Delphi Complete Works of Dio Chrysostom
Page 110
THE TWELFTH OR OLYMPIC DISCOURSE: OR, ON MAN’S FIRST CONCEPTION OF GOD
Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας
ἀλλ᾽ ἦ τὸ λεγόμενον, ὦ ἄνδρες, ἐγὼ καὶ παρ᾽ ὑμῖν καὶ παρ᾽ ἑτέροις πλείοσι πέπονθα τὸ τῆς γλαυκὸς ἄτοπον καὶ παράδοξον πάθος; ἐκείνην γὰρ οὐδὲν σοφωτέραν οὖσαν αὐτῶν οὐδὲ βελτίω τὸ εἶδος, ἀλλὰ τοιαύτην ὁποίαν ἴσμεν, ὅταν δήποτε φθέγξηται λυπηρὸν καὶ οὐδαμῶς ἡδύ, περιέπουσι τὰ ἄλλα ὄρνεα, καὶ ὅταν γε ἴδῃ μόνον, τὰ μὲν καθιζόμενα ἐγγύς, τὰ δὲ κύκλῳ περιπετόμενα, ὡς μὲν ἐμοὶ δοκεῖ, καταφρονοῦντα τῆς φαυλότητος καὶ τῆς ἀσθενείας: οἱ δὲ ἄνθρωποί φασιν ὅτι θαυμάζει τὴν γλαῦκα τὰ ὄρνεα. [2] πῶς δὲ οὐ τὸν ταῶ μᾶλλον ὁρῶντα θαυμάζει, καλὸν οὕτω καὶ ποικίλον, ἔτι δὲ αὐτὸν ἐπαιρόμενον καὶ ἐπιδεικνύντα τὸ κάλλος τῶν πτερῶν, ὅταν ἁβρύνηται πρὸς τὴν θήλειαν, ἀνακλάσας τὴν οὐρὰν καὶ περιστήσας αὑτῷ πανταχόθεν ὥσπερ εὐειδὲς ἄντρον ἤ τινα γραφῇ μιμηθέντα οὐρανὸν ποικίλον ἄστροις, σύν γε τῷ λοιπῷ σώματι θαυμαστόν, ἐγγύτατα χρυσοῦ κυάνῳ κεκραμένου, καὶ δὴ ἐν ἄκροις τοῖς πτεροῖς οἷον ὀφθαλμῶν ἐνόντων ἤ τινων δακτυλίων τό τε σχῆμα καὶ κατὰ τὴν ἄλλην ὁμοιότητα; [3] εἰ δ᾽ αὖ τις ἐθέλοι σκοπεῖν τῆς πτερώσεως τὸ κοῦφον, ὡς μὴ χαλεπὸν εἶναι μηδὲ δύσφορον διὰ τὸ μῆκος, ἐν μέσῳ μάλα ἥσυχον καὶ ἀτρεμοῦντα παρέχει θεάσασθαι ἑαυτόν, ὥσπερ ἐν πομπῇ περιστρεφόμενος, ὅταν δὲ βουληθῇ ἐκπλῆξαι, σείων τὰ πτερὰ καί τινα ἦχον οὐκ ἀηδῆ ποιῶν, οἷον ἀνέμου κινήσαντος οὐ πολλοῦ πυκνήν τινα ὕλην. ἀλλ᾽ οὔτε τὸν ταῶ πάντα ταῦτα καλλωπιζόμενον τὰ ὄρνεα βούλεται ὁρᾶν οὔτε τῆς ἀηδόνος ἀκούοντα τῆς φωνῆς ἕωθεν ἐπορθρευομένης οὐδὲν πάσχει πρὸς αὐτήν, [4] ἀλλ᾽ οὐδὲ τὸν κύκνον ἀσπάζεται [p. 156] διὰ τὴν μουσικήν, οὐδὲ ὅταν ὑμνῇ τὴν ὑστάτην ᾠδήν ἅτε εὐγήρως, ὑπὸ ἡδονῆς τε καὶ λήθης τῶν ἐν τῷ βίῳ χαλεπῶν εὐφημῶν ἅμα καὶ προπέμπων ἀλύπως αὑτόν, ὡς ἔοικε, πρὸς ἄλυπον τὸν θάνατον: οὔκουν οὐδὲ τότε ἀθροίζεται κηλούμενα τοῖς μέλεσι πρὸς ὄχθην ποταμοῦ τινος ἢ λειμῶνα πλατὺν ἢ καθαρὰν ᾐόνα λίμνης [5] ἤ τινα σμικρὰν εὐθαλῆ ποταμίαν νησῖδα. ὡς δὲ καὶ ὑμεῖς τοσαῦτα μὲν θεάματα ἔχοντες τερπνά, τοσαῦτα δὲ ἀκούσματα, τοῦτο μὲν ῥήτορας δεινούς, τοῦτο δὲ ξυγγραφέας ἠδίστους ἐμμέτρων καὶ ἀμέτρων λόγων, τοῦτο δὲ ταῶς ποικίλους, τοῦτο δὲ ὡς πολλοὺς σοφιστάς, δόξῃ καὶ μαθηταῖς ἐπαιρομένους οἷον πτεροῖς, ὑμεῖς δὲ ἐμοὶ πρόσιτε καὶ βούλεσθε ἀκούειν, τοῦ μηδὲν εἰδότος μηδὲ φάσκοντος εἰδέναι, ἆρ᾽ οὐκ ὀρθῶς ἀπεικάζω τὴν σπουδὴν ὑμῶν τῷ περὶ τὴν γλαῦκα γιγνομένῳ σχεδὸν οὐκ ἄνευ δαιμονίας τινὸς βουλήσεως; [6] ὑφ᾽ ἧς καὶ τῇ Ἀθηνᾷ λέγεται προσφιλὲς εἶναι τὸ ὄρνεον, τῇ καλλίστῃ τῶν θεῶν καὶ σοφωτάτῃ, καὶ τῆς γε Φειδίου τέχνης παρὰ Ἀθηναίοισἔτυχεν, οὐκ ἀπαξιώσαντος αὐτὴν συγκαθιδρῦσαι τῇ θεῷ, συνδοκοῦν τῷ δήμῳ. Περικλέα δὲ καὶ αὑτὸν λαθὼν ἐποίησεν, ὥς φασιν, ἐπὶ τῆς ἀσπίδος. οὐ μέντοι ταῦτά γε εὐτυχήματα νομίζειν ἔπεισί μοι τῆς γλαυκός, εἰ μή τινα φρόνησιν ἄρα κέκτηται πλείω. [7] ὅθεν οἶμαι καὶ τὸν μῦθον Αἴσωπος ξυνέστησεν ὅτι σοφὴοὖσα ξυνεβούλευε τοῖς ὀρνέοις τῆς δρυὸς ἐν ἀρχῇ φυομένης μὴ ἐᾶσαι, ἀλλ᾽ ἀνελεῖν πάντα τρόπον: ἔσεσθαι γὰρ φάρμακον ἀπ᾽ αὐτῆς ἄφυκτον, ὑφ᾽ οὗ ἁλώσονται, τὸν ἰξόν. πάλιν δὲ τὸ λίνον τῶν ἀνθρώπων σπειρόντων, ἐκέλευε καὶ τοῦτο ἐκλέγειν τὸ σπέρμα: [8] μὴ γὰρ ἐπ᾽ ἀγαθῷ φυήσεσθαι. τρίτον δὲ ἰδοῦσα τοξευτήν τιναἄνδρα προέλεγεν ὅτι οὗτος ὁ ἀνὴρ φθάσει ὑμᾶς τοῖς ὑμετέροις πτεροῖς, πεζὸς ὢν αὐτὸς πτηνὰ ἐπιπέμπων βέλη. τὰ δὲ ἠπίστει τοῖς λόγοις καὶ ἀνόητον αὐτὴν ἡγοῦντο καὶ μαίνεσθαι ἔφασκον: ὕστερον δὲ πειρώμενα ἐθαύμαζε καὶ τῷ ὄντι σοφωτάτην ἐνόμιζεν. [p. 157] καὶ διὰ τοῦτο, ἐπὰν φανῇ, πρόσεισιν ὡς πρὸς ἅπαντα ἐπισταμένην: [9] ἡ δὲ συμβουλεύει μὲν αὐτοῖς οὐδὲν ἔτι, ὀδύρεται δὲ μόνον. ἴσως οὖν παρειλήφατε ὑμεῖς λόγον τινὰ ἀληθῆ καὶ ξυμβουλὴν συμφέρουσαν, ἥντινα ξυνεβούλευσε φιλοσοφία τοῖς πρότερον Ἕλλησιν, ἣν οἱ τότε μὲν ἠγνόησαν καὶ ἠτίμασαν, οἱ δὲ νῦν ὑπομιμνήσκονται καί μοι προσίασι διὰ τὸ σχῆμα, φιλοσοφίαν τιμῶντες ὥσπερ τὴν γλαῦκα ἄφωνον τό γε ἀληθὲς καὶ ἀπαρρησίαστον οὖσαν. ἐγὼ μὲν γὰρ οὐδὲν αὑτῷ ξύνοιδα οὔτε πρότερον εἰπόντι σπουδῆς ἄξιον οὔτε νῦν ἐπισταμένῳ πλέον ὑμῶν. [10] ἀλλὰ εἰσὶν ἕτεροι σοφοὶ καὶ μακάριοι παντελῶς ἄνδρες, οὓς ὑμῖν ἐγώ, εἰ βούλεσθε, μηνύσω, ἕκαστον ὀνομαστὶ δεικνύμενος. καὶ γὰρ νὴ Δία τοῦτο μόνον οἶμαι χρήσιμον ἔχειν, τὸ γιγνώσκειν τοὺς σοφούς τε καὶ δεινοὺς καὶ πάντα ἐπισταμένους: οἷς ἐὰν ὑμεῖς ἐθέλητε ξυνεῖναι τἄλλα ἐάσαντες, καὶ γονεῖς καὶ πατρίδας καὶ θεῶν ἱερὰ καὶ προγόνων τάφους, ἐκείνοις ξυνακολουθοῦντες, ἔνθα ἂν ἄγωσιν ἢ καὶ μένοντές που καθιδρύωσιν, εἴτε εἰς τὴν Βαβυλῶνα ἐν τῇ Νίνου καὶ Σεμιράμιδος εἴτε ἐν Βάκτροις ἢ Σούσοις ἢ Παλιβόθροις ἢ ἄλλῃ τινὶ πόλει τῶν ἐνδόξων καὶ πλουσίων, χρήματα διδόντες ἢ καὶ ἄλλῳ τρόπῳ πείθοντες, εὐδαιμονέστεροι ἔσεσθε αὐτῆς τῆς εὐδαιμονίας. [11] εἰ δ᾽ αὐτοὶ μὴ βούλεσθε, καταμεμφόμενοι τὴν αὑτῶν φύσιν ἢ πενίαν ἢ γῆρας ἢ ἀσθέν
ειαν, ἀλλὰ τοῖς γε υἱέσι μὴ φθονοῦντες μηδὲ ἀφαιρούμενοι τῶν μεγίστων ἀγαθῶν, ἑκοῦσί τε ἐπιτρέποντες καὶ ἄκοντας πείθοντες ἢ βιαζόμενοι πάντα τρόπον, ὡς ἂν παιδευθέντες ἱκανῶς καὶ γενόμενοι σοφοὶ παρὰ πᾶσιν Ἕλλησι καὶ βαρβάροις ὀνομαστοὶ ὦσι τὸ λοιπόν, διαφέροντες ἀρετῇ καὶ δόξῃ καὶ πλούτῳ καὶ δυνάμει τῇ πάσῃ σχεδόν. οὐ γὰρ μόνον πλούτῳ φασὶν ἀρετὴν καὶ κῦδος ὀπηδεῖν, [12] ἀλλὰ καὶ πλοῦτος ἀρετῇ συνέπεται ἐξ ἀνάγκης. ταῦτα δὲ ὑμῖν ἐναντίον τοῦδε τοῦ θεοῦ προλέγω καὶ ξυμβουλεύω δι᾽ εὔνοιαν καὶ φιλίαν [p. 158] προαγόμενος. οἶμαι δὲ ἐμαυτὸν ἂν πρῶτον πείθειν καὶ παρακαλεῖν, εἴ μοι τὰ τοῦ σώματος καὶ τὰ τῆς ἡλικίας ἐπεδέχετο: ἀλλὰ γὰρ ἀνάγκη διὰ τὸ κακοπαθεῖν, εἴ πού τι δυνησόμεθα εὑρέσθαι παρὰ τῶν παλαιῶν ἀνδρῶν ὥσπερ ἀπερριμμένον ἤδη καὶ ἕωλον σοφίας λείψανον χήτει τῶν κρειττόνων τε καὶ ζώντων διδασκάλων.ἐρῶ δὲ ὑμῖν καὶ ἄλλο, ὃ πέπονθα τῇ γλαυκὶ παραπλήσιον, ἐὰν καὶ [13] βούλησθε καταγελᾶν τῶν λόγων. ὥσπερ γὰρ ἐκείνη αὐτὴ μὲν οὐδὲν χρῆται τοῖς προσπετομένοις, ἀνδρὶ δὲ ὀρνιθοθήρᾳ πάντων λυσιτελέστατόν ἐστι κτημάτων: οὐδὲν γὰρ δεῖ οὔτε τροφὴν προβάλλειν οὔτε φωνὴν μιμεῖσθαι, μόνον δ᾽ ἐπιδεικνύντα τὴν γλαῦκα πολὺπλῆθος ἔχειν ὀρνέων: οὕτω κἀμοὶ τῆς σπουδῆς τῶν πολλῶν οὐδὲν ὄφελος. οὐ γὰρ λαμβάνω μαθητάς, εἰδὼς ὅτι οὐδὲν ἂν ἔχοιμι διδάσκειν, ἅτε οὐδ᾽ αὐτὸς ἐπιστάμενος: ὡς δὲ ψεύδεσθαι καὶ ἐξαπατᾶν ὑπισχνούμενος, οὐκ ἔχω ταύτην τὴν ἀνδρείαν: σοφιστῇ δὲ ἀνδρὶ ξυνὼν μεγάλα ἂν ὠφέλουν ὄχλον πολὺν ἀθροίζων πρὸσαὑτόν, ἔπειτα ἐκείνῳ παρέχων ὅπως βούλεται διαθέσθαι τὴν ἄγραν. ἀλλ᾽ οὐκ οἶδα ὅπως οὐδείς με ἀναλαμβάνει τῶν σοφιστῶν οὐδὲ ἥδονται ὁρῶντες. [14] σχεδὸν μὲν οὖν ἐπίσταμαι ὅτι πιστεύετέ μοι λέγοντι ὑπὲρ τῆς ἀπειρίας τε κἀνεπιστημοσύνης τῆς ἐμαυτοῦ, δῆλον ὡς διὰ τὴν αὑτῶν ἐπιστήμην καὶ φρόνησιν: καὶτοῦτο οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ Σωκράτει δοκεῖτέ μοι πιστεύειν ἄν, ταὐτὰ ὑπὲρ αὑτοῦ προβαλλομένῳ πρὸς ἅπαντας ὡς οὐδὲν ᾔδει: τὸν δὲ Ἱππίαν καὶ τὸν Πῶλον καὶ τὸν Γοργίαν, ὧν ἕκαστος αὑτὸν μάλιστα ἐθαύμαζε καὶ ἐξεπλήττετο, σοφοὺς ἂν ἡγεῖσθαι καὶ μακαρίους: [15] ὅμως δὲ προλέγω ὑμῖν ὅτι ἐσπουδάκατε ἀνδρὸς ἀκοῦσαιτοσοῦτον πλῆθος ὄντες οὔτε καλοῦ τὸ εἶδος οὔτε ἰσχυροῦ, τῇ τε ἡλικίᾳ παρηκμακότος ἤδη, μαθητὴν δὲ οὐδένα ἔχοντος, τέχνην δὲ ἢ ἐπιστήμην οὐδεμίαν ὑπισχνουμένου σχεδὸν οὔτε τῶν σεμνῶν οὔτε τῶν ἐλαττόνων, οὔτε μαντικὴν οὔτε σοφιστικήν ἀλλ᾽ οὐδὲ [p. 159] ῥητορικήν τινα ἢ κολακευτικὴν δύναμιν, οὐδὲ δεινοῦ ξυγγράφειν οὐδὲ ἔργον τι ἔχοντος ἄξιον ἐπαίνου καὶ σπουδῆς, ἀλλ᾽ ἢ μόνον κομῶντος: