Book Read Free

Delphi Complete Works of Dio Chrysostom

Page 109

by Dio Chrysostom


  Δύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά,

  αἴθ᾽ ὄφελες ἄγονός τ᾽ ἔμεναι ἄγαμός τ᾽ ἀπολέσθαι.

  οὐ γάρ τοι χραίσμῃ κίθαρις τά τε δῶρ᾽ Ἀφροδίτης

  ἥ τε κόμη τό τε εἶδος, ὅτ᾽ ἐν κονίῃσι μιγείης:

  [56] ἐξ ἀρχῆς δὲ πράττοντι συγχωρῆσαι ταῦτα; ὅ τε Ἕλενος πῶς οὐ προέλεγε μάντις ὤν, ἥ τε Κασσάνδρα θεοφορουμένη, πρὸς δὲ τούτοις ὁ Ἀντήνωρ δοκῶν φρονεῖν, ἀλλ᾽ ὕστερον ἠγανάκτουν καὶ ἐπέπληττον ἐπὶ πεπραγμένοις, ἐξὸν ἀφ᾽ ἑστίας κωλύειν; ἵνα δὲ εἰδῇς τὴν ὑπερβολὴν τῆς ἠλιθιότητος καὶ ὡς τὰ ψευδῆ ἀλλήλοις μάχεται: λέγουσι γὰρ ὡς πρὸ ὀλίγων ἐτῶν Ἡρακλῆς πεπορθήκει τὴν πόλιν διὰ μικρὰν πρόφασιν, ὀργισθεὶς ὑπὲρ ἵππων, ὅτι ὑποσχόμενος αὐτῷ δώσειν ὁ Λαομέδων ψεύσαιτο. [57] καὶ ἐγὼ ἀνεμνήσθην τῶν ἐπῶν, ἐν οἷς ταῦτά φησιν: [p. 130]

  ὅς ποτε δεῦρ᾽ ἐλθὼν ἕνεχ᾽ ἵππων Λαομέδοντος

  ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν

  Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δ᾽ ἀγυιάς.

  οὔκουν, εἶπεν, οὐδὲ τοῦτο ἀληθὲς λέγουσι. πῶς γὰρ ἐν ὀλίγῳ χρόνῳ οὕτω πόλις ἁλοῦσα καὶ ἐρημωθεῖσα τοσαύτην ἐπίδοσιν ἔσχενὡς μεγίστην γενέσθαι τῶν κατὰ τὴν Ἀσίαν; πῶς δὲ ὁ μὲν Ἡρακλῆς σὺν ἓξ ναυσὶν εἷλεν ἐκ πολλοῦ ἀπόρθητον οὖσαν, οἱ δὲ Ἀχαιοὶ μετὰ νεῶν χιλίων καὶ διακοσίων ἐλθόντες οὐκ ἐδύναντο ἑλεῖν; ἢ πῶς τὸν Πρίαμον εἴασε βασιλεύειν ὁ Ἡρακλῆς, ἀποκτείνας αὐτοῦ τὸν πατέρα, ὡς πάντων ἐχθρότατον, ἀλλ᾽ οὐκ ἄλλον τινὰ ἀπέδειξεν [58] ἄρχοντα τῆς χώρας; εἰ δ᾽ ἦν οὕτως ὥς φασι, πῶς οὐκ ἔφριττον οἱ Τρῶες καὶ ὁ Πρίαμος τὴν πρὸς τοὺς Ἕλληνας ἔχθραν, εἰδότες ὅτι καὶ πρότερον οὐδὲν τηλικοῦτον ἐξαμαρτόντες ἀπώλοντο καὶ ἀνάστατοι ἐγένοντο, καὶ πολλοὶ μνημονεύοντες τὴν ἅλωσιν μηδὲν τούτων ἐννοῆσαι μηδὲ κωλῦσαι τὸν Ἀλέξανδρον μηδένα αὐτῶν;τίνα δὲ τρόπον ἀφικόμενος εἰς τὴν Ἑλλάδα συνῆν τῇ Ἑλένῃ καὶ διελέγετο καὶ τελευτῶν ἀνέπεισεν αὐτήν φυγεῖν, μήτε γονέων μήτε πατρίδος μήτε ἀνδρὸς ἢ θυγατρὸς μήτε τῆς παρὰ τοῖς Ἕλλησι φήμης φροντίσασαν, ἀλλὰ μηδὲ τοὺς ἀδελφοὺς φοβηθεῖσαν περιόντας, οἳ πρότερον αὐτὴν ἀφείλοντο Θησέως καὶ οὐ περιεῖδον [59] ἁρπασθεῖσαν; τοῦτο μὲν γὰρ παρόντα τὸν Μενέλαον πῶς ταῦτα ἔλαθε γιγνόμενα; τοῦτο δὲ ἀπόντος ἀνδρὸς γυναῖκα εἰς ὁμιλίαν ἀφικνεῖσθαι ξένῳ ἀνδρὶ πῶς εἰκός τοῦτο δὲ μηδὲ τῶν ἄλλων μηδένα αἰσθέσθαι τὴν ἐπιβουλὴν ἢ αἰσθομένους κρύψαι, προσέτι δὲ τὴν Αἴθραν τὴν τοῦ Θησέως μητέρα συναπᾶραι αὐτῇ αἰχμάλωτονοὖσαν; — οὐ γὰρ ἱκανὸν ἦν Πιτθέως θυγατέρα οὖσαν ἐν Σπάρτῃ δουλεύειν, ἀλλ᾽ ᾑρεῖτο ἀκολουθεῖν εἰς Τροίαν, [60] ὁ δὲ Ἀλέξανδρος ἀδεῶς καὶ μετὰ τοσαύτης ἐξουσίας ἔπραττε τὸ πρᾶγμα, ὥστε οὐκ ἦν ἱκανὸν αὐτῷ τῆν γυναῖκα ἀπαγαγεῖν, ἀλλὰ καὶ τὰ χρήματα προσεπέθετο — καὶ μηδὲ ἐπαναχθῆναι μηδένα αὐτῷ, μήτε[p. 131] τῶν τοῦ Μενελάου μήτε τῶν τοῦ Τυνδάρεω μήτε τοὺς ἀδελφοὺς τῆς Ἑλένης, καὶ ταῦτα νεῶν οὐσῶν ἐν τῇ Λακωνικῇ, ἔτι δὲ πρότερον πεζῇ ἀπὸ Σπάρτης ἐπὶ θάλατταν κατιόντων, παραχρῆμα, ὡς εἰκός, περιβοήτου γενομένης τῆς ἁρπαγῆς; καὶ οὕτω μὲν οἰ δυνατὸν ἐλθεῖν Ἑλένην μετὰ Ἀλεξάνδρου: γάμῳ δὲ παρ᾽ ἑκόντων δοθεῖσαν τῶν οἰκείων. [61] οὕτω γὰρ εὔλογον ἦν τήν τε Αἴθραν ἀφικέσθαι μετ᾽ αὐτῆς καὶ τὰ χρήματα κομισθῆναι. οὐδὲν γὰρ τούτων ἁρπαγῆς, ἀλλὰ πολὺ μᾶλλον γάμου σημεῖόν ἐστιν. ἐπεὶ δέ, ὡς ἔφην, γαμήσας ὁ Ἀλέξανδρος ἀπηλλάγη μετ᾽ αὐτῆς, ὅ τε Μενέλαος ἠνιᾶτο τῆς μνηστείας ἀποτυχὼν καὶ τὸν ἀδελφὸν ᾐτιᾶτο, καὶ ἔφη προδοθῆναι ὑπ᾽ αὐτοῦ, [62] ὅ τε Ἀγαμέμνων ἐκείνου μὲν ἧττον ἐφρόντιζε, τὸν Ἀλέξανδρον δὲ ἐφοβεῖτο καὶ ὑπώπτευε μήποτε ἀντιποιήσηται τῶν ἐν τῇ Ἑλλάδι πραγμάτων, προσηκόντων αὐτῷ διὰ τὸν γάμον. οὕτω δὴ καὶ τοὺς ἄλλους συγκαλεῖ τοὺς μνηστῆρας τῆς Ἑλένης, καὶ ἔφη ὑβρισθῆναι αὐτοὺς ἅπαντας, καὶ τὴν Ἑλλάδα καταφρονηθῆναι, καὶ τὴν ἀρίστην γυναῖκα οἴχεσθαι εἰς τοὺς βαρβάρους ἐκδοθεῖσαν, ὡς οὐδενὸς ὄντος ἀξίου παρ᾽ [63] αὐτοῖς. ταῦτα λέγων τὸν μὲν Τυνδάρεων παρῃτεῖτο καὶ συγγνώμην ἔχειν ἐκέλευε: παραλογισθῆναι γὰρ αὐτὸν ὑπὸ δώρων: τὸν δὲ Ἀλέξανδρον αἴτιον ἁπάντων ἀπέφαινε καὶ τὸν Πρίαμον: καὶ παρεκάλει συστρατεύειν ἐπὶ τὴν Τροίαν: πολλὰς γὰρ ἐλπίδας ἔχειν αἱρήσειν αὐτὴν συναραμένων ἁπάντων. γενομένου δὲ τούτου πολλὰ χρήματα διαρπάσειν αὐτοὺς καὶ χώρας κρατήσειν τῆς ἀρίστης. εἶναι γὰρ τὴν μὲν πόλιν πλουσιωτάτην ἁπασῶν, τοὺς δὲ ἀνθρώπους ὑπὸ τρυφῆς διεφθαρμένους: ἔχειν δὲ καὶ συγγενεῖς πολλοὺς ἐν τῇ Ἀσίᾳ τοὺς ἀπὸ Πέλοπος, οἳ συμπράξουσιν αὐτῷ, μισοῦντες τὸν Πρίαμον. [64] ταῦτα δὴ ἀκούοντες, οἱ μέν τινες ὠργίζοντο καὶ ἀτιμίαν τῷ ὄντι ἐνόμιζον τῆς Ἑλλάδος τὸ γεγονός, οἱ δέ τινες ἤλπιζον ὠφεληθήσεσθαι ἀπὸ τῆς στρατείας: δόξα γὰρ ἦν τῶν ἐν τῇ Ἀσίᾳ πραγμάτων ὡς μεγάλων καὶ πλούτου ὑπερβάλλοντος. εἰ μὲν οὖν ἡττήθησαν ὑπὸ τοῦ Μενελάου μνηστεύοντες τὴν Ἑλένην, οὐκ ἂν ἐφρόντισαν, ἀλλὰ τοὐναντίον ἐφήδεσθαι ἔμελλον αὐτῷ: νῦν [p. 132] δὲ τὸν Ἀλέξανδρον ἐμίσουν ἅπαντες, αὐτὸς ἕκαστος ἡγούμενος ἀφῃρῆσθαι τοῦ γάμου. οὕτω �
�ὲ τῆς στρατείας γενομένης, πέμψας ὁ Ἀγαμέμνων ἀπῄτει τὴν Ἑλένην: προσήκειν γὰρ αὐτὴν Ἑλληνίδα οὖσαν γαμηθῆναί τινι τῶν Ἑλλήνων. [65] ταῦτα δὲ ἀκούσαντες οἱ Τρῶες ἠγανάκτουν καὶ ὁ Πρίαμος καὶ πάντων μάλιστα ὁ Ἕκτωρ,ὅτι νόμῳ τοῦ Ἀλεξάνδρου λαβόντος παρὰ τοῦ πατρός, καὶ τῆς Ἑλένης βουλομένης ἐκείνῳ συνοικεῖν, οἱ δὲ οὕτως ἀναίσχυντον ἐτόλμων λέγειν λόγον: καὶ ἔφασαν γιγνώσκειν ὅτι ζητοῖεν πολέμου πρόφασιν: αὐτοὶ δὲ μὴ ἄρχειν πολέμου, κρείττους ὄντες, ἀμύνεσθαι δὲ ἐπιχειροῦντας. καὶ διὰ ταῦτα ὑπέμενον οἱ Τρῶεσπολὺν χρόνον πολεμούμενοι καὶ πολλὰ πάσχοντες, οὐχ ὅσα Ὅμηρός φησιν, ὅμως δὲ καὶ τῆς γῆς αὐτῶν φθειρομένης καὶ πολλῶν ἀποθνῃσκόντων ἀνθρώπων, ὅτι ἠπίσταντο ἀδικοῦντας τοὺς Ἀχαιοὺς καὶ τὸν Ἀλέξανδρον οὐθὲν ἄτοπον πράξαντα. [66] εἰ δὲ μή, τίς ἂν ἠνέσχετο αὐτῶν ἢ τῶν ἀδελφῶν ἢ ὁ πατὴρ ἢ τῶν ἄλλων πολιτῶνἀπολλυμένων καὶ πάσης κινδυνευούσης ἀναστάτου γενέσθαι τῆς πόλεως διὰ τὴν ἐκείνου παρανομίαν, ἐξὸν ἀποδόντας τὴν Ἑλένην σῶσαι αὑτούς; οἱ δὲ καὶ ὕστερον, ὥς φασιν, Ἀλεξάνδρου ἀποθανόντος, κατεῖχον αὐτὴν καὶ Δηιφόβῳ συνῴκιζον, ὡς μέγιστον ἀγαθὸν ἔχοντες ἐν τῇ πόλει καὶ φοβούμενοι μὴ καταλίποι αὑτούς. [67] καίτοιεἰ πρότερον ἐρῶσα τοῦ Ἀλεξάνδρου ἔμενεν, πῶς ἔτι ἐβούλετο μένειν, εἰ μὴ καὶ Δηιφόβου αὐτὴν ἐρασθῆναι λέγουσιν; εἰκὸς γὰρ ἦν πεῖσαι τοὺς Τρῶας, ἀποδοῦναι αὐτὴν ἑτοίμους ὄντας. εἰ δὲ ἐφοβεῖτο τοὺς Ἀχαιούς, διαλύσεις πρότερον εὑρέσθαι χρῆν: καὶ γὰρ ἐκεῖνοι ἀγαπητῶς ἂν ἀπηλλάγησαν τοῦ πολέμου, πλείστωνκαὶ ἀρίστων τεθνηκότων. ἀλλ᾽ οὐ γὰρ ἦν ἀληθὲς τὸ τῆς ἁρπαγῆς οὐδὲ παρέσχον αἰτίαν τοῦ πολέμου οἱ Τρῶες, ὅθεν εὐέλπιδες ἦσαν περιγενέσθαι. οἱ γὰρ ἄνθρωποι, ἐν οἷς ἂν ἀδικῶνται, μέχρι ἐσχάτου ὑπομένουσιν ἀμυνόμενοι. [68] ταῦτα μὲν οὖν μὴ ἄλλως νόμιζε πραχθῆναι ἢ ὡς ἐγὼ λέγω. πολὺ γὰρ πιστότερον ἑκόντα Τυνδάρεων κηδεῦσαι τοῖς βασιλεῦσι τῆς Ἀσίας, καὶ Μενέλἁ̣̣̓ν τῆς μνηστείας ἀπελπίσαντα βαρέως ἐνεγκεῖν, καὶ Ἀγαμέμνονα φοβηθῆναι [p. 133] τοὺς Πριαμίδας μὴ κατάσχωσι τὴν Ἑλλάδα, ἀκούοντα καὶ Πέλοπα τὸν αὑτοῦ πρόγονον, ἐκ τῆς αὐτῆς ὄντα χώρας, διὰ τὸ κῆδος τὸ Οἰνομάου τὴν Πελοπόννησον κατασχεῖν, καὶ τοὺς ἄλλους ἡγεμόνας συνάρασθαι τοῦ πολέμου, μνησικακοῦντας, ὅτι αὐτὸς ἕκαστος οὐκ ἔγημεν, ἢ ἐρασθῆναι μὲν Ἀλέξανδρον ἧς ἠγνόει γυναικός, ἐπιτρέψαι δὲ αὐτῷ τὸν πατέρα πλεῦσαι τοιαύτης ἕνεκα πράξεως, καὶ ταῦτα, ὥς φασιν, οὐ πάλαι τῆς Τροίας ἁλούσης ὑπὸ Ἑλλήνων καὶ τοῦ πατρὸς αὐτοῦ Λαομέδοντος ἀποθανόντος: [69] ὕστερον δὲ πολεμουμένους καὶ τοσαῦτα κακὰ πάσχοντας μὴ θέλειν ἐκδοῦναι μήτε ζῶντος Ἀλεξάνδρου μήτε ἀποθανόντος, οὐδεμίαν ἐλπίδα ἔχοντας τῆς σωτηρίας: τὴν δὲ Ἑλένην ἐρασθῆναι μὲν ξένου ἀνδρός, ᾧ τὴν ἀρχὴν οὐκ εἰκὸς αὐτὴν ἐν ὁμιλίᾳ γενέσθαι, καταλιποῦσαν δὲ τὴν πατρίδα καὶ τοὺς οἰκείους καὶ τὸν ἄνδρα μετ᾽ αἰσχύνης ἐλθεῖν εἰς ἀνθρώπους μισοῦντας: πάντα ταῦτα δὲ γιγνόμενα μηδένα κωλῦσαι, καὶ μήτε ἐξιοῦσαν αὐτήν, καὶ ταῦτα πεζῇ, ἕως θαλάττης μήτε ἀποπλεύσασαν διῶξαι, συνάρασθαι δὲ τοῦ στόλου τὴν Θησέως μητέρα πρεσβυτέραν καὶ δῆλον ὅτι μισοῦσαν τὴν Ἑλένην: [70] ὕστερον δὲ Ἀλεξάνδρου τελευτήσαντος, οὗ λέγεται ἐρᾶν, Δηιφόβῳ συνεῖναι, καθάπερ οἶμαι κἀκείνῳ τῆς Ἀφροδίτης ὑποσχομένης, καὶ μήτε αὐτὴν ἐθέλειν ἀπιέναι παρὰ τὸν αὑτῆς ἄνδρα μήτε τοὺς Τρῶας ἀποδοῦναι τὴν Ἑλένην βίᾳ, μέχρι ἁλῶναι τὴν πόλιν. τούτων οὐθὲν εἰκὸς οὐδὲ δυνατόν. ἔτι δὲ καὶ τόδε πρὸς τοῖς εἰρημένοις. τοὺς μὲν ἄλλους ἅπαντας Ἀχαιούς φησιν Ὅμηρος κοινωνῆσαι, οἷς ἧττον ἔμελε, τῆς δυνάμεως: Κάστορα δὲ καὶ Πολυδεύκην μόνους [71] μὴ ἀφικέσθαι, τοὺς μάλιστα ὑβρισμένους. ταύτην δὲ τὴν ἀλογίαν κρύπτων Ὅμηρος πεποίηκε θαυμάζουσαν τὴν Ἑλένην: ἔπειτα αὐτὸς ἀπελογήσατο, εἰπὼν ὅτι τεθνήκεσαν πρότερον. οὐκοῦν τό γε ζώντων αὐτὴν ἁρπασθῆναι δῆλόν ἐστιν. ἔπειταπῶς Ἀγαμέμνονα περιέμενον δέκα ἔτη διατρίβοντα καὶ συνάγοντα στρατιάν, ἀλλ᾽ οὐκ εὐθὺς ἐδίωξαν τὴν ἀδελφήν, μάλιστα μὲν εἰ κατὰ πλοῦν ἕλοιεν: [72] εἰ δ᾽ οὖν, ὡς πολεμήσοντες μετὰ τῆς αὑτῶν δυνάμεως; οὐ γὰρ [p. 134] ἐπὶ Θησέα μὲν ἦλθον εὐθύς, ἄνδρα Ἕλληνα καὶ τῶν ἄλλων ἄριστον, ἔτι δὲ αὐτόν τε πολλῶν ἄρχοντα καὶ Ἡρακλέους ἑταῖρον καὶ Πειρίθου καὶ Θετταλοὺς καὶ Βοιωτοὺς ἔχοντα συμμάχους: ἐπὶ δὲ Ἀλέξανδρον οὐκ ἂν ἦλθον, ἀλλὰ τοὺς Ἀτρείδας περιέμενον δέκα ἔτη συλλέγοντας τὴν δύναμιν. ἴσως γὰρ εἰκὸς ἦν καὶ αὐτὸν ἀφικέσθαι [73] τὸν Τυνδάρεων καὶ μηθὲν αὐτὸν κωλῦσαι τὴν ἡλικίαν. οὐ γὰρ δὴ Νέστορος παλαιότερος ἦν οὐδὲ Φοίνικος, οὐδὲ μᾶλλον ἐκείνους προσῆκον ἦν ἀγανακτεῖν ἢ τὸν πατέρα αὐτόν. ἀλλ᾽ οὔτε αὐτὸς οὔτε οἱ παῖδες ἧκον οὐδὲ ἦν αὐτοῖς βουλομένοις τὰ τῆς στρατείας. ἑκόντες γὰρ αὐτοὶ τὴν Ἑλένην ἐξέδωκαν, προκρίναντεστῶν ἄλλων μνηστήρων τὸν Ἀλέξανδρον διὰ μέγεθος τῆς ἀρχῆς καὶ ἀνδρείαν: οὐδενὸς γὰρ ἦν χείρων τὴν ψυχήν. οὔτε οὖν ἐκεῖνοι ἀφίκοντο πολεμήσοντες οὔτε Λακεδαιμονίων οὐδείς, ἀλλὰ καὶ τοῦτο ψεῦδός ἐστιν ὅτι Μενέλαος ἦγε Λακεδαιμονίους κα�
�� τῆς Σπάρτης ἐβασίλευε Τυνδάρεω ζῶντος ἔτι. [74] καὶ γὰρ ἦν δεινόν, εἰ Νέστωρμὲν μήτε πρότερον μήτε ὕστερον ἐλθὼν ἀπ᾽ Ἰλίου παρεχώρησε τοῖς υἱοῖς τῆς βασιλείας καὶ τῆς ἀρχῆς διὰ γῆρας, Τυνδάρεως δὲ Μενελάῳ ἐξέστη. φαίνεται γὰρ καὶ ταῦτα πολλὴν ἀπορίαν ἔχοντα. ἐπεὶ δ᾽ οὖν ἦλθον οἱ Ἀχαιοί, τὸ μὲν πρῶτον εἴργοντο τῆς γῆς, καὶ Πρωτεσίλαός τε ἀποθνῄσκει βιαζόμενος ἀποβῆναι καὶ πολλοὶ τῶν ἄλλων, ὥστε διέπλευσαν εἰς τὴν Χερρόνησον, ὑποσπόνδους τοὺς νεκροὺς ἀνελόμενοι, κἀκεῖ θάπτουσι τὸν Πρωτεσίλαον. ἔπειτα περιπλέοντες ἀπέβαινον εἰς τὴν χώραν καὶ τῶν πολισμάτων τινὰ ἐπόρθουν. [75] ὁ δὲ Ἀλέξανδρος μετὰ τοῦ Ἕκτορος τὸν μὲν ὄχλον συνῆγεν ἅπαντα τὸν ἐκ τῆς χώρας εἰς τὸ ἄστυ, τὰσδὲ μικρὰς πόλεις εἴων τὰς πρὸς τῇ θαλάττῃ διὰ τὸ μὴ δύνασθαι πανταχοῦ βοηθεῖν. πάλιν δὲ καταπλεύσαντες εἰς τὸν Ἀχαιῶν λιμένα νυκτὸς ἔλαθον ἀποβάντες, καὶ ναύσταθμον περιεβάλοντο καὶ τάφρον ὤρυξαν φοβούμενοι τὸν Ἕκτορα καὶ τοὺς Τρῶας, καὶ μᾶλλον ὡς αὐτοὶ πολιορκησόμενοι παρεσκευάζοντο. [76] οἱ δὲ τὰμὲν ἄλλα συγχωροῦσιν Ὁμήρῳ, τὸ δὲ τεῖχος οὔ φασιν αὐτὸν γενόμενον λέγειν, ὅτι πεποίηκεν ὕστερον Ἀπόλλωνα καὶ Ποσειδῶνα [p. 135] τοὺς ποταμοὺς ἐφιέντας ἐπ᾽ αὐτὸ καὶ ἀφανίσαντας: ὃ πάντων πιθανώτατόν ἐστι, κατακλυσθῆναι τὰ θεμέλια τοῦ τείχους. ἔτι γὰρ καὶ νῦν οἱ ποταμοὶ λιμνάζουσι τὸν τόπον καὶ πολὺ τῆς θαλάττης προσκεχώκασι. [77] τὸν δὲ λοιπὸν χρόνον τὰ μὲν ἐποίουν κακῶς, τὰ δ᾽ ἔπασχον, καὶ μάχαι μὲν οὐ πολλαὶ ἐγένοντο ἐκ παρατάξεως: οὐ γὰρ ἐθάρρουν προσιέναι πρὸς τὴν πόλιν διὰ τὸ πλῆθος καὶ τὴν ἀνδρείαν τῶν ἔνδοθεν: ἀκροβολισμοὶ δὲ καὶ κλωπεῖαι τῶν Ἑλλήνων: καὶ Τρωίλος τε οὕτως ἀποθνῄσκει παῖς ὢν ἔτι καὶ Μήστωρ καὶ ἄλλοι πλείους. ἦν γὰρ ὁ Ἀχιλλεὺς ἐνεδρεῦσαι δεινότατος καὶ νυκτὸς ἐπιθέσθαι. [78] ὅθεν Αἰνείαν τε οὕτως ἐπελθὼν ὀλίγου ἀπέκτεινεν ἐν τῇ Ἴδῃ καὶ πολλοὺς ἄλλους κατὰ τὴν χώραν, καὶ τῶν φρουρίων ᾕρει τὰ κακῶς φυλαττόμενα: οὐδὲ γὰρ τῆς γῆς ἐπεκράτουν οἱ Ἀχαιοὶ ἀλλ᾽ ἢ μόνον τοῦ στρατοπέδου. τεκμήριον δέ: οὐ γὰρ ἄν ποτε Τρωίλος ἔξω τοῦ τείχους ἐγυμνάζετο, καὶ ταῦτα μακρὰν ἀπὸ τῆς πόλεως, οὐδ᾽ ἂν ἐγεώργουν τὴν Χερρόνησον, ὡς ὁμολογοῦσι πάντες, εἴπερ ἐκράτουν τῆς Τρῳάδος, οὐδ᾽ ἂν ἐκ Λήμνου οἶνος ἐκομίζετο αὐτοῖς. [79] κακῶς δὲ φερομένων τῶν Ἀχαιῶν ἐν τῷ πολέμῳ καὶ μηδενὸς ἀποβαίνοντος ὧν ἤλπισαν, ἀλλὰ συμμάχων ἐπιρρεόντων ἀεὶ τοῖς Τρωσὶ πλειόνων, λοιμός τε καὶ λιμὸς αὐτοὺς ἐπίεζε καὶ στάσις ἐγένετο τῶν ἡγεμόνων, ὅπερ εἴωθεν ὡς τὸ πολὺ γίγνεσθαι τοῖς κακῶς πράττουσιν, οὐ τοῖς κρατοῦσιν. [80] ὁμολογεῖ δὲ ταῦτα καὶ Ὅμηρος: οὐδὲ γὰρ ἐδύνατο πάντα τἀληθῆ ἀποκρύψασθαι: ἐν οἷς φησι τὸν Ἀγαμέμνονα ἐκκλησίαν συναγαγεῖν τῶν Ἑλλήνων, ὡς ἀπάξοντα τὸ στράτευμα, δῆλον ὅτι τοῦ πλήθους χαλεπῶς φέροντος καὶ ἀπιέναι βουλομένου, καὶ τὸν ὄχλον ὁρμῆσαι πρὸς τὰς ναῦς: τὸν δὲ Νέστορα καὶ τὸν Ὀδυσσέα κατασχεῖν μόλις μαντείαν τινὰ προβαλλομένους καὶ ὀλίγον εἶναι χρόνον φάσκοντας, [81] ὃν ἐδέοντο αὐτῶν ὑπομεῖναι. τὸν δὲ μάντιν τούτων Ἀγαμέμνων ἐν τοῖς ἄνω ἔπεσί φησι μηδὲν πώποτε ἀληθὲς μαντεύεσθαι. [p. 136] μέχρι μὲν οὖν τούτων ἐφεξῆς οὐ πάνυ φαίνεται τῶν ἀνθρώπων καταφρονῶν Ὅμηρος, ἀλλὰ τρόπον τινὰ ἔχεσθαι τἀληθοῦς, εἰ μή γε τὰ περὶ τὴν ἁρπαγὴν οὐκ αὐτὸς ὡς γενόμενα διηγούμενος, ἀλλ᾽ Ἕκτορα ποιήσας ὀνειδίζοντα Ἀλεξάνδρῳ καὶ Ἑλένην ὀδυρομένην πρὸς Πρίαμον, καὶ αὐτὸν Ἀλέξανδρον μεμνημένον ἐν τῇσυνουσίᾳ τῇ πρὸς τὴν Ἑλένην, ὃ πάντων σαφέστατα ἔδει ῥηθῆναι καὶ μετὰ πλείστης σπουδῆς: ἔτι δὲ καὶ τὰ περὶ τὴν μονομαχίαν. [82] οὐ γὰρ δυνάμενος εἰπεῖν ὡς ἀπέκτεινε τὸν Ἀλέξανδρον ὁ Μενέλαος, κενὰς αὐτῷ χαρίζεται χάριτας καὶ νίκην γελοίαν, ὡς τοῦ ξίφους καταχθέντος. οὐ γὰρ ἦν τῷ τοῦ Ἀλεξάνδρου χρήσασθαι,τοσοῦτόν γε κρείττονα ὄντα, ὡς ἕλκειν αὐτὸν εἰς τοὺς Ἀχαιοὺς ζῶντα μετὰ τῶν ὅπλων, ἀλλ᾽ ἀπάγχειν ἔδει τῷ ἱμάντι; [83] ψευδὴς δὲ καὶ ἡ τοῦ Αἴαντος καὶ τοῦ Ἕκτορος μονομαχία καὶ πάνυ εὐήθης ἡ διάλυσις, πάλιν ἐκεῖ τοῦ Αἴαντος νικῶντος, πέρας δὲ οὐδέν, καὶ δῶρα δόντων ἀλλήλοις ὥσπερ φίλων. μετὰ δὲ ταῦτα ἤδη τἀληθῆ λέγει, τὴν τῶν Ἀχαιῶν ἧτταν καὶ τροπὴν καὶ τὰς τοῦ Ἕκτορος ἀριστείας καὶ τὸ πλῆθος τῶν ἀπολλυμένων, ὥσπερ ὑπέσχετο ἐρεῖν, [84] τρόπον τινὰ ἄκων καὶ ἀναφέρων εἰς τιμὴν τοῦ Ἀχιλλέως. καίτοι θεοφιλῆ γ᾽ εἶναι τὴν πόλιν φησὶ καὶ Δία ἄντικρυς πεποίηκε λέγοντα πασῶν τῶν ὑπὸ τὸν ἥλιον πόλεων τὸ Ἴλιον μάλιστα ἀγαπῆσαικαὶ τὸν Πρίαμον καὶ τὸν λαὸν αὐτοῦ. ἔπειτα ὀστράκου μεταπεσόντος, φασί, τοσοῦτον μετέβαλεν ὥστε οἴκτιστα ἀνελεῖν τὴν ἁπασῶν προσφιλεστάτην δι᾽ ἑνὸς ἀνδρὸς ἁμαρτίαν, εἴπερ ἥμαρτεν. ὅμως δὲ οὐχ οἷός τέ ἐστιν ἀποκρύψαι τὰ τοῦ Ἕκτορος ἔργα νικῶντος καὶ διώκοντος μέχρι τῶν νεῶν, ὁτὲ μὲν Ἄρει παραβάλλωναὐτόν, ὁτὲ δὲ φλογὶ λέγων τὴν ἀλκὴν ὅμοιον εἶναι, καὶ πάντων αὐτὸν ἐκπεπληγμένων τῶν ἀρίστων, μηδενὸς δὲ ἁπλῶς ὑπομένοντος αὐτόν, τοῦ τε Ἀπόλλωνος αὐτῷ παρισταμένου καὶ τοῦ Διὸς ἄνωθεν ἐπισημαίνοντος ἀνέμῳ �
�αὶ βροντῇ — [85] ταῦτα γὰρ οὐ βουλόμενος εἰπεῖν οὕτως ἐναργῶς, ὅμως ἐπεὶ ἀληθῆ ἦν, ἀρξάμενος[p. 137] αὐτῶν οὐ δύναται ἀποστῆναι — τήν τε νύκτα ἐκείνην τὴν χαλεπὴν καὶ τὴν ἐν τῷ στρατοπέδῳ κατήφειαν καὶ τὴν τοῦ Ἀγαμέμνονος ἔκπληξιν καὶ τὰς οἰμωγάς, ἔτι δὲ τὴν νυκτερινὴν ἐκκλησίαν βουλευομένων ὅπως φύγοιεν, καὶ τὰς δεήσεις τὰς τοῦ Ἀχιλλέως, εἴ τι δύναιτο ἐκεῖνος ἄρα ὠφελῆσαι. [86] τῇ δ᾽ ὑστεραίᾳ τῷ μὲν Ἀγαμέμνονι χαρίζεταί τινα ἀριστείαν ἀνόνητον καὶ τῷ Διομήδει καὶ τῷ Ὀδυσσεῖ καὶ Εὐρυπύλῳ, καὶ τὸν Αἴαντά φησι μάχεσθαι προθύμως, εὐθὺς δὲ τοὺς Τρῶας ἐπικρατῆσαι καὶ τὸν Ἕκτορα ἐλαύνειν ἐπὶ τὸ τεῖχος τῶν Ἀχαιῶν καὶ τὰς ναῦς. καὶ ταῦτα μὲν λέγων δῆλός ἐστιν ὅτι ἀληθῆ λέγει καὶ τὰ γενόμενα ὑπ᾽ αὐτῶν τῶν πραγμάτων προαγόμενος: ὅταν δὲ αὔξῃ τοὺς Ἀχαιούς, πολλῆς ἀπορίας μεστός ἐστι καὶ πᾶσι φανερὸς ὅτι ψεύδεται: τὸν μὲν Αἴαντα δὶς κρατῆσαι τοῦ Ἕκτορος μάτην, ὁτὲ μὲν τῇ μονομαχίᾳ, πάλιν δὲ τῷ λίθῳ, τὸν δὲ Διομήδην τοῦ Αἰνείου, μηδὲ τούτου μηδὲν πράξαντος, ἀλλὰ τοὺς ἵππους μόνον λαβόντος, ὅπερ ἦν ἀνεξέλεγκτον. [87] οὐκ ἔχων δὲ ὅ, τι αὐτοῖς χαρίσηται τὸν Ἄρην καὶ τὴν Ἀφροδίτην φησὶ τρωθῆναι ὑπὸ τοῦ Διομήδους. ἐν οἷς ἅπασι δῆλός ἐστιν εὔνους μὲν ὢν ἐκείνοις καὶ βουλόμενος αὐτοὺς θαυμάζειν, οὐκ ἔχων δὲ ὅ,τι εἴπῃ ἀληθές, διὰ τὴν ἀπορίαν εἰς ἀδύνατα ἐμπίπτων καὶ ἀσεβῆ πράγματα, ὃ πάσχουσιν ὡς τὸ πολὺ πάντες ὅσοι τῇ ἀληθείᾳ μάχονται. [88] ἀλλ᾽ οὐ περὶ τοῦ Ἕκτορος ὁμοίως ἀπορεῖ ὅ,τι εἴπῃ μέγα καὶ θαυμαστόν, ὥς γε οἶμαι τὰ γενόμενα διηγούμενος: ἀλλὰ φεύγοντας μὲν προτροπάδην ἅπαντας καὶ κατ᾽ ὄνομα τοὺς ἀρίστους, ὅταν φῇ μήτε Ἰδομενέα μένειν μήτε Ἀγαμέμνονα μήτε τοὺς δύο Αἴαντας, ἀλλὰ Νέστορα μόνον ὑπ᾽ ἀνάγκης, καὶ τοῦτον ἁλῶναι παρ᾽ ὀλίγον: ἐπιβοηθήσαντα δὲ τὸν Διομήδην καὶ πρὸς ὀλίγον θρασυνόμενον, ἔπειτα εὐθὺς ἀποστραφέντα φεύγειν, [89] ὡς κεραυνῶν δῆθεν εἰργόντων αὐτόν: τέλος δὲ τὴν τάφρον διαβαινομένην καὶ τὸ ναύσταθμον πολιορκούμενον καὶ ῥηγνυμένας [p. 138] ὑπὸ τοῦ Ἕκτορος τὰς πύλας καὶ τοὺς Ἀχαιοὺς εἰς τὰς ναῦς ἤδη κατειλημένους καὶ περὶ τὰς σκηνὰς πάντα τὸν πόλεμον καὶ τὸν Αἴαντα ἄνωθεν μαχόμενον ἀπὸ τῶν νεῶν καὶ τέλος ἐκβληθέντα ὑπὸ τοῦ Ἕκτορος καὶ ἀναχωρήσαντα καὶ τῶν νεῶν τινας ἐμπρησθείσας. [90] ἐνταῦθα γὰρ οὐκ ἔστιν Αἰνείας ὑπὸ Ἀφροδίτης ἁρπαζόμενοσοὐδὲ Ἄρης ὑπὸ ἀνδρὸς τιτρωσκόμενος οὐδὲ ἄλλο τοιοῦτον οὐθὲν ἀπίθανον, ἀλλὰ πράγματα ἀληθῆ καὶ ὅμοια γεγονόσι. μεθ᾽ ἣν ἧτταν οὐκέτι ἦν ἀναμάχεσθαι δυνατὸν οὐδὲ θαρρῆσαί ποτε τοὺς οὕτως ἀπειρηκότας ὡς μήτε ὑπὸ τῆς τάφρου μήτε ὑπὸ τοῦ ἐρύματος ὠφεληθῆναι μηθὲν μήτε αὐτὰς διαφυλάξαι τὰς ναῦς. [91] ποία γὰρ ἔτι τηλικαύτη δύναμις ἢ τίς οὕτως ἀνὴρ ἄμαχος καὶ θεοῦ ῥώμην ἔχων, ὃς ἐπιφανεὶς ἐδύνατο σῶσαι τοὺς ἀπολωλότας ἤδη; τὸ γὰρ τῶν Μυρμιδόνων πλῆθος πόσον τι πρὸς τὴν σύμπασαν ἦν στρατιάν; ἢ τὸ τοῦ Ἀχιλλέως σθένος, οὐ δήπου τότε πρῶτον μέλλοντος μάχεσθαι, πολλάκις δὲ ἐν πολλοῖς τοῖς ἔμπροσθενἔτεσιν εἰς χεῖρας ἐλθόντος, καὶ μήτε τὸν Ἕκτορα ἀποκτείναντος μήτε ἄλλο μηθὲν εἰργασμένου μέγα, εἰ μή γε Τρωίλον παῖδα ἔτι ὄντα τὴν ἡλικίαν ἑλόντος; [92] ἐνταῦθα δὲ γενόμενος Ὅμηρος οὐδὲν ἔτι τἀληθοῦς ἐφρόντισεν, ἀλλ᾽ εἰς ἅπαν ἧκεν ἀναισχυντίας καὶ πάντα τὰ πράγματα ἁπλῶσἀνέτρεψε καὶ μετέστησεν εἰς τοὐναντίον, καταπεφρονηκὼς μὲν τῶν ἀνθρώπων, ὅτι καὶ τἄλλα ἑώρα πάνυ ῥᾳδίως πειθομένους αὐτοὺς καὶ περὶ τῶν θεῶν, οὐκ ὄντων δὲ ἑτέρων ποιητῶν οὐδὲ συγγραφέων, παρ᾽ οἷς ἐλέγετο τἀληθές, ἀλλ᾽ αὐτὸς πρῶτος ἐπιθέμενος ὑπὲρ τούτων γράφειν, γενεαῖς δὲ ὕστερον ξυνθεὶς πολλαῖς, τῶν εἰδότωναὐτὰ ἠφανισμένων καὶ τῶν ἐξ ἐκείνων ἔτι, ἀμαυρᾶς δὲ καὶ ἀσθενοῦς ἔτι φήμης ἀπολειπομένης, ὡς εἰκὸς περὶ τῶν σφόδρα παλαιῶν, ἔτι δὲ πρὸς τοὺς πολλοὺς καὶ ἰδιώτας μέλλων διηγεῖσθαι τὰ ἔπη, καὶ ταῦτα βελτίω ποιῶν τὰ τῶν Ἑλλήνων, ὡς μηδὲ τοὺς γιγνώσκοντας ἐξελέγχειν. οὕτως δὴ ἐτόλμησε τἀναντία τοῖς γενομένοις [93] ποιῆσαι: [p. 139] Τοῦ γὰρ Ἀχιλλέως ἐπιβοηθήσαντος ἐν τῇ καταλήψει τῶν νεῶν ὑπ᾽ ἀνάγκης τὸ πλέον καὶ τῆς αὑτοῦ σωτηρίας ἕνεκεν, τροπὴν μέν τινα γενέσθαι τῶν Τρώων καὶ ἀναχωρῆσαι παραχρῆμα ἀπὸ τῶν νεῶν αὐτοὺς καὶ σβεσθῆναι τὸ πῦρ, ἅτε ἐξαπίνης ἐπιπεσόντος τοῦ Ἀχιλλέως, καὶ τούς τε ἄλλους ἀποχωρεῖν καὶ τὸν Ἕκτορα ὑπάγειν αὑτὸν ἔξω τῆς τάφρου καὶ τῆς περὶ τὸ στρατόπεδον στενοχωρίας, [94] σχέδην δὲ καὶ ἐφιστάμενον, ὥσπερ αὐτός φησιν Ὅμηρος. συμπεσόντων δὲ καὶ μαχομένων πάλιν, τὸν Ἀχιλλέα κάλλιστα ἀγωνίσασθαι μετὰ τῶν αὑτοῦ, καὶ πολλοὺς ἀποκτεῖναι τῶν Τρώων καὶ τῶν ἐπικούρων, ἄλλους τε καὶ τὸν Σαρπηδόνα τὸν τοῦ Διὸς υἱὸν λεγόμενον εἶναι, βασιλέα Λυκίων: καὶ περὶ τὴν τοῦ ποταμοῦ διάβασιν ἀποχωρούντων γενέσθαι φόνον πολύν, οὐ μέντοι προτροπάδην φεύγειν αὐτούς, ἀλλὰ πολλὰς ἑκάστοτε ὑποστροφὰς γίγνεσθαι. [95] τὸν δὲ Ἕκτορα ἐν τούτῳ παραφυλάττειν, ἐμπειρότατον ὄντα καιρὸν μάχης ξυνεῖναι, καὶ μέχρι μὲν ἤκμαζεν ὁ Ἀχιλλεὺς καὶ νεαλὴς ὢν ἐμάχετο,
μὴ ξυμφέρεσθαι αὐτῷ, μόνον δὲ τοὺς ἄλλους παρακαλεῖν: ἐπεὶ δ᾽ ᾐσθάνετο κάμνοντα ἤδη καὶ πολὺ τῆς πρότερον ὑφεικότα ὁρμῆς, ἅτε οὐ ταμιευσάμενον ἐν τῷ ἀγῶνι, καὶ ὑπὸ τοῦ ποταμοῦ κοπωθέντα μείζονος ἐρρυηκότος ἀπείρως διαβαίνοντα, καὶ ὑπό τε Ἀστεροπαίου τοῦ Παίονος ἑώρα τετρωμένον, Αἰνείαν τε συστάντα αὐτῷ καὶ μαχεσάμενον ἐπὶ πλέον, ὁπότε δὲ ἐβουλήθη ἀσφαλῶς ἀποχωρήσαντα, Ἀγήνορα δὲ οὐ καταλαβόντα ὁρμήσαντα διώκειν: καίτοι τούτῳ μάλιστα προεῖχεν ὁ Ἀχιλλεὺς ὅτι ἐδόκει τάχιστος εἶναι: [96] καταφανὴς οὖν ἐγεγόνει αὐτῷ διὰ τούτων ἁπάντων εὐάλωτος ὤν, ἅτε δεινῷ τὴν πολεμικὴν τέχνην: ὥστε θαρρῶν ἀπήντησεν αὐτῷ κατὰ μέσον τὸ πεδίον. καὶ τὸ μὲν πρῶτον ἐνέκλινεν ὡς φεύγων, ἀποπειρώμενος αὐτοῦ, ἅμα δὲ κοπῶσαι βουλόμενος, ὁτὲ μὲν περιμένων, ὁτὲ δὲ ἀποφεύγων: ἐπεὶ δὲ ἑώρα βραδύνοντα καὶ ἀπολειπόμενον, οὕτως ὑποστρέψας αὐτὸς ἧκεν ἐπ᾽ [p. 140] αὐτὸν οὐδὲ τὰ ὅπλα φέρειν ἔτι δυνάμενον, καὶ συμβαλὼν ἀπέκτεινε καὶ τῶν ὅπλων ἐκράτησεν, ὡς καὶ τοῦτο Ὅμηρος εἴρηκε. τοὺς δὲ ἵππους διῶξαι μέν φησι τὸν Ἕκτορα, οὐ λαβεῖν δέ, κἀκείνων ἁλόντων. [97] τὸ μὲν οὖν σῶμα μόλις διέσωσαν ἐπὶ τὰς ναῦς οἱ Αἴαντες. οἱ γὰρ Τρῶες ἤδη θαρροῦντες καὶ νικᾶν νομίζοντες, μαλακώτερονἐφείποντο: ὁ δὲ Ἕκτωρ ἐνδυσάμενος τὰ τοῦ Ἀχιλλέως ὅπλα ἐπίσημα ὄντα ἔκτεινέ τε καὶ ἐδίωκε μέχρι τῆς θαλάττης, ὡς ὁμολογεῖ ταῦτα Ὅμηρος. νὺξ δὲ ἐπιγενομένη ἀφείλετο μὴ πάσας ἐμπρῆσαι τὰς ναῦς. τούτων δὲ οὕτως γενομένων, οὐκ ἔχων ὅπως κρύψῃ τἀληθές, Πάτροκλον εἶναί φησι τὸν ἐπεξελθόντα μετὰ τῶν Μυρμιδόνων,ἀναλαβόντα τὰ τοῦ Ἀχιλλέως ὅπλα, καὶ τοῦτον ὑπὸ τοῦ Ἕκτορος ἀποθανεῖν, καὶ τὸν Ἕκτορα τῶν ὅπλων οὕτως κρατῆσαι. [98] καίτοι πῶς ἂν ὁ Ἀχιλλεὺς ἐν τοσούτῳ κινδύνῳ τοῦ στρατοπέδου ὄντος καὶ τῶν νεῶν ἤδη καιομένων καὶ ὅσον οὔπω ἐπ᾽ αὐτὸν ἥκοντος τοῦ δεινοῦ, καὶ τὸν Ἕκτορα ἀκούων ὅτι φησὶ μηδένα αὑτῷἀξιόμαχον εἶναι καὶ τὸν Δία βοηθεῖν αὑτῷ καὶ δεξιὰ σημεῖα φαίνειν, εἴ γε ἐβούλετο σῶσαι τοὺς Ἀχαιούς, αὐτὸς μὲν ἐν τῇ σκηνῇ ἔμενεν ἄριστος ὢν μάχεσθαι, τὸν δὲ πολὺ χείρονα αὑτοῦ ἔπεμπε; καὶ ἅμα μὲν παρήγγελλεν ἐμπεσεῖν ἰσχυρῶς καὶ ἀμύνεσθαι τοὺς Τρῶας, ἅμα δὲ τῷ Ἕκτορι μὴ μάχεσθαι; οὐδὲ γὰρ ἐπ᾽ ἐκείνῳ ἦν [99] οἶμαι προελθόντι γε ἅπαξ ὅτῳ ἐβούλετο μάχεσθαι. οὕτως δὲ ὑποκαταφρονῶν τοῦ Πατρόκλου καὶ ἀπιστῶν αὐτῷ, τὴν δύναμιν ἐπέτρεπεν ἐκείνῳ καὶ τὰ ὅπλα τὰ αὑτοῦ καὶ τοὺς ἵππους, ὡς ἂν κάκιστά τις βουλεύσαιτο περὶ τῶν αὑτοῦ, πάντα ἀπολέσαι βουλόμενος: ἔπειτα ηὔχετο τῷ Διὶ ὑποστρέψαι τὸν Πάτροκλον μετὰτῶν ὅπλων ἁπάντων καὶ τῶν ἑταίρων, οὕτως ἀνοήτως πέμπων αὐτὸν πρὸς ἄνδρα κρείττονα, ᾧ προκαλουμένῳ τοὺς ἀρίστους οὐδεὶς ὑπακοῦσαι ἤθελεν, [100] ὁ δὲ Ἀγαμέμνων ἄντικρυς ἔφη καὶ τὸν Ἀχιλλέα φοβεῖσθαι καὶ μὴ βούλεσθαι συμβαλεῖν ἐκείνῳ; τοιγαροῦν οὕτω βουλευσάμενον αὐτὸν λέγει τοῦ τε ἑταίρου στερηθῆναι καὶ πολλῶνἑτέρων, ὀλίγου δὲ καὶ τῶν ἵππων καὶ ἄοπλον γενέσθαι. ἃ οὐδέποτ᾽ [p. 141] ἂν ἐποίησεν Ἀχιλλεὺς μὴ ἀπόπληκτος ὤν: εἰ δὲ μή, πάντως ἂν αὐτὸν ἐκώλυσε Φοῖνιξ. ἀλλ᾽ οὐ γὰρ ἐβούλετο, φησί, ταχέως ἀπαλλάξαι τοῦ κινδύνου τοὺς Ἀχαιούς, ἕως ἂν λάβῃ τὰ δῶρα, καὶ ἅμα οὐδέπω τῆς ὀργῆς ἐπέπαυτο. [101] καὶ τί ἦν ἐμποδὼν αὐτὸν προελθόντα ἐφ᾽ ὅσον ἐβούλετο πάλιν μηνίειν; ξυνεὶς δὲ τῆς τοιαύτης ἀλογίας αἰνίττεται διὰ πρόρρησίν τινα μένειν αὐτόν, ὡς, εἰ ἐξῄει, πάντως ἀποθανούμενον, ἄντικρυς αὐτοῦ κατηγορῶν δειλίαν: καίτοι ἐξῆν αὐτῷ διὰ ταύτην τὴν πρόρρησιν ἀποπλεῦσαι διενεχθέντα πρὸς τὸν Ἀγαμέμνονα. οὐ μέντοι ἀλλὰ καὶ περὶ τοῦ Πατρόκλου ἐτύγχανεν ἀκηκοὼς τῆς μητρός, ὅν φησιν ἐν ἴσῳ τῇ ἑαυτοῦ κεφαλῇ τιμᾶν καὶ μηδὲ αὐτὸς ἔτι βούλεσθαι ζῆν ἐκείνου ἀποθανόντος. [102] ὡς δὲ ἑώρα αὐτὸν οὐ δυνάμενον βαστάσαι τὸ δόρυ τὰ ἄλλα ἐδίδου δῆλον ὅτι προσεοικότα τῷ δόρατι, καὶ οὐκ ἐφοβεῖτο μὴ οὐ δύνηται φέρειν αὐτά: ὥσπερ οὖν καί φησι συμβῆναι περὶ τὴν μάχην. ἀλλὰ γὰρ εἴ τις ἅπαντα ἐλέγχοι, πολὺ ἂν ἔργον εἴη. τὸ γὰρ ψεῦδος ἐξ αὑτοῦ φανερόν ἐστι τοῖς προσέχουσιν: ὥστε οὐδενὶ ἄδηλον καὶ τῶν ὀλίγον νοῦν ἐχόντων ὅτι σχεδὸν ὑπόβλητός ἐστιν ὁ Πάτροκλος καὶ τοῦτον ἀντήλλαξεν Ὅμηρος τοῦ Ἀχιλλέως, βουλόμενος τὸ κατ᾽ ἐκεῖνον κρύψαι. [103] ὑφορώμενος δὲ μή τις ἄρα καὶ τοῦ Πατρόκλου ζητῇ τάφον: ὥσπερ οἶμαι καὶ τῶν ἄλλων ἀριστέων τῶν ἀποθανόντων ἐν Τροίᾳ φανεροί εἰσιν οἱ τάφοι: διὰ τοῦτο προκαταλαμβάνων οὐκ ἔφη τάφον αὐτοῦ γενέσθαι καθ᾽ αὑτόν, ἀλλὰ μετὰ τοῦ Ἀχιλλέως τεθῆναι. καὶ Νέστωρ μὲν οὐκ ἠξίωσε μετ᾽ Ἀντιλόχου ταφῆναι δι᾽ αὐτὸν ἀποθανόντος, οἴκαδε τὰ ὀστᾶ κομίσας: τὰ δὲ τοῦ Ἀχιλλέως ὀστᾶ ἀνεμίχθη τοῖς τοῦ Πατρόκλου; μάλιστα μὲν οὖν ἐβούλετο Ὅμηρος ἀφανίσαι τὴν τοῦ Ἀχιλλέως τελευτὴν ὡς οὐκ ἀποθανόντος ἐν Ἰλίῳ. [104] τοῦτο δὲ ἐπεὶ ἀδύνατον ἑώρα, τῆς φήμης ἐπικρατούσης καὶ τοῦ τάφου δεικνυμένου, τό γε ὑφ᾽ Ἕκτορος [p. 142] αὐτὸν ἀποθανεῖν ἀφείλετο καὶ τοὐναντίον ἐκεῖνον ὑπὸ τοῦ Ἀχιλλέως ἀναιρεθῆναί φησιν, ὃς τοσοῦτον ὑπερεῖχε τῶν ἀνθρώπων ἁπάντων καὶ πρ�
�σέτι αἰκισθῆναι τὸν νεκρὸν αὐτοῦ καὶ συρῆναι μέχρι τῶν τειχῶν. πάλιν δὲ εἰδὼς τάφον ὄντα τοῦ Ἕκτορος καὶ τιμώμενον αὐτὸν ὑπὸ τῶν πολιτῶν, ἀποδοθῆναι αὐτὸν λέγει κελεύσαντος [105] τοῦ Διὸς λύτρων δοθέντων, τέως δὲ τὴν Ἀφροδίτην ἐπιμεληθῆναι καὶ τὸν Ἀπόλλω τοῦ διαμεῖναι τὸν νεκρόν. οὐκ ἔχων δὲ ὅ,τι ποιήσῃ τὸν Ἀχιλλέα, ἐπεὶ ἔδει αὐτὸν ὑπὸ τῶν Τρώων τινὸς ἀνῃρῆσθαι: οὐ γὰρ δὴ καὶ τοῦτον ἔμελλεν, ὥσπερ καὶ τὸν Αἴαντα, ὑφ᾽ ἑαυτοῦ ἀποθανόντα ποιεῖν, φθονῶν τῆς δόξης τῷ ἀνελόντι:τὸν Ἀλέξανδρόν φησιν ἀποκτεῖναι αὐτόν, ὃν πεποίηκε τῶν Τρώων κάκιστον καὶ δειλότατον καὶ ὑπὸ τοῦ Μενελάου μικροῦ δεῖν ζωγρηθέντα, γρηθέντα, ὃν λοιδορούμενον ἀεὶ πεποίηκεν, ὡς μαλθακὸν αἰχμητὴν καὶ ἐπονείδιστον ἐν τοῖς Ἕλλησι. [106] ἵνα δὴ τοῦ Ἕκτορος τὴν δόξαν ἀφέλοιτο, καὶ τὸν Ἀχιλλέα φαίνεται καθῃρηκώς, καὶ πολὺ χείρωκαὶ ἀδοξότερον αὐτοῦ ποιήσας τὸν θάνατον. τέλος δὲ προάγει ἤδη τεθνηκότα τὸν Ἀχιλλέα καὶ ποιεῖ μαχόμενον: οὐκ ὄντων δὲ ὅπλων, ἀλλὰ τοῦ Ἕκτορος ἔχοντος: ἐν τούτῳ γὰρ ἔλαθεν αὐτὸν ἕν τι τῶν ἀληθῶν ῥηθέν: ἐκ τοῦ οὐρανοῦ φησι κομίσαι τὴν Θέτιν ὑπὸ τοῦ Ἡφαίστου γενόμενα ὅπλα: καὶ οὕτως δὴ γελοίως τὸν Ἀχιλλέαμόνον τρεπόμενον τοὺς Τρῶας, τῶν δὲ ἄλλων Ἀχαιῶν, ὥσπερ οὐδενὸς παρόντος, ἁπάντων ἐπελάθετο: ἅπαξ δὲ τολμήσας τοῦτο ψεύσασθαι πάντα συνέχεε. καὶ τοὺς θεοὺς ἐνταῦθα ποιεῖ μαχομένους ἀλλήλοις, σχεδὸν ὁμολογῶν ὅτι οὐδὲν αὐτῷ μέλει ἀληθείας. [107] πάνυ δὲ ἀσθενῶς καὶ ἀπιθάνως τὴν ἀριστείαν διελθών, ὁτὲ μὲνποταμῷ μαχόμενον αὐτόν, ὁτὲ δὲ ἀπειλοῦντα Ἀπόλλωνι καὶ διώκοντα αὐτόν: ἐξ ὧν ἁπάντων ἰδεῖν ἔστι τὴν ἀπορίαν αὐτοῦ σχεδόν: οὐ γάρ ἐστιν ἐν τοῖς ἀληθέσιν οὕτως ἀπίθανος οὐδὲ ἀηδής: μόλις ποτὲ τῶν Τρώων εἰς τὴν πόλιν φευγόντων, τὸν Ἕκτορα πεποίηκε πρὸ τοῦ τείχους ἀνδρειότατα ὑπομένοντα αὐτὸν καὶ μήτε τῷ πατρὶδεομένῳ μήτε τῇ μητρὶ πειθόμενον, ἔπειτα φεύγοντα κύκλῳ τῆς [p. 143] πόλεως, ἐξὸν εἰσελθεῖν, καὶ τὸν Ἀχιλλέα, τάχιστον ἀνθρώπων ἀεί ποτε ὑπ᾽ αὐτοῦ λεγόμενον, οὐ δυνάμενον καταλαβεῖν. [108] τοὺς δὲ Ἀχαιοὺς ὁρᾶν ἅπαντας ὥσπερ ἐπὶ θέαν παρόντας καὶ μηδένα βοηθεῖν τῷ Ἀχιλλεῖ, τοιαῦτα πεπονθότας ὑπὸ τοῦ Ἕκτορος καὶ μισοῦντας αὐτόν, ὥστε καὶ νεκρὸν τιτρώσκειν. ἔπειτα Δηίφοβον ἐξελθόντα τοῦ τείχους, μᾶλλον δὲ Ἀθηνᾶν παραλογίσασθαι αὐτόν, εἰκασθεῖσαν Δηιφόβῳ, καὶ τὸ δόρυ κλέψαι τὸ τοῦ Ἕκτορος ἐν τῇ μάχῃ, οὐδὲ ὅπως ἀποκτείνῃ τὸν Ἕκτορα εὑρίσκων, τρόπον τινὰ ἰλιγγιῶν περὶ τὸ ψεῦδος καὶ τῷ ὄντι ὡς ἐν ὀνείρατι μάχην διηγούμενος. μάλιστα γοῦν προσέοικε τοῖς ἀτόποις ἐνυπνίοις τὰ περὶ τὴν μάχην ἐκείνην. [109] εἰς τοῦτο δὲ προελθὼν ἀπεῖπε λοιπόν, οὐκ ἔχων ὅ,τι χρήσηται τῇ ποιήσει καὶ τοῖς ψεύσμασι δυσχεραίνων ἀγῶνά τινα προσθεὶς ἐπιτάφιον, καὶ τοῦτο πάνυ γελοίως, καὶ τὴν Πριάμου βασιλέως εἰς τὸ στρατόπεδον ἄφιξιν παρὰ τὸν Ἀχιλλέα, μηδενὸς αἰσθομένου τῶν Ἀχαιῶν, καὶ τὰ λύτρα τοῦ Ἕκτορος. καὶ οὔτε τὴν τοῦ Μέμνονος βοήθειαν οὔτε τὴν τῶν Ἀμαζόνων, οὕτως θαυμαστὰ καὶ μεγάλα, ἐτόλμησεν εἰπεῖν, οὔτε τὸν τοῦ Ἀχιλλέως θάνατον οὔτε τὴν ἅλωσιν τῆς Τροίας. [110] οὐδὲ γὰρ ὑπέμεινεν οἶμαι πάλαι τεθνηκότα τὸν Ἀχιλλέα ποιεῖν πάλιν ἀναιρούμενον, οὐδὲ νικῶντας τοὺς ἡττηθέντας καὶ φεύγοντας, οὐδὲ τὴν κρατήσασαν πόλιν, ταύτην πορθουμένην. οἱ δὲ ὕστερον ἅτε ἐξηπατημένοι καὶ τοῦ ψεύδους ἰσχύοντος ἤδη θαρροῦντες ἔγραφον. τὰ δὲ πράγματα οὕτως ἔσχεν. [111] Ἀχιλλέως τελευτήσαντος ὑπὸ Ἕκτορος ἐν τῇ βοηθείᾳ τῶν νεῶν, οἱ μὲν Τρῶες, ὥσπερ καὶ πρότερον, ἐπηυλίσθησαν ἐγγὺς τῶν νεῶν, ὡς φυλάξοντες τοὺς Ἀχαιούς: ὑπώπτευον γὰρ αὐτοὺς ἀποδράσεσθαι τῆς νυκτός: ὁ δὲ Ἕκτωρ ἀνεχώρησεν εἰς τὴν πόλιν παρά τε τοὺς γονέας καὶ τὴν γυναῖκα, χαίρων τοῖς πεπραγμένοις, ἐπὶ τοῦ στρατεύματος καταλιπὼν Πάριν. [112] ὁ δ᾽ αὐτός τε καὶ τῶν Τρώων τὸ πλῆθος ἐκάθευδεν, ὡς εἰκὸς ἦν κεκοπωμένους καὶ μηδὲν προσδεχομένους κακόν, ἔτι δὲ παντελοῦς εὐπραγίας οὔσης. ἐν τούτῳ δὴ Ἀγαμέμνων μετὰ Νέστορος καὶ Ὀδυσσέως καὶ Διομήδους βουλευσάμενος [p. 144] σιωπῇ καθείλκυσαν τῶν νεῶν τὰς πολλάς, ὁρῶντες ὅτι καὶ τῇ προτεραίᾳ μικροῦ διεφθάρησαν, ὡς μηδὲ φυγὴν ἔτι εἶναι, καὶ μέρος οὐκ ὀλίγον ἦν ἐμπεπρησμένον αὐτῶν, ἀλλ᾽ οὐ μία ναῦς ἡ Πρωτεσιλάου: ταῦτα δὲ ποιήσαντες ἀπέπλευσαν εἰς τὴν Χερρόνησον, τῶν αἰχμαλώτων πολλὰ καταλιπόντες καὶ τῶν ἄλλων οὐκ ὀλίγα κτημάτων. [113] ἅμα δὲ τῆ ἡμέρᾳ φανεροῦ γενομένου τοῦ πράγματος, ὁ μὲν Ἕκτωρ ἠγανάκτει καὶ βαρέως ἔφερε καὶ τὸν Ἀλέξανδρον ἐλοιδόρει: τοὺς γὰρ πολεμίους αὐτὸν ἐκ τῶν χειρῶν ἀφεῖναι: τὰς δὲ σκηνὰς ἐνέπρησαν οἱ Τρῶες καὶ διήρπαζον τὰ καταλειφθέντα. τοῖς δὲ Ἀχαιοῖς ἐν τῷ ἀσφαλεῖ βουλευομένοις: οὐ γὰρ εἶχον οἱ περὶ τὸν Ἕκτορα ναυτικὸν ἕτοιμον, ὥστε διαβαίνειν ἐπ᾽ αὐτούς: ἐδόκει μὲν ἀπιέναι πᾶσι, πολλοῦ πλήθους ἀπολωλότος καὶ τῶν ἀρίστων ἀνδρῶν: κίνδυνος δὲ ἦν μὴ ναῦς ποιησάμενοι παραχρῆμα ἐπιπλεύσωσιν ἐπὶ τὴν Ἑλλάδα. [114] διὰ τοῦτο οὖν ἀναγκαῖον ἦν μένειν ὥσπερ κατ᾽ ἀρχὰς λῃστεύοντας, εἴ πως τῷ Πάριδι κάμ�
�οντι διαλλάξειαν αὑτοὺς καὶ πρὸς φιλίαν πράξαντες ἀπελθεῖν. ὡς δὲ ἔκριναν ταῦτα, καὶ ἐποίουν πέραν μένοντες. κἀνταῦθα τοῖς Τρωσὶν ἐπῆλθον ἐκ μὲν Αἰθιοπίας Μέμνων, αἱ δὲ Ἀμαζόνες ἐκ τοῦ Πόντου βοηθοὶ καὶ ἄλλο πλῆθος ἐπικούρων, ὡς εὐτυχοῦντας ἐπυνθάνοντο τὸν Πρίαμον καὶ τὸν Ἕκτορα καὶ τοὺς Ἀχαιοὺς ὅσον οὔπω διεφθαρμένους πάντας, οἱ μέν τινες κατ᾽ εὔνοιαν, οἱ δὲ καὶ φόβῳ τῆς δυνάμεως: οὐ γὰρ τοῖς ἡττημένοις οὐδὲ τοῖς κακῶς πράττουσιν, ἀλλὰ τοῖς νικῶσι καὶ τοῖς περιγενομένοις ἀπάντων πάντες ἐθέλουσι βοηθεῖν. [115] μετεπέμψαντο δὲ καὶ οἱ Ἀχαιοὶ παρ᾽ αὑτῶν εἴ τινα ἐδύναντο ὠφέλειαν: τῶν μὲν γὰρ ἔξωθεν οὐδὲν οὐδεὶς ἔτι προσεῖχεν αὐτοῖς: ἀλλὰ Νεοπτόλεμόν τε τὸν Ἀχιλλέως κομιδῇ νέον ὄντα καὶ Φιλοκτήτην ὑπεροφθέντα πρότερον διὰ τὴν νόσον, καὶ τοιαύτας βοηθείας οἴκοθεν ἀσθενεῖς καὶ ἀπόρους. ὧν ἀφικομένων μικρὸν ἀναπνεύσαντες πάλιν διέπλευσαν εἰς τὴν Τροίαν, καὶ περιεβάλοντο τεῖχος ἕτερον πολὺ ἔλαττον, οὐκ ἐν ᾧ πρότερον τόπῳ παρὰ τὸν αἰγιαλόν, ἀλλὰ τὸ ὑψηλὸν αὐτοῦ καταλαβόντες. [p. 145] [116] τῶν δὲ νεῶν αἱ μέν τινες ὑφώρμουν ὑπὸ τὸ τεῖχος, αἱ δὲ ἐν τῷ πέραν ἔμενον: ἅτε γὰρ οὐδεμίαν ἐλπίδα ἔχοντες κρατήσειν, ἀλλ᾽ ὁμολογιῶν δεόμενοι, καθάπερ εἶπον, οὐ βεβαίως ἐπολέμουν, ἀλλ᾽ ἀμφιβόλως τρόπον τινὰ καὶ πρὸς ἀπόπλουν μᾶλλον τὴν γνώμην ἔχοντες. ἐνέδραις οὖν ὡς τὸ πολὺ καὶ καταδρομαῖς ἐχρῶντο. καὶ ποτε μάχης ἰσχυροτέρας γενομένης, βιαζομένων αὐτῶν τὸ φρούριον ἐξελεῖν, Αἴας τε ὑπὸ Ἕκτορος ἀποθνήσκει καὶ Ἀντίλοχος ὑπὸ τοῦ Μέμνονος πρὸ τοῦ πατρός: [117] ἐτρώθη δὲ καὶ αὐτὸς ὁ Μέμνων ὑπὸ τοῦ Ἀντιλόχου, καὶ ἀποκομιζόμενος τραυματίας τελευτᾷ κατὰ τὴν ὁδόν. συνέβη δὲ καὶ τοῖς Ἀχαιοῖς εὐημερῆσαι τότε ὡς οὐ πρότερον. ὅ τε γὰρ Μέμνων μέγα ἀξίωμα ἔχων ἐτρώθη καιρίως, τήν τε Ἀμαζόνα ἀπέκτεινε Νεοπτόλεμος καταδραμοῦσαν ἐπὶ τὰς ναῦς ἰταμώτερον καὶ πειρωμένην ἐμπρῆσαι, μαχόμενος ἐκ τῆς νεὼς ναυμάχῳ δόρατι, καὶ Ἀλέξανδρος ἀποθνῄσκει Φιλοκτήτῃ διατοξευόμενος. [118] ἦν οὖν ἀθυμία καὶ παρὰ τοῖς Τρωσίν, εἰ μηδέποτε παύσονται τοῦ πολέμου μηδὲ ἔσται μηδὲν αὐτοῖς πλέον νικῶσιν. ὅ τε Πρίαμος ἄλλος ἐγεγόνει μετὰ τὴν Ἀλεξάνδρου τελευτήν, σφόδρα ἀνιαθεὶς καὶ φοβούμενος ὑπὲρ τοῦ Ἕκτορος. πολὺ δὲ φαυλότερον ἔσχε τὰ τῶν Ἀχαιῶν Ἀντιλόχου τε καὶ Αἴαντος τεθνηκότων: ὥστε πέμπουσι περὶ συμβάσεων, φάσκοντες ἀπιέναι γενομένης εἰρήνης καὶ ὅρκων ὀμοσθέντων μηκέτι στρατεύσειν μήτε αὐτοὺς εἰς τὴν Ἀσίαν μήτε ἐκείνους ἐπὶ τὸ Ἄργος. [119] μετὰ δὲ ταῦτα ὁ μὲν Ἕκτωρ ἀντέλεγε: πολὺ γὰρ εἶναι κρείττους καὶ τὸ ἐπιτείχισμα ἔφη κατὰ κράτος αἱρήσειν: μάλιστα δὲ ἐχαλέπαινε τῇ Ἀλεξάνδρου τελευτῇ. δεομένου δὲ τοῦ πατρὸς καὶ τὸ γῆρας τὸ αὑτοῦ λέγοντος καὶ τῶν παίδων τὸν θάνατον, τοῦ τε ἄλλου πλήθους ἀπηλλάχθαι βουλομένου, τὰς μὲν διαλύσεις συνεχώρησεν: ἠξίου δὲ τοὺς Ἀχαιοὺς τά τε χρήματα διαλῦσαι τὰ δαπανηθέντα εἰς τὸν πόλεμον καὶ δίκην τινὰ ὑποσχεῖν, ὅτι μηθὲν ἀδικηθέντες ἐστρατεύσαντο, καὶ τήν τε χώραν διέφθειραν πολλοῖς ἔτεσι καὶ ἄνδρας ἀγαθοὺς ἄλλους τε καὶ Ἀλέξανδρον, οὐδὲν ὑπ᾽ αὐτοῦ παθόντες, ἀλλ᾽ ὅτι κρείττων ἐνομίσθη [p. 146] κατὰ μνηστείαν καὶ γυναῖκα ἔλαβεν ἐκ τῆς Ἑλλάδος τῶν κυρίων [120] διδόντων. ὁ δὲ Ὀδυσσεύς, οὗτος γὰρ ἐπρέσβευε περὶ τῆς εἰρήνης, παρῃτεῖτο, ἐπιδεικνὺς ὅτι οὐχ ἥττω δεδράκασιν ἢ πεπόνθασιν, καὶ τὴν αἰτίαν ἐκείνοις ἀνετίθει τοῦ πολέμου: μηδὲν γὰρ δεῖν Ἀλέξανδρον τοσούτων οὐσῶν κατὰ τὴν Ἀσίαν γυναικῶν, τὸν δὲ εἰς τὴνἙλλάδα ἐλθόντα μνηστεύειν καὶ ἀπελθεῖν καταγελάσαντα τῶν ἀρίστων παρ᾽ αὐτοῖς, πλούτῳ νικήσαντα: συμβῆναι γὰρ οὐχ ἁπλῶς τὴν μνηστείαν, ἀλλὰ ἐπιβουλεύειν αὐτὸν τοῖς ἐκεῖ πράγμασι διὰ τούτου μὴ λανθάνειν αὐτούς: ὥστε τὸ λοιπὸν ἠξίου παύσασθαι, τοσούτων κακῶν γεγονότων ἀμφοτέροις, καὶ ταῦτα ἐπιγαμίας τεοὔσης καὶ συγγενείας τοῖς Ἀτρείδαις πρὸς αὐτοὺς διὰ Πέλοπα. [121] περὶ δὲ τῶν χρημάτων κατεγέλα: μὴ γὰρ εἶναι χρήματα τοῖς Ἕλλησιν, ἀλλὰ καὶ νῦν τοὺς πολλοὺς ἑκόντας στρατεύεσθαι διὰ τὴν οἴκοι πενίαν. ταῦτα δὲ ἔλεγεν ἀποτρέπων αὐτοὺς τῆς ἐπὶ τὴν Ἑλλάδα στρατείας. εἰ δὲ δέοι τινα δίκην γενέσθαι τοῦ εὐπρεποῦσχάριν, αὐτὸς εὑρεῖν. καταλείψειν γὰρ αὐτοὺς ἀνάθημα κάλλιστον καὶ μέγιστον τῇ Ἀθηνᾷ καὶ ἐπιγράψειν, Ἱλαστήριον Ἀχαιοὶ τῇ Ἀθηνᾷ τῇ Ἰλιάδι. τοῦτο γὰρ φέρειν μεγάλην τιμὴν ἐκείνοις: καθ᾽ [122] ἑαυτῶν δὲ γίγνεσθαι μαρτύριον ὡς ἡττημένων. παρεκάλει δὲ καὶ τὴν Ἑλένην ὑπὲρ τῆς εἰρήνης συλλαμβάνειν. ἡ δὲ συνέπραττεπροθύμως: ἤχθετο γὰρ ὅτι δι᾽ αὐτὴν οἱ Τρῶες ἐδόκουν πολλὰ κακὰ πάσχειν. καὶ ποιοῦνται τὰς διαλύσεις, καὶ σπονδαὶ γίγνονται τοῖς Τρωσὶ καὶ τοῖς Ἀχαιοῖς: Ὅμηρος δὲ καὶ τοῦτο μετήνεγκεν ἐπὶ τὸ ψεῦδος, εἰδὼς γενόμενον: ἀλλ᾽ ἔφη τοὺς Τρῶας συγχέαι τὰς σπονδάς: ὤμοσάν τε ἀλλήλοις ὅ τε Ἕκτωρ καὶ Ἀγαμέμνων καὶτῶν ἄλλων οἱ δυνατοὶ μήτε τοὺς Ἕλληνάς ποτε στρατεύσειν εἰς τὴν Ἀσίαν, ἕως ἂν ἄρχῃ τὸ Πριάμου γένος, μήτε τοὺς Πριαμίδας εἰς Πελοπόννησον ἢ Βοιωτίαν ἢ Κρήτην ἢ Ἰθάκην ἢ Φθίαν
ἢ Εὔβοιαν. [123] ταύτας γὰρ μόνας ἐξαιρέτους ἐποίουν: περὶ δὲ τῶν ἄλλων οὐκ ἐβούλοντο ὀμνύειν οἱ Τρῶες οὐδὲ τοῖς Ἀτρείδαις ἔμελε. τούτων δὲ ὀμοσθέντων, ὅ τε ἵππος ὑπὸ τῶν Ἀχαιῶν ἐτελέσθη, μέγα ἔργον, καὶ ἀνήγαγον αὐτὸν οἱ Τρῶες πρὸς τὴν πόλιν καὶ τῶν [p. 147] πυλῶν οὐ δεχομένων, μέρος τι τοῦ τείχους καθεῖλον: ὅθεν γελοίως ἐλέχθη τὸ ἁλῶναι τὴν πόλιν ὑπὸ τοῦ ἵππου. καὶ τὸ στράτευμα ᾤχετο ὑπόσπονδον τούτῳ τῷ τρόπῳ. τὴν δὲ Ἑλένην ὁ Ἕκτωρ συνῴκισε Δηιφόβῳ, ὃς ἦν μετ᾽ ἐκεῖνον τῶν ἀδελφῶν ἄριστος. [124] ὁ δὲ πατὴρ αὐτοῦ τελευτᾷ πάντων εὐδαιμονέστατος, πλὴν ὅσα λελύπητο περὶ τῶν παίδων τῶν τετελευτηκότων. καὶ αὐτὸς βασιλεύσας συχνο ἔτη καὶ πλεῖστα τῆς Ἀσίας καταστρεψάμενος γηραιὸς ἀποθνῄσκει, καὶ θάπτεται πρὸ τῆς πόλεως. τὴν δὲ ἀρχὴν Σκαμανδρίῳ τῷ παιδὶ κατέλιπεν. ταῦτα δὲ ἔχοντα οὕτως ἐπίσταμαι σαφῶς ὅτι οὐδεὶς ἀποδέξεται, φήσουσι δὲ ψευδῆ πάντες εἶναι, πλὴν τῶν φρονούντων, οὐ μόνον οἱ Ἕλληνες, ἀλλὰ καὶ ὑμεῖς. ἡ γὰρ διαβολὴ σφόδρα χαλεπόν ἐστι καὶ τὸ ἐξηπατῆσθαι πολὺν χρόνον. [125] σκοπεῖτε δὲ τἀναντία πῶς ἐστι γελοῖα, ἀφελόντες τὴν δόξαν καὶ τὸ προκατειλῆφθαι: κρυφθῆναι μὲν ἐν τῷ ἵππῳ στράτευμα ὅλον, τῶν δὲ Τρώων μηθένα αἰσθάνεσθαι τοῦτο μηδὲ ὑποπτεῦσαι, καὶ ταῦτα μάντεως οὔσης παρ᾽ αὐτοῖς ἀψευδοῦς, ἀλλὰ κομίσαι τοὺς πολεμίους δι᾽ αὑτῶν εἰς τὴν πόλιν: πρότερον δὲ ἕνα ἄνδρα πάντων ἡττωμένων ἱκανὸν γενέσθαι γυμνὸν ἐπιφανέντα τῇ φωνῇ τρέψασθαι τοσαύτας μυριάδας, καὶ μετὰ τοῦτο ὅπλα οὐκ ἔχοντα, ἐκ τοῦ οὐρανοῦ λαβόντα νικῆσαι τοὺς μιᾷ πρότερον ἡμέρᾳ κρατοῦντας καὶ διώκειν ἅπαντας ἕνα ὄντα. [126] αὐτὸν δὲ ἐκεῖνον τοσοῦτον ὑπερέχοντα ἀποθανεῖν ὑπὸ τοῦ πάντων κακίστου τὴν ψυχήν, ὡς αὐτοί φασιν, ἄλλου τε ἀποθανόντος ἄλλον σκυλευθῆναι, μόνῳ δὲ ἐκείνῳ τῶν ἡγεμόνων μὴ γενέσθαι τάφον. ἄλλον δέ τινα τῶν ἀρίστων τοσαῦτα ἔτη πολεμοῦντα ὑπὸ μὲν τῶν πολεμίων μηδενὸς ἀποθανεῖν: αὑτὸν δὲ ὀργισθέντα ἀποσφάξαι, καὶ ταῦτα δοκοῦντα σεμνότατον καὶ πρᾳότατον εἶναι τῶν συμμάχων. [127] τὸν δὲ ποιητὴν προθέμενον εἰπεῖν τὸν Τρωικὸν πόλεμον τὰ κάλλιστα καὶ μέγιστα τῶν γεγονότων ἐᾶσαι καὶ μηδὲ τὴν ἅλωσιν τῆς πόλεως διελθεῖν. ταῦτα γάρ ἐστιν ἐν τοῖς πεποιημένοις καὶ λεγομένοις. ὁ μὲν Ἀχιλλεύς, προηττημένων τῶν Ἀχαιῶν οὐκ εἰς ἅπαξ οὐδὲ τῶν ἄλλων μόνον, ἀλλὰ [p. 148] καὶ τῆς ἑαυτοῦ στρατιᾶς, μόνος περιγενόμενος καὶ τοσοῦτον τὰ πράγματα μεταβαλών, αὐτὸς δὲ Ἕκτορα μὲν ἀποκτείνας, ὑπὸ δὲ Ἀλεξάνδρου ἀποθνῄσκων, ὃς ἦν ὕστατος τῶν Τρώων, ὡς αὐτοὶ λέγουσι, Πατρόκλου δὲ ἀποθανόντος, σκυλευόμενος ὁ Ἀχιλλεὺς καὶ τὰ ἐκείνου ληφθέντα ὅπλα, ὁ δὲ Πάτροκλος οὐ ταφείς. [128] ἐπειδὴδὲ Αἴαντος ἦν τάφος καὶ πάντες ᾔδεσαν αὐτὸν ἐν Τροίᾳ τελευτήσαντα, ἵνα δὴ μὴ ποιήσῃ τὸν ἀποκτείναντα ἔνδοξον, αὐτὸς αὑτὸν ἀνελών. οἱ δὲ Ἀχαιοὶ φεύγοντες μὲν ἐκ τῆς Ἀσίας σιωπῇ καὶ τὰς σκηνὰς κατακαύσαντες καὶ τὸ ναύσταθμον ἁφθὲν ὑπὸ τοῦ Ἕκτορος καὶ τὸ τεῖχος αὐτῶν ἑαλωκός, καὶ ἀνάθημα ἀναθέντες τῇἈθηνᾷ καὶ ἐπιγράψαντες, ὡς ἔθος ἐστὶ τοὺς ἡττημένους, οὐδὲν δὲ ἧττον τὴν Τροίαν ἑλόντες, ἐν δὲ τῷ ἵππῳ τῷ ξυλίνῳ στράτευμα ἀνθρώπων ἀποκρυφθέν. οἱ δὲ Τρῶες ὑποπτεύσαντες μὲν τὸ πρᾶγμα καὶ βουλευσάμενοι κατακαῦσαι τὸν ἵππον ἢ διατεμεῖν, μηθὲν δὲ τούτων ποιήσαντες, ἀλλὰ πίνοντες καὶ καθεύδοντες, καὶ [129] ταῦτα προειπούσης αὐτοῖς τῆς Κασσάνδρας. ταῦτα οὐκ ἐνυπνίοις ἐοικότα τῷ ὄντι καὶ ἀπιθάνοις ψεύσμασιν; ἐν γὰρ τοῖς ὅρῳ γεγραμμένοις ὀνείρασιν οἱ ἄνθρωποι τοιαύτας ὄψεις ὁρῶσι, νῦν μὲν δοκοῦντες ἀποθνῄσκειν καὶ σκυλεύεσθαι, πάλιν δὲ ἀνίστασθαι καὶ μάχεσθαι γυμνοὶ ὄντες, ἐνίοτε δὲ οἰόμενοι διώκειν καὶ τοῖς θεοῖσδιαλέγεσθαι καὶ αὑτοὺς ἀποσφάττειν καὶ μηδενὸς δεινοῦ ὄντος, καὶ οὕτως, εἰ τύχοι ποτέ, πέτεσθαι καὶ βαδίζειν ἐπὶ τῆς θαλάττης. ὥστε καὶ τὴν Ὁμήρου ποίησιν ὀρθῶς ἄν τινα εἰπεῖν ἐνύπνιον, καὶ τοῦτο ἄκριτον καὶ ἀσαφές. [130] ἄξιον δὲ κἀκεῖνο ἐνθυμηθῆναι πρὸς τοῖς ὁμολογουμένοις. ὁμολογοῦσι γὰρ ἅπαντες τοὺς Ἀχαιοὺς ἐκ τῆς Ἀσίας ἀναχθῆναι χειμῶνος ἤδη, καὶ διὰ τοῦτο ἀπολέσθαι τὸ πλέον τοῦ στόλου περὶ τὴν Εὔβοιαν: ἔτι δὲ μὴ κατὰ ταὐτὸ πλεῖν ἅπαντας, ἀλλὰ στασιάσαι τὸ στράτευμα καὶ τοὺς Ἀτρείδας, καὶ τοὺς μὲν Ἀγαμέμνονι, τοὺς δὲ Μενελάῳ προσθέσθαι, τοὺς δὲ καθ᾽ αὑτοὺς ἀπελθεῖν, ὧν καὶΌμηρος ἐν Ὀδυσσείᾳ μέμνηται. τοὺς μὲν γὰρ εὖ πράττοντας ὁμονοεῖν εἰκὸς καὶ τῷ βασιλεῖ τὸ πλεῖστον ὑποτάττεσθαι, καὶ τὸν Μενέλαον μὴ διαφέρεσθαι πρὸς τὸν ἀδελφὸν παραχρῆμα τῆς εὐεργεσίας: [p. 149] τοῖς δὲ ἡττημένοις καὶ κακῶς πράττουσιν ἅπαντα ταῦτα ἀνάγκη συμβαίνειν. [131] ἔτι δὲ τοὺς μὲν φοβουμένους καὶ φεύγοντας ἐκ τῆς πολεμίας ἀπιέναι τὴν ταχίστην: τοὺς δὲ νικῶντας καὶ διακινδυνεύειν μένοντας: τοὺς δὲ κρατοῦντας καὶ πρὸς τοῖς αὑτῶν ἔχοντας τοσοῦτον πλῆθος αἰχμαλώτων καὶ χρημάτων περιμένειν τὴν ἀσφαλεστάτην ὥραν, ἅτε καὶ αὐτῆς τῆς γῆς κρατοῦντας καὶ πολλὴν ἁπάντων ἀφθονίαν ἔχοντας, ἀλλὰ μὴ δέκα ἔτη περιμείναντας διαφθαρῆναι παρ᾽ ὀλί�
�ον. αἵ τε οἴκοι συμφοραὶ καταλαβοῦσαι τοὺς ἀφικομένους οὐχ ἥκιστα δηλοῦσι τὸ πταῖσμα καὶ τὴν ἀσθένειαν αὐτῶν: [132] οὐ πάνυ γὰρ εἰώθασιν ἐπιτίθεσθαι τοῖς νικῶσιν οὐδὲ τοῖς εὐτυχοῦσιν, ἀλλὰ τούτους μὲν θαυμάζουσι καὶ φοβοῦνται, τῶν δὲ ἀποτυχόντων καταφρονοῦσιν οἵ τε ἔξωθεν καί τινες τῶν ἀναγκαίων. φαίνεται δὲ Ἀγαμέμνων ὑπὸ τῆς γυναικὸς ὑπεροφθεὶς διὰ τὴν ἧτταν, ὅ τε Αἴγισθος ἐπιθέμενος αὐτῷ καὶ κρατήσας ῥᾳδίως, οἵ τε Ἀργεῖοι καταλαβόντες τὸ πρᾶγμα καὶ τὸν Αἴγισθον βασιλέα ἀποδείξαντες, οὐκ ἄν εἰ μετὰ τοσαύτης δόξης καὶ δυνάμεως ἀφικόμενον τὸν Ἀγαμέμνονα ἀπέκτεινε, κρατήσαντα τῆς Ἀσίας. [133] ὅ τε Διομήδης ἐξέπεσεν οἴκοθεν, οὐθενὸς ἔλαττον εὐδοκιμῶν ἐν τῷ πολέμῳ, καὶ Νεοπτόλεμος εἴτε ὑπὸ Ἑλλήνων εἴτε ὑπὸ ἄλλων τινῶν: μετ᾽ οὐ πολὺ δὲ καὶ πάντες ἐξέπεσον ἐκ τῆς Πελοποννήσου, καὶ κατελύθη τὸ τῶν Πελοπιδῶν γένος δι᾽ ἐκείνην τὴν ξυμφοράν, οἱ δ᾽ Ἡρακλεῖδαι, πρότερον ἀσθενεῖς ὄντες καὶ ἀτιμαζόμενοι, [134] κατῆλθον μετὰ Δωριέων. Ὀδυσσεὺς δὲ ἐβράδυνεν ἑκών, τὰ μὲν αἰσχυνόμενος, τὰ δ᾽ ὑποπτεύων τὰ πράγματα. καὶ διὰ τοῦτο ἐπὶ μνηστείαν ἐτράπησαν τῆς Πηνελόπης καὶ τῶν κτημάτων ἁρπαγὴν ἡ τῶν Κεφαλλήνων νεότης. καὶ οὐδεὶς ἐβοήθει τῶν φίλων τῶν Ὀδυσσέως οὐδὲ Νέστωρ οὕτως ἐγγύθεν. ἅπαντες γὰρ ἦσαν ταπεινοὶ καὶ φαύλως ἔπραττον οἱ τῆς στρατείας μετασχόντες. τοὐναντίον δὲ ἐχρῆν δεινοὺς ἅπασι φαίνεσθαι τοὺς νενικηκότας καὶ μηδένα αὐτοῖς ἐπιχειρεῖν. [135] Μενέλαος δὲ τὸ παράπαν οὐχ ἧκεν εἰς Πελοπόννησον, ἀλλ᾽ ἐν Αἰγύπτῳ κατέμεινεν. καὶ σημεῖά γε ἔστιν ἄλλα τε τῆς ἀφίξεως καὶ νομὸς ἀπ᾽ αὐτοῦ καλούμενος, οὐκ ἂν εἰ [p. 150] πεπλανημένος καὶ πρὸς ὀλίγον ἀφίκετο. γήμας δὲ τὴν τοῦ βασιλέως θυγατέρα καὶ διηγήσατο τοῖς ἱερεῦσι τὰ τῆς στρατείας οὐθὲν ἀποκρυπτόμενος. οἱ δέ φασιν ὅτι καὶ τὴν Ἑλένην ἐκεῖθεν ἔλαβεν, λόγον ἁπάντων ἀπιστότατον: τέως δὲ ἐλάνθανεν εἴδωλον ἐκ τῆς Τροίας ἔχων: ὅ τε πόλεμος συνεστήκει περὶ εἰδώλου τὰ δέκα ἔτη. [136] σχεδὸν δὲ καὶ Ὅμηρος ἐπίσταται τοῦτο καὶ αἰνίττεται, φήσας τὸν Μενέλαον μετὰ τὴν τελευτὴν ὑπὸ τῶν θεῶν εἰς τὸ Ἠλύσιον πεδίον πεμφθῆναι, ὅπου μήτε νιφετὸς γίγνεται μήτε χειμών, ἀλλ᾽ αἰθρία δἰ ἔτους καὶ πρᾷος ἀήρ: ὁ γὰρ ἐπὶ τῆς Αἰγύπτου τόπος τοιοῦτός ἐστιν. δοκοῦσι δέ μοι καὶ τῶν ὕστερον ποιητῶν τινες ὑποπτεῦσαιτὰ πράγματα. τὴν γὰρ Ἑλένην ἐπιβουλευθῆναι μὲν ὑπὸ Ὀρέστου λέγει τις τῶν τραγῳδοποιῶν εὐθὺς ἐλθοῦσαν, γενέσθαι δὲ ἀφανῆ τῶν ἀδελφῶν ἐπιφανέντων. τοῦτο δὲ οὐκ ἄν ποτε ἐποίησεν, εἰ ἐφαίνετο ἡ Ἑλένη κατοικήσασα ὕστερον ἐν τῇ Ἑλλάδι καὶ τῷ Μενελάῳ [137] συνοῦσα. τὰ μὲν δὴ τῶν Ἑλλήνων μετὰ τὸν πόλεμον εἰστοῦτο ἦλθε δυστυχίας καὶ ταπεινότητος, τὰ δὲ τῶν Τρώων πολὺ κρείττονα καὶ ἐπικυδέστερα ἐγένετο. τοῦτο μὲν γὰρ Αἰνείας ὑπὸ Ἕκτορος πεμφθεὶς μετὰ στόλου καὶ δυνάμεως πολλῆς Ἰταλίαν κατέσχε τὴν εὐδαιμονεστάτην χώραν τῆς Εὐρώπης: τοῦτο δὲ Ἕλενος εἰς μέσην ἀφικόμενος τὴν Ἑλλάδα Μολοττῶν ἐβασίλευσε καὶ τῆς ἠπείρου πλησίον Θετταλίας. καίτοι πότερον εἰκὸς ἦν τοὺς ἡττηθέντας ἐπιπλεῖν ἐπὶ τὴν τῶν κρατησάντων χώραν καὶ βασιλεύειν παρ᾽ αὐτοῖς ἢ τοὐναντίον τοὺς κρατήσαντας ἐπὶ τὴν τῶν ἡττημένων; [138] πῶς δέ, εἴπερ ἁλούσης Τροίας ἔφευγον οἱ περὶ τὸν Αἰνείαν καὶ τὸν Ἀντήνορα καὶ τὸν Ἕλενον, οὐ πανταχόσε μᾶλλον ἔφευγονἢ εἰς τὴν Ἑλλάδα καὶ τὴν Εὐρώπην, οὐδὲ τόπον τινὰ ἠγάπων καταλαβόντες τῆς Ἄσίας, ἀλλ᾽ εὐθὺς ἐπὶ τὴν ἐκείνων ἔπλεον ὑφ᾽ ὧν ἀνάστατοι ἐγένοντο; πῶς δὲ ἐβασίλευσαν ἅπαντες οὐ σμικρῶν οὐδὲ ἀνωνύμων χωρίων; ἐξὸν αὐτοῖς καὶ τὴν Ἑλλάδα κατασχεῖν; ἀλλ᾽ ἀπείχοντο διὰ τοὺς ὅρκους. ὅμως δὲ Ἕλενος οὐκ ὀλίγον αὐτῆσἀπετέμετο, τὴν Ἤπειρον: Ἀντήνωρ δὲ Ἑνετῶν ἐκράτησε καὶ γῆς [p. 151] ἀρίστης τῆς περὶ τὸν Ἀδρίαν: Αἰνείας δὲ πάσης Ἰταλίας ἐβασίλευσε καὶ πόλιν ᾤκισε τὴν μεγίστην πασῶν. [139] ταῦτα δὲ οὐκ εἰκὸς ἦν πρᾶξαι φυγάδας ἀνθρώπους καὶ ταῖς οἴκοθεν ξυμφοραῖς καταβεβλημένους, ἀλλ᾽ ἀγαπᾶν, εἴ τις αὐτοὺς εἴα κατοικεῖν: ἄλλως τε μετὰ ποίας ἀφορμῆς ἀφικομένους χρημάτων ἢ στρατιᾶς διὰ μέσων τῶν πολεμίων φεύγοντας, ἐμπεπρησμένης τῆς πόλεως, πάντων ἀπολωλότων, ὅπου χαλεπὸν ἦν τὰ σώματα αὐτὰ διασῶσαι τοὺς ἰσχύοντας καὶ νέους, ἀλλ᾽ οὐ μετὰ παίδων, γυναικῶν καὶ γονέων καὶ χρημάτων ἀπανίστασθαι, καὶ ταῦτα ἀδοκήτως τε καὶ παρ᾽ ἐλπίδας ἁλούσης τῆς πόλεως, οὐχ ὥσπερ εἰώθασι κατὰ σπονδὰς κατ᾽ ὀλίγον ἐκλείπειν; [140] ἀλλὰ τὸ γενόμενον δυνατὸν γενέσθαι. τὸν δὲ Ἕκτορά φασιν, ὡς ἀπέπλευσαν οἱ Ἀχαιοί, πολλοῦ πλήθους εἰς τὴν πόλιν συνεληλυθότος καὶ μηδὲ τῶν ἐπικούρων ἀπιέναι βουλομένων ἁπάντων, ἔτι δὲ ὁρῶντα τὸν Αἰνείαν οὐκ ἀνεχόμενον, εἰ μὴ μέρος λάβοι τῆς ἀρχῆς: ταῦτα γὰρ ὑποσχέσθαι τὸν Πρίαμον αὐτῷ διαπολεμήσαντι τὸν πόλεμον καὶ ἐκβαλόντι τοὺς Ἀχαιούς: οὕτω δὴ τὴν ἀποικίαν στεῖλαι χρημάτων τε οὐ φεισάμενον καὶ πλῆθος ὁπόσον αὐτὸς ἐβούλετο πέμψαντα μετὰ πάσης προθυμίας. [141] λέγειν δὲ αὐτὸν ὡς ἄξιος μὲν εἴη βασιλεύειν καὶ μηδὲν καταδεεστέραν ἀρχὴν ἔχειν τῆ�
� αὑτοῦ, προσήκειν δὲ μᾶλλον ἑτέραν κτήσασθαι γῆν: εἶναι γὰρ οὐκ ἀδύνατον πάσης κρατῆσαι τῆς Εὐρώπης: τούτων δὲ οὕτως γενομένων ἐλπίδας ἔχειν τοὺς ἀπ᾽ αὐτῶν ἄρχειν ἑκατέρας τῆς ἠπείρου, ἐφ᾽ ὅσον ἂν σώζηται τὸ γένος. [142] ταῦτα δὴ ἀξιοῦντος Ἕκτορος ἑλέσθαι τὸν Αἰνείαν, τὰ μὲν ἐκείνῳ χαριζόμενον, τὰ δὲ ἐλπίζοντα μειζόνων τεύξεσθαι: οὕτως δὴ τὴν ἀποικίαν γενέσθαι ἀπὸ ἰσχύος καὶ φρονήματος ὑπό τε ἀνθρώπων εὐτυχούντων παραχρῆμά τε δυνηθῆναι καὶ εἰς αὖθις. ὁρῶντα δὲ Ἀντήνορα Αἰνείαν στελλόμενον καὶ αὐτὸν ἐπιθυμῆσαι Εὐρώπης ἐπάρξαι, καὶ γενέσθαι στόλον ἄλλον τοιοῦτον. πρὸς δὲ τούτοις ἐγκαλοῦντα Ἕλενον ὡς ἐλαττούμενον Δηιφόβου δεηθῆναι τοῦ πατρός, καὶ λαβόντα ναῦς καὶ στρατιὰν ὡς ἐφ᾽ ἕτοιμον τὴν Ἑλλάδα πλεῦσαι καὶ κατασχεῖν ὅλην τὴν ἔκσπονδον. [143] οὕτω δὴ καὶ Διομήδην φεύγοντα ἐξ Ἄργους, ἐπειδὴ τὸν Αἰνείου στόλον ἐπύθετο, ἐλθεῖν πρὸς αὐτόν, εἰρήνης [p. 152] καὶ φιλίας αὐτοῖς γενομένης, δεηθῆναί τε βοηθείας τυχεῖν, διηγησάμενον τάς τε Ἀγαμέμνονος καὶ τὰς αὑτοῦ συμφοράς. τὸν δὲ ἀναλαβεῖν αὐτὸν ἔχοντα ὀλίγας ναῦς καὶ μέρος τι παραδοῦναι τῆς στρατιᾶς, ἐπειδὴ πᾶσαν ἔσχε τὴν χώραν. [144] ὕστερον δὲ τῶν Ἀχαιῶν τοὺς ἐκπεσόντας ὑπὸ Δωριέων, ἀποροῦντας ὅποι τράπωνται δἰἀσθένειαν, εἰς τὴν Ἀσίαν ἐλθεῖν ὡς παρὰ φίλους τε καὶ ἐνσπόνδους τοὺς ἀπὸ Πριάμου τε καὶ Ἕκτορος, Λέσβον τε οἰκῆσαι κατὰ φιλίαν παρέντων καὶ ἄλλα οὐ μικρὰ χωρία. ὅστις δὲ μὴ πείθεται τούτοις ὑπὸ τῆς παλαιᾶς δόξης, ἐπιστάσθω ἀδύνατος ὢν ἀπαλλαγῆναι ἀπάτης καὶ διαγνῶναι τὸ ψεῦδος [145] ἀπὸ τοῦ ἀληθοῦς. τὸ γὰρ πιστεύεσθαι πολὺν χρόνον ὑπὸ ἀνθρώπων ἠλιθίων οὐδέν ἐστιν ἰσχυρὸν οὐδὲ ὅτι τὰ ψευδῆ ἐλέχθη παρὰ τοῖς πρότερον: ἐπεί τοι καὶ περὶ ἄλλων πολλῶν διαφέρονται καὶ τἀναντία δοξάζουσιν. οἷον εὐθὺς περὶ τοῦ Περσικοῦ πολέμου, οἱ μέν φασιν ὑστέραν γενέσθαι τὴν περὶ Σαλαμῖνα ναυμαχίαν τῆς ἐνΠλαταιαῖς μάχης, οἱ δὲ τῶν ἔργων τελευταῖον εἶναι τὸ ἐν Πλαταιαῖς: [146] καίτοι γε ἐγράφη παραχρῆμα τῶν ἔργων. οὐ γὰρ ἴσασιν οἱ πολλοὶ τὸ ἀκριβές, ἀλλὰ φήμης ἀκούουσι μόνον, καὶ ταῦτα οἱ γενόμενοι κατὰ τὸν χρόνον ἐκεῖνον: οἱ δέ δεύτεροι καὶ τρίτοι τελέως ἄπειροι καὶ ὅ, τι ἄν εἴπῃ τις παραδέχονται ῥᾳδίως: ὁπότε τὸνΣκιρίτην μὲν λόχον ὀνομάζουσι Λακεδαιμονίων μηδεπώποτε γενόμενον, ὥς φησι Θουκυδίδης, Ἁρμόδιον δὲ καὶ Ἀριστογείτονα πάντων μάλιστα Ἀθηναῖοι τιμῶσιν, ὡς ἐλευθερώσαντας τὴν πόλιν καὶ ἀνελόντας τὸν τύραννον. [147] καὶ τί δεῖ τἀνθρώπεια λέγειν, ὅπου τὸν μὲν Οὐρανὸν τολμῶσι λέγειν καὶ πείθουσιν ὡς ἐκτμηθένταὑπὸ τοῦ Κρόνου, τὸν Κρόνον δὲ ὑπὸ τοῦ Διός; τοῦ γὰρ πρώτου καταλαβόντος, ὥσπερ εἴωθεν, ἄτοπον τὸ πεισθῆναί ἐστι. βούλομαι δὲ καὶ περὶ Ὁμήρου ἀπολογήσασθαι, ὡς οὐκ ἀνάξιον ὁμολογεῖν αὐτῷ ψευδομένῳ. πρῶτον μὲν γὰρ πολὺ ἐλάττω τὰ [p. 153] ψεύσματά ἐστι τῶν περὶ τοὺς θεούς: ἔπειτα ὠφέλειάν τινα εἶχε τοῖς τότε Ἕλλησιν, ὅπως μὴ θορυβηθῶσιν, ἐὰν γένηται πόλεμος αὐτοῖς πρὸς τοὺς ἐκ τῆς Ἀσίας, ὥσπερ καὶ προσεδοκᾶτο. ἀνεμέσητον δὲ Ἕλληνα ὄντα τοὺς ἑαυτοῦ πάντα τρόπον ὠφελεῖν. [148] τοῦτο δὲ τὸ στρατήγημα παρὰ πολλοῖς ἐστιν. ἐγὼ γοῦν ἀνδρὸς ἤκουσα Μήδου λέγοντος ὅτι οὐδὲν ὁμολογοῦσιν οἱ Πέρσαι τῶν παρὰ τοῖς Ἕλλησιν, ἀλλὰ Δαρεῖον μέν φασιν ἐπὶ Νάξον καὶ Ἐρέτριαν πέμψαι τοὺς περὶ Δᾶτιν καὶ Ἀρταφέρνην, κἀκείνους ἑλόντας τὰς πόλεις ἀφικέσθαι παρὰ βασιλέα. ὁρμούντων δὲ αὐτῶν περὶ τὴν Εὔβοιαν ὀλίγας ναῦς ἀποσκεδασθῆναι πρὸς τὴν Ἀττικήν, οὐ πλείους τῶν εἴκοσι, καὶ γενέσθαι τινὰ μάχην τοῖς ναύταις πρὸς τοὺς αὐτόθεν ἐκ τοῦ τόπου. [149] μετὰ δὲ ταῦτα Ξέρξην ἐπὶ τὴν Ἑλλάδα στρατεύσαντα Λακεδαιμονίους μὲν νικῆσαι περὶ Θερμοπύλας καὶ τὸν βασιλέα αὐτῶν ἀποκτεῖναι Λεωνίδην, τὴν δὲ τῶν Ἀθηναίων πόλιν ἑλόντα κατασκάψαι, καὶ ὅσοι μὴ διέφυγον ἀνδραποδίσασθαι. ταῦτα δὲ ποιήσαντα καὶ φόρους ἐπιθέντα τοῖς Ἕλλησιν εἰς τὴν Ἀσίαν ἀπελθεῖν. ὅτι μὲν οὖν ψευδῆ ταῦτά ἐστιν οὐκ ἄδηλον, ὅτι δὲ εἰκὸς ἦν τὸν βασιλέα κελεῦσαι στρατεῦσαι τοῖς ἄνω ἔθνεσιν οὐκ ἀδύνατον, ἵνα μὴ θορυβῶσιν. εἰ δὴ καὶ Ὅμηρος ἐποίει τοῦτο, συγγιγνώσκειν ἄξιον. [150] ἴσως ἂν οὖν εἴποι τις ἀνήκοος, Οὐκ ὀρθῶς Ἕλληνας καθαιρεῖς. ἀλλ᾽ οὐδὲν ἔστιν ἔτι τοιοῦτον, οὐδὲ ἔστι δέος μή ποτε ἐπιστρατεύσωνται ἐπὶ τὴν Ἑλλάδα τῶν ἐκ τῆς Ἀσίας τινές: ἥ τε γὰρ Ἑλλὰς ὑφ᾽ ἑτέροις ἐστὶν ἥ τε Ἀσία. τὸ δὲ ἀληθὲς οὐκ ὀλίγου ἄξιον. πρὸς δὲ τούτοις, εἰ ᾔδειν ὅτι πείσω ταῦτα λέγων, ἴσως ἂν ἐβουλευσάμην εἰπεῖν. ὅμως δὲ μείζω καὶ δυσχερέστερα ὀνείδη φημὶ τῶν Ἑλλήνων ἀφελεῖν. [151] τὸ μὲν γὰρ μὴ ἑλεῖν τινα πόλιν οὐδὲν ἄτοπον, οὐδέ γε τὸ στρατεύσαντας ἐπὶ χώραν μηδὲν αὐτοῖς προσήκουσαν ἔπειτα εἰρήνην ποιησαμένους ἀπελθεῖν, οὐδέ γε ἄνδρα ἀγαθὸν ὄντα τὴν ψυχὴν ὑπὸ ἀνδρὸς ὁμοίου τελευτῆσαι μαχόμενον, [p. 154] οὐδὲ τοῦτο ὄνειδος: ἀλλὰ καὶ ἀποδέξαιτο ἄν τις μέλλων ἀποθνῄσκειν, ὥσπερ ὅ γε Ἀχιλλεὺς πεποίηται λέγων, ὥς μ᾽ ὄφελ᾽ Ἕκτωρ κτεῖναι, ὅς ἐνθάδε τέτραφ᾽ ἄριστος. [152] τὸν δὲ ἄριστον ὄντα τῶν Ἑλλήνων ὑπὸ το�
�� φαυλοτάτου τῶν πολεμίων ἀποθανεῖν τῷ ὄντι μέγα ὄνειδος: ὁμοίως δὲ τὸν νοῦν ἔχεινδοκοῦντα καὶ σωφρονέστατον εἶναι τῶν Ἑλλήνων πρῶτον μὲν τὰ πρόβατα καὶ τοὺς βοῦς ἀποσφάττειν, βουλόμενον ἀποκτεῖναι τοὺς [153] βασιλέας, ὕστερον δὲ αὑτὸν ἀνελεῖν ὅπλων ἕνεκεν αἴσχιστον. πρὸς δὲ τούτοις Ἀστυάνακτα μὲν ἀνδρὸς ἀγαθοῦ παῖδα οὕτως ὠμῶς ἀνελεῖν ῥίψαντας ἀπὸ τοῦ τείχους, καὶ ταῦτα κοινῇ δόξαν τῷστρατοπέδῳ καὶ τοῖς βασιλεῦσι: Πολυξένην δὲ παρθένον ἀποσφάττειν ἐπὶ τάφῳ καὶ τοιαύτας χεῖσθαι χοὰς τῷ τῆς θεᾶς υἱεῖ: Κασσάνδραν δέ, παναγῆ κόρην, ἱέρειαν τοῦ Ἀπόλλωνος, ἐν τῷ τεμένει φθαρῆναι τῆς Ἀθηνᾶς, ἐχομένην τοῦ ἀγάλματος, καὶ τοῦτο πρᾶξαι μηδένα τῶν φαύλων μηδὲ τῶν ἀναξίων, ἀλλ᾽ ὅσπερ ἦν ἐν [154] τοῖς ἀρίστοις: Πρίαμον δὲ τὸν βασιλέα τῆς Ἀσίας ἐν ἐσχάτῳ γήρᾳ κατατρωθέντα παρὰ τὸν τοῦ Διὸς βωμόν, ἀφ᾽ οὗ τὸ γένος ἦν, ἐπ᾽ αὐτῷ σφαγῆναι, καὶ μηδὲ τοῦτο εἰργάσθαι μηδένα τῶν ἀφανῶν, ἀλλὰ τὸν τοῦ Ἀχιλλέως υἱόν, καὶ ταῦτα ἑστιαθέντα ὑπὸ τοῦ πατρὸς αὐτοῦ καὶ σωθέντα ὑπ᾽ ἐκείνου πρότερον: Ἑκάβην δέ,δύστηνον τοσούτων μητέρα παίδων, Ὀδυσσεῖ δοθῆναι ἐπὶ ὕβρει, ὑπό τε τοῦ μεγέθους τῶν κακῶν πάνυ γελοίως κύνα γενέσθαι: τὸν δὲ βασιλέα τῶν Ἑλλήνων τὴν ἱερὰν κόρην τοῦ Ἀπόλλωνος, ἣν οὐδεὶς ἐτόλμησε γῆμαι διὰ τὸν θεόν, αὐτὸν ἀγαγέσθαι γυναῖκα, ὅθεν ἔδοξε τεθνηκέναι δικαίως: πόσῳ κρείττω ταῦτα μὴ γενόμενατοῖς Ἕλλησιν ἢ Τροίαν ἁλῶναι; [p. 155]

 

‹ Prev