [6] προλέγω δὲ ὑμῖν ὅτι τοὺς λόγους τούτους ἀνάγκη καὶ [p. 117] παρ᾽ ἑτέροις ῥηθῆναι καὶ πολλοὺς πυθέσθαι: τούτων δὲ οἱ μέν τινες οὐ συνήσουσιν, οἱ δὲ προσποιήσονται καταφρονεῖν, οὐ καταφρονοῦντες αὐτῶν, οἱ δέ τινες ἐπιχειρήσουσιν ἐξελέγχειν, μάλιστα δὲ οἶμαι τοὺς κακοδαίμονας σοφιστάς. ἐγὼ δὲ ἐπίσταμαι σαφῶς ὅτι οὐδὲ ὑμῖν πρὸς ἡδονὴν ἔσονται. οἱ γὰρ πλεῖστοι τῶν ἀνθρώπων οὕτως ἄγαν εἰσὶν ὑπὸ δόξης διεφθαρμένοι τὰς ψυχὰς ὥστε μᾶλλον ἐπιθυμοῦσι περιβόητοι εἶναι ἐπὶ τοῖς μεγίστοις ἀτυχήμασιν ἢ μηδὲν κακὸν ἔχοντες ἀγνοεῖσθαι. [7] αὐτοὺς γὰρ οἶμαι τοὺς Ἀργείους μὴ ἂν ἐθέλειν ἄλλως γεγονέναι τὰ περὶ τὸν Θυέστην καὶ τὸν Ἀτρέα καὶ τοὺς Πελοπίδας, ἀλλ᾽ ἄχθεσθαι σφόδρα, ἐάν τις ἐξελέγχῃ τοὺς μύθους τῶν τραγῳδῶν, λέγων ὅτι οὔτε Θυέστης ἐμοίχευσε τὴν τοῦ Ἀτρέως οὔτε ἐκεῖνος ἀπέκτεινε τοὺς τοῦ ἀδελφοῦ παῖδας οὐδὲ κατακόψας εἱστίασε τὸν Θυέστην οὔτε Ὀρέστης αὐτόχειρ ἐγένετο τῆς μητρός. ἅπαντα ταῦτα εἰ λέγοι τις, χαλεπῶς ἂν φέροιεν ὡς λοιδορούμενοι. [8] τὸ δὲ αὐτὸ τοῦτο κἂν Θηβαίους οἶμαι παθεῖν, εἴ τις τὰ παρ᾽ αὐτοῖς ἀτυχήματα ψευδῆ ἀποφαίνοι, καὶ οὔτε τὸν πατέρα Οἰδίπουν ἀποκτείναντα οὔτε τῇ μητρὶ συγγενόμενον οὔθ᾽ ἑαυτὸν τυφλώσαντα οὔτε τοὺς παῖδας αὐτοῦ πρὸ τοῦ τείχους ἀποθανόντας ὑπ᾽ ἀλλήλων, οὔθ᾽ ὡς ἡ Σφὶγξ ἀφικομένη κατεσθίοι τὰ τέκνα αὐτῶν, ἀλλὰ τοὐναντίον ἥδονται ἀκούοντες καὶ τὴν Σφίγγα ἐπιπεμφθεῖσαν αὐτοῖς διὰ χόλον Ἥρας καὶ τὸν Λάιον ὑπὸ τοῦ υἱέος ἀναιρεθέντα καὶ τὸν Οἰδίπουν ταῦτα ποιήσαντα καὶ παθόντα τυφλὸν ἀλᾶσθαι, [9] καὶ πρότερον ἄλλου βασιλέως αὐτῶν καὶ τῆς πόλεως οἰκιστοῦ, Ἀμφίονος, τοὺς παῖδας, ἀνθρώπων καλλίστους γενομένους, κατατοξευθῆναι ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος: καὶ ταῦτα καὶ αὐλούντων καὶ ᾀδόντων ἀνέχονται παρ᾽ αὑτοῖς ἐν τῷ θεάτρῳ, καὶ τιθέασιν ἆθλα περὶ τούτων, ὃς ἂν οἰκτρότατα εἴπῃ περὶ αὐτῶν ἢ αὐλήσῃ: τὸν δὲ εἰπόντα ὡς οὐ [10] γέγονεν οὐδὲν αἰτῶν ἐκβάλλουσιν. εἰς τοῦτο μανίας οἱ πολλοὶ ἐληλύθασι καὶ οὕτω πάνυ ὁ τῦφος αὐτῶν κεκράτηκεν. ἐπιθυμοῦσι γὰρ ὡς πλεῖστον ὑπὲρ αὐτῶν γίγνεσθαι λόγον: ὁποῖον δέ τινα, οὐθὲν μέλει αὐτοῖς. ὅλως δὲ πάσχειν μὲν οὐ θέλουσι τὰ δεινὰ [p. 118] διὰ δειλίαν, φοβούμενοι τούς τε θανάτους καὶ τὰς ἀλγηδόνας: ὡς δὲ παθόντες μνημονεύεσθαι περὶ πολλοῦ ποιοῦνται. [11] ἐγὼ δὲ οὔθ᾽ ὑμῖν χαριζόμενος οὔθ᾽ Ὁμήρῳ διαφερόμενος οὐδὲ τῆς δόξης φθονῶν ἐκείνῳ, πειράσομαι δεικνύειν ὅσα μοι δοκεῖ ψευδῆ εἰρηκέναι περὶ τῶν ἐνθάδε πραγμάτων, οὐκ ἄλλοθέν ποθεν,ἀλλ᾽ ἐξ αὐτῆς τῆς ποιήσεως ἐλέγχων, τῷ τε ἀληθεῖ βοηθῶν καὶ μάλιστα διὰ τὴν Ἀθηνᾶν, ὅπως μὴ δοκῇ ἀδίκως διαφθεῖραι τὴν αὑτῆς πόλιν μηδὲ
ἐναντία βούλεσθαι τῷ αὑτῆς πατρί, οὐχ ἧττον δὲ διὰ τὴν Ἥραν καὶ τὴν Ἀφροδίτην. [12] δεινὸν γὰρ τὴν μὲν τῷ Διὶ συνοῦσαν μὴ νομίσαι αὐτὸν κριτὴν ἱκανὸν τοῦ αὑτῆς εἴδους, εἰ μὴἀρέσει καὶ τῶν ἐν Ἴδῃ βουκόλων ἑνί, τὴν δὲ ἀρχὴν ὑπὲρ κάλλους ἐρίζειν τῇ Ἀφροδίτῃ, πρεσβυτάτην φάσκουσαν εἶναι τῶν Κρόνου παίδων, ὡς αὐτὸς Ὅμηρος ἀπήγγειλε ποιήσας, [13]

 

‹ Prev