Delphi Complete Works of Dio Chrysostom
Page 122
THE TWENTY-SECOND DISCOURSE: CONCERNING PEACE AND WAR
ΠΕΡΙ ΕΙΡΗΝΗΣ ΚΑΙ ΠΟΛΕΜΟΥ.
Πολλὰ μὲν καὶ ἄλλα εὕροι τις ἂν καὶ ξύμπαντα ἀτεχνῶς τὰ ἔργου τινὸς ἐχόμενα καὶ πράξεως κοινὰ τοῖς φιλοσόφοις καὶ τοῖς ῥήτορσιν, ὅσοι μὴ ἀγοραῖοι μηδὲ μίσθαρνοι, πρὸς χρήματα ὁρῶντες μόνον καὶ τὰς ἰδιωτικὰς ἀμφιλογίας περὶ συμβολαίων ἤ τινων ἀλλὰ δημοσίᾳ συμβουλεύειν καὶ νομοθετεῖν ἀξιούμενοι — καθάπερ οἶμαι Περικλῆς καὶ Θουκυδίδης Ἀθήνησι καὶ Θεμιστοκλῆς ἔτι πρότερον καὶ Κλεισθένης καὶ Πεισίστρατος, ἕως ἔτι ῥήτωρ καὶ [2] δημαγωγὸς ἠνείχετο καλούμενος: Ἀριστείδην μὲν γὰρ καὶ Λυκοῦργον καὶ Σόλωνα καὶ Ἐπαμεινώνδαν, καὶ εἴ τις ἕτερος τοιοῦτος, φιλοσόφους ἐν πολιτείᾳ θετέον ἢ ῥήτορας κατὰ τὴν γενναίαν τε καὶ [p. 272] ἀληθῆ ῥητορικήν — λέγω δὲ οἷον περί τε ἀγωγῆς τῶν νέων συμβουλεύοντες καὶ νομοθετοῦντες, ὥσπερ ἐν Λακεδαίμονι Λυκοῦργος, καὶ περὶ τῆς ἐρωτικῆς ὁμιλίας καὶ περὶ χρημάτων κτήσεως, ὅσην τε καὶ ὅπως δεῖ ποιεῖσθαι, καὶ περὶ γάμου καὶ περὶ κοινωνίας καὶ περὶ νομίσματος καὶ περὶ τιμῆς καὶ ἀτιμίας καὶ περὶ οἴκων κατασκευῆς, καὶ πότερα χρὴ τετειχισμένην οἰκεῖν πόλιν ἢ καθάπερ ὁ θεὸς παρῄνεσε Λακεδαιμονίοις, ἀτείχιστον, καὶ περὶ ἀσκήσεως τῶν πολεμικῶν καὶ τάξεως οὐ μόνον ὁπλιτικῆς, ἀλλὰ καὶ οἵαν Ἐπαμεινώνδας εὑρεῖν λέγεται, τοὺς ἐραστὰς μετὰ τῶν ἐρωμένων τάξας, ἵνα σῴζοιντο μᾶλλον καὶ μάρτυρες ὦσιν ἀλλήλοις τῆς ἀρετῆς καὶ τῆς κακίας: καὶ τὸν λόχον τοῦτον ἱερὸν ἐπονομασθέντα κρατῆσαι Λακεδαιμονίων τῇ περὶ Λεῦκτρα μάχῃ, ξυμπάντων ἐκείνοις [3] ἑπομένων τῶν Ἑλλήνων: τὸ δὲ δὴ κεφάλαιον, καὶ πολλάκις πολλοῖς παρέπιπτε, περί τε εἰρήνης καὶ πολέμου, ὃ νῦν τυγχάνει ζητούμενον. πᾶν δὲ τὸ τοιοῦτον γένος παρὰ τοῖς φιλοσόφοις καλεῖται περὶ τοῦ προσήκοντος, οἷον εἰ γαμητέον, εἰ πολιτευτέον, εἰ βασιλείᾳ χρηστέον ἢ δημοκρατίᾳ ἢ ἄλλῃ τινὶ καταστάσει πολιτείας: ἐν οἷς ἐστι καὶ τοῦτο, ἐμοὶ δοκεῖν, εἰ πολεμητέον. οὐ γὰρ μόνον ἁπλῶς οἱ φιλόσοφοι ζητοῦσι περὶ τούτων, ἀλλὰ πηνίκα καὶ πρὸς τίνας καὶ τίνος συμβάντος ἢ μὴ συμβάντος ἕκαστα τούτων πρακτέον. διαφέρει δὲ τοσοῦτον, ὅτι οἵ γε ῥήτορες ἐπὶ τῶνδε ἢ τῶνδε σκοποῦσιν, οἷον εἰ συμφέρει πολεμεῖν Ἀθηναίοις πρὸς Πελοποννησίους ἢ βοηθεῖν Κερκυραίοις πρὸς Κορινθίους ἢ Φιλίππῳ συμμαχῆσαι Θηβαίοις ἐπὶ Φωκέας ἢ Ἀλεξάνδρῳ διαβῆναι εἰς τὴν [4] Ἀσίαν. ἐν γὰρ ταύταις ἁπάσαις ταῖς βουλαῖς οὐχ ἥκιστα ἐμπίπτει καὶ τὸ τοιοῦτον, εἰ δίκαιον τοῖς μὴ προαδικήσασι πολεμεῖν: εἰ συμβέβηκεν ἀδίκημα παρὰ τούτων οἷς διανοοῦνται πολεμεῖν, πηλίκον τι τοῦτο τὸ συμβεβηκός. οἱ φιλόσοφοι δὲ πόρρωθεν τὰ πράγματα ὁρῶσιν, ἐπ̓ αὐτῶν ἐξετάζοντες ὁποἶ ἄττα ἐστίν. πολὺ γὰρ κρεῖττον τὸ βεβουλεῦσθαι περὶ ἁπάντων ἐκ πλείονος καὶ διεγνωκότας ἐπειδὰν ἥκῃ τινὸς πράγματος καιρός, αὐτούς τε εἰδότας [p. 273] ἔχειν χρῆσθαι καὶ ἑτέροις παραινεῖν, ἀλλὰ μὴ τρόπον τινὰ ἐξαίφνης [5] ληφθέντας ταράττεσθαι καὶ αὐτοσχεδιάζειν περὶ ὧν οὐκ ἴσασιν. οἱ μὲν γὰρ ῥήτορες, ὅταν δέῃ σκοπεῖν περί τινος, οὐδὲν εἰδότες τῶν ἄλλων πλέον οὐδὲ ἐσκεμμένοι πρότερον, ἅμα τε αὐτοὶ βουλεύονται τρόπον τινὰ καὶ συμβουλεύουσιν ἑτέροις. οἱ φιλόσοφοι δὲ περὶ τῶν πράξεων προοίδασι καὶ πάλαι βεβουλευμένοι τυγχάνουσιν: ὥστε ἄν τις αὐτοὺς παρακαλῇ συμβούλους τῶν πόλεων ἢ τῶν ἐθνῶν ἢ τῶν βασιλέων, κρεῖττον ἕξουσι καὶ ἀσφαλέστερον ἀποφαίνεσθαι οὐ τὸ ἐπιὸν αὐτοῖς, οὐδὲ νῦν μὲν ταῦτα, πάλιν δὲ τἀναντία, δἰ ὀργὴν ἢ φιλονικίαν ἢ χρήμασι πληγέντες, ὥσπερ ἐπὶ τρυτάνης, ἔφη τις οἶμαι τῶν ῥητόρων αὐτῶν, κατὰ τὸ λῆμμα ἀεὶ ῥέποντες. λέγω δὲ οὐ ψέγων ῥητορικὴν οὐδὲ ῥήτορας τοὺς ἀγαθούς, ἀλλὰ τοὺς φαύλους καὶ τοὺς προσποιουμένους τὸ πρᾶγμα.
THE TWENTY-THIRD DISCOURSE: THAT THE WISE MAN IS FORTUNATE AND HAPPY
ΟΤΙ ΕΥΔΑΙΜΩΝ Ο ΣΟΦΟΣ.
Δ. Πότερον δοκεῖ σοι εἶναι ἄνθρωπος εὐδαίμων, εἰ δὲ μή, γεγονέναι ἢ ἔσεσθαι, ἢ ἀδύνατον ἡγῇ τὸ τοιοῦτον περὶ ἀνθρώπου, ὥσπερ εἴ τις ἀθάνατον ἄνθρωπον λέγοι εἶναι; ἴσως γὰρ ἂν τὴν αὐτὴν ἔχοις δόξαν Ὁμήρῳ καὶ ἄλλοις συχνοῖς τῶν ποιητῶν. — Καὶ ποῦ ἀποφαίνεται περὶ τούτου Ὅμηρος; — Δ. Ὅπου πεποίηκε τὸν Δία λέγοντα αὐτόν, οὐκ ἄλλον τινὰ τῶν θεῶν, ὡς οὐδέν φησιν ὀιζυρότερον εἶναι ἀνδρὸς ἁπάντων τῶν ζῴων, ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει. οὐ δοκεῖ σοι τὴν ὀϊζὺν ἄντικρυς κακοδαιμονίαν τινὰ λέγειν; — [2] Ἔμοιγε. — Δ. Έτερος δὲ ποιητὴς οὐκ ἰδίᾳ οὕτως, ἀλλὰ κοινῇ πρὸς θέατρον ἀγωνιζόμενος εἰσηγεῖται, τὸν φύντα θρηνεῖν εἰς ὅς᾿ ἔρχεται κακά, τὸν δ̓ αὖ θανόντα καὶ πόνων πεπαυμένον [p. 274] χαίροντας καὶ συνηδομένους οἴεται δεῖν ἐκπέμπειν. — Ἔστι ταῦτα. — Δ. Οὔκουν ὀρθῶς παρῄνεσεν. εἰ γὰρ ἅπαξ δεῖ κλαίειν τοὺς ἀνθρώπους διὰ τὴν ἀτυχίαν, καὶ γενομένους προσήκει θρηνεῖν τῶν ἐσομένων αὐτοῖς κακῶν ἕνεκεν, καὶ τελευτήσαντας, ὅτι πολλὰ καὶ [3] δεινὰ πεπόνθασι, καὶ ζῶντας, ὅτι εἰσὶν ἐν κακοῖς. ὥστε ὥρα ἂν εἴη κατὰ τὸν ποιητὴν μηδέποτε παύσασθαι ὀδυρομένους πολὺ μᾶλλον τῶν ἀηδόνων. ἐκεῖναι μὲν γὰρ τοῦ ἦρος λέγονται θρηνεῖν τὸν Ἴτυν: το�
��ς δὲ ἀνθρώπους εἰκὸς ἦν θρηνεῖν καὶ θέρους καὶ χειμῶνος. πόσῳ δὲ βέλτιον τοὺς γενομένους ἐᾶν εὐθὺς ἀπολέσθαι ὑπὸ τῶν κακῶν, ἀλλὰ μὴ σπαργάνοις ἐνειλοῦντας καὶ λούοντας καὶ τιθηνουμένους τοσαύτην ἐπιμέλειαν ποιεῖσθαι ὅπως ἄθλιοι ἔσονται: ἐχθρῶν γάρ, οὐ φίλων οὐδὲ κηδομένων τὸ τοιοῦτο: καὶ [4] νὴ Δία αὑτοὺς πρώτους ἀπαλλάττειν τοῦ βίου; κινδυνεύουσι γὰρ κατὰ τὸν λόγον τοῦτον μόνοι φρόνιμοι γενέσθαι οἱ γενόμενοι ἐν Κόλχοις ἐκ τῶν τοῦ δράκοντος ὀδόντων, οὓς ἔσπειρεν Ἰάσων. οὗτοι γάρ, ὅτε πρῶτον ᾔσθοντο γεγονότες, εὐθὺς ἀλλήλους ἀνῄρουν, ἕως οὐδένα ἔλιπον, βοηθοῦντες ἀλλήλοις δῆλον ὅτι καὶ διὰ φιλίαν [5] τοῦτο πράττοντες, οὐ δἰ ἔχθραν. — Ἀλλὰ οὗτός γε ὁ ποιητὴς ληρεῖν ἔμοιγε φαίνεται. τὸ δὲ τοῦ Ὁμήρου ταράττει με, ὅτι οὕτω σοφὸς ὢν ὑπὲρ τῶν ἀνθρώπων ταύτην ἀπεφήνατο τὴν γνώμην. — Δ. Καὶ τί ἄτοπον εἴρηκεν; οὐ γὰρ ὡς ἅπαντες οἱ ἄνθρωποι ἄθλιοί εἰσί φησιν, ἀλλ̓ ὅτι οὐθέν ἐστι ζῷον ἀνθρώπου ἀθλιώτερον τοῦ γε ἀθλίου, ὥσπερ ἀμέλει καὶ ἡμεῖς φαῖμεν ἄν. ἴσως γάρ τοι καὶ μόνος τῶν ἄλλων ὁ ἄνθρωπος κακοδαίμων ἐστίν, ὥσπερ καὶ εὐδαίμων: ἐπεί τοι καὶ μόνος ἄφρων, ὥσπερ καὶ φρόνιμος. οὔτε γὰρ ἄδικος οὔτε ἀκόλαστος εἴη ἂν ἵππος ἢ σῦς ἢ λέων, ὥσπερ [6] οὐδὲ ἄμουσος οὐδὲ ἀγράμματος. — Ἀλλὰ καλῶς μοι δοκεῖς διωρθῶσθαι τὸ τοῦ Ὁμήρου καὶ ἀποκρίνομαι ὅτι ἡγοῦμαι ἄνθρωπον εὐδαίμονα εἶναι. — Δ. Ἆῤ οὗ ὁ δαίμων ἀγαθός ἐστι, τοῦτον εὐδαίμονα [p. 275] εἶναι φῄς, οὗ δὲ μοχθηρός, κακοδαίμονα; — Ἔγωγε. — Δ. Δαίμονα δὲ ἄλλως ἀγαθὸν λέγεις; — Ἢ πῶς γε; — Δ. Ὥσπερ ἄνθρωπον, ἔτι δὲ μᾶλλον θεόν; ἢ τοὺς θεούς, εἴπερ νομίζεις ἀγαθοὺς εἶναι, οὐ δικαίους νομίζεις καὶ φρονίμους καὶ σώφρονας καὶ τὰς ἄλλας ἀρετὰς ἔχοντας, ἀλλὰ ἀδίκους καὶ ἀνοήτους καὶ ἀκολάστους; — Οὐδαμῶς ἔγωγε. — Δ. Οὐκοῦν καὶ δαίμονα, εἴπερ τινὰ ἀγαθὸν ἡγῇ, δῆλον ὡς δίκαιον ἡγῇ καὶ χρήσιμον καὶ φρόνιμον; — Πῶς γὰρ οὔ; — Δ. Ἦ γὰρ ὃν κακόν τινα νομίζεις, πονηρὸν οἴει τὸν αὐτὸν εἶναι καὶ ἄδικον καὶ ἀνόητον; — Ἀνάγκη πάντως. [7] — Δ. Τί δαί; οὐ τῶν ἀνθρώπων ἕκαστον κατὰ τὸν αὑτοῦ δαίμονα βιοῦν, ὁποῖος ἂν ᾖ ποτε, ἀλλὰ καθ̓ ἕτερον; — Οὐδαμῶς καθ̓ ἕτερον. — Δ. Οὐκοῦν τὸν τυχόντα ἀγαθοῦ δαίμονος ἡγῇ δικαίως ζῆν καὶ φρονίμως καὶ σωφρόνως; τοιοῦτον γὰρ ὁμολογεῖς εἶναι τὸν δαίμονα αὐτοῦ. — Πάνυ γε. — Δ. Τὸν δὲ μοχθηροῦ δαίμονος πονηρῶς καὶ ἀφρόνως καὶ ἀνοήτως καὶ ἀκολάστως; — Φαίνεται ταῦτα συμβαίνειν ἐκ τῶν εἰρημένων νῦν. — Δ. Ἆρα ὅστις ἄνθρωπος νοῦν ἔχων ἐστὶ καὶ δίκαιος καὶ σώφρων, οὗτος εὐδαίμων ἐστὶν ἀγαθῷ δαίμονι συνών: ὅστις δὲ ἀσελγὴς καὶ ἄφρων καὶ πανοῦργος, ἀνάγκη κακοδαίμονα φάσκειν ἐκεῖνον κακῷ δαίμονι [8] συνεζευγμένον καὶ λατρεύοντα; — Ἀληθές. — Δ. Σοφὸν δὲ ἄλλον τινα καλεῖς ἢ τὸν φρόνιμον ἄνθρωπον καὶ δίκαιον καὶ ὅσιον καὶ ἀνδρεῖον, φαῦλον δὲ τὸν ἄδικον καὶ ἀνόσιον καὶ δειλόν; — Φημί. — Δ. Μὴ τοίνυν ἔτι θαύμαζε τῶν λεγόντων, ὅτι μόνον καὶ πάντα φασὶ τὸν σοφὸν εὐδαίμονα εἶναι, τῶν δὲ φαύλων οὐδένα ὅντινα [9] οὐ κακοδαίμονα: ἐπειδή γε καὶ σοὶ ταῦτα δοκεῖ. — Τὰ μὲν ἄλλα δοκεῖς μοι οὐ παρὰ δόξαν διειλέχθαι: ὅπως δὲ χρὴ δαιμόνιόν τι πονηρὸν ἡγεῖσθαι καὶ ἄδικον καὶ ἀνόητον οὐκ ἔχω εἰπεῖν. ἄλλως τε οὐ πρὸς ὑμῶν τῶν φιλοσόφων ἐστίν, εἴπερ θεῖον τὸ δαιμόνιον ἡγεῖσθε, τοιοῦτον ὑπολαμβάνειν. — Δ. Ἀλλ̓ ἐγὼ νῦν οὐ κατὰ τὴν ἐμαυτοῦ δόξαν διείλεγμαι τὰ πολλά, πλήν γε αὐτὸ τοῦτο ὅτι μοι δοκεῖ πᾶς καὶ μόνος εὐδαίμων ὁ σοφός: τὰ δὲ ἄλλα κατὰ τὴν τῶν [10] πολλῶν ἀνθρώπων, ὅπως μὴ δοκῶ βιάζεσθαι αὐτούς. ἐπεὶ φέρε, [p. 276] εἰ οὐχ ἡγεῖσθε τὸ δαιμόνιον θεῖον καὶ ἀγαθὸν καὶ μηδενὶ κακοῦ μηδενὸς αἴτιον, πῶς φατε γίγνεσθαι κακοδαίμονα ἄνθρωπον; ἢ ὅταν μὴ προσέχωσι μηδὲ πείθωνται τῷ δαιμονίῳ ἀγαθῷ ὄντι; ὥσπερ εἰ νομίζοιμεν τοὺς ἰατροὺς ἅπαντας ἀγαθοὺς εἶναι τὰ τῆς τέχνης καὶ μηδένα αὐτῶν πονηρὸν ἰατρὸν μηδὲ βλαβερόν, τῶν δὲ καμνόντων κακῶς τινας πράττοντας βλέποιμεν καὶ βλαπτομένους ἐν ταῖς νόσοις, δῆλον ὅτι τούτους ἂν φαῖμεν μὴ ἐθέλειν τὰ προσταττόμενα ποιεῖν, τοὺς δὲ πειθομένους ἀνάγκη καλῶς ἀπαλλάττειν: καὶ τί ἂν γίγνεσθαι οὐκ ἂν θαυμάζοιμεν. — Οὕτως ἔχει. — [11] Δ. Πότερον οὖν δοκοῦσί σοι οἱ ἐγκρατεῖς εἶναι καὶ σώφρονες καὶ νοῦν ἔχοντες, οὗτοι ἀπειθεῖν ἂν τοῖς ἰατροῖς τοῖς ἐμπείροις καὶ τὰ συμφέροντα προστάττουσιν, ἢ τοὐναντίον οἱ ἀνόητοι καὶ ἀκόλαστοι; — Δῆλον ὅτι οἱ ἀκόλαστοι. — Δ. Τί δέ; τῷ δαίμονι χρηστῷ ὄντι πείθεσθαι καὶ ζῆν κατ̓ ἐκεῖνον πότερον ἡγῇ τῶν σωφρόνων εἶναι καὶ νοῦν ἐχόντων ἢ τῶν πονηρῶν καὶ ἀνοήτων; — [12] Τῶν σωφρόνων. — Δ. Τὸ δέ γε μὴ πείθεσθαι μηδὲ προσέχειν ἀλλ̓ ἐναντίως τῷ θείῳ τε καὶ δαιμονίῳ πράττειν, τῶν κακῶν καὶ ἀγνωμόνων; — Πῶς δ̓ ἂν ἄλλως λέγοιμεν; — Δ. Εἶναι δὲ τοὺς πειθομένους τῷ δαιμονίῳ τοιούτῳ ὄντι εὐδαίμονας, τοὺς δὲ ἀπειθοῦντας κακοδαίμονας; — Ἀνάγκη. — Δ. Οὐκοῦν κἀνταῦθα συμβαίνει τὸν μὲν σοφὸν καὶ φρόνιμον εὐδαίμονα εἶναι πάντα, τὸν δὲ φαῦλον κακοδαίμονα, οὐχ ὡς τοῦ δαιμονίου κακοῦ ὄντος, ἀλλ̓ ὡς αὐτὸν οὐ προσέχοντα ἐκ�
�ίνῳ χρηστῷ ὄντι.