Book Read Free

Delphi Complete Works of Dio Chrysostom

Page 123

by Dio Chrysostom


  THE TWENTY-FOURTH DISCOURSE: ON HAPPINESS

  ΠΕΡΙ ΕΥΔΑΙΜΟΝΙΑΣ.

  Οἱ πολλοὶ ἄνθρωποι καθόλου μὲν οὐδὲν πεφροντίκασιν ὁποίους χρὴ εἶναι οὐδὲ ὅ,τι βέλτιστον ἀνθρώπῳ ἐστίν, οὗ ἕνεκα χρὴ πάντα τἄλλα πράττειν, ἰδίᾳ δὲ ἐσπουδάκασιν οἱ μὲν ἱππεύειν, οἱ δὲ [p. 277] στρατηγεῖν, οἱ δὲ περὶ ἀγωνίαν, οἱ δὲ περὶ μουσικήν, ἄλλοι περὶ γεωργίαν, ἄλλοι δύνασθαι λέγειν. ἥντινα δὲ χρείαν αὐτοῖς ἔχει τούτων ἕκαστον ἢ τί τὸ ὄφελος ἐξ αὐτοῦ γίγνοιτ̓ ἂν οὐκ ἴσασιν [2] οὐδὲ ζητοῦσιν. τοιγαροῦν ἱππεῖς μὲν ἀγαθοὶ γίγνονται τινές, οἳ ἂν φιλοπονῶσιν αὐτὸ καὶ ἐκμελετῶσι, καὶ παλαῖσαι ἄλλοι ἄλλων ἱκανώτεροι καὶ πυκτεῦσαι καὶ δραμεῖν καὶ τἄλλα ἀγωνίσασθαι, καὶ τοῦ σπόρου μὴ διαμαρτεῖν, καὶ πλέοντες μὴ διαφθεῖραι τὴν ναῦν, καὶ τὰ κατὰ μουσικήν τινες ἐπίστανται βέλτιον ἑτέρων: ἀγαθὸν δὲ ἄνδρα καὶ φρόνιμον, καὶ αὐτὸ τοῦτο εἰδότα ὅστις ἐστὶν ὁ χρηστὸς [3] ἀνὴρ καὶ νοῦν ἔχων, οὐδένα τούτων ἔστιν εὑρεῖν. αὐτίκα περὶ τὸ λέγειν πάντες ἐσπουδάκασι πολλοὶ τῶν ἐλευθέρων καὶ φιλοτίμων εἶναι δοκούντων, οἱ μὲν ὥστε ἐν δικαστηρίοις ἀγωνίζεσθαι καὶ πρὸς δῆμον λέγοντες, διὰ δὲ τοῦτο ἰσχύειν πλέον τῶν ἄλλων καὶ πράττειν ὅ,τι ἂν αὐτοὶ θέλωσιν, οἱ δὲ τῆς δόξης ἕνεκα τῆς ἀπὸ τοῦ πράγματος, ὅπως δεινοὶ νομίζωνται. τινὲς δὲ αὐτῆς φασι τῆς ἐμπειρίας ἐπιθυμεῖς ἐπιθυμεῖν, καὶ τούτων οἱ μὲν λέγοντες, οἱ δὲ συγγράφοντες μόνον, οὓς ἔφη τις τῶν πρότερον μεθόρια εἶναι τῶν φιλοσόφων καὶ τῶν πολιτικῶν: ὅ,τι δὲ συμφέρει πράττουσιν ἢ πρὸς ὅ,τι ἡ δόξα αὐτοῖς ὠφέλιμος ἢ τί τῆς ἐμπειρίας ταύτης [4] ὄφελος οὐ σκοποῦσιν. ἐγὼ δέ φημι πάντα τἄλλα δίχα τῆς τοιαύτης ἐπιμελείας καὶ ζητήσεως ὀλίγου ἄξια εἶναι, τῷ δὲ ἐκεῖνο ἐννοήσαντι καὶ ξυνέντι, τούτῳ καὶ τὸ λέγειν καὶ τὸ στρατηγεῖν καὶ ὅ,τι ἂν ἄλλο ποιῇ ξυμφέρον τε εἶναι καὶ ἐπ̓ ἀγαθῷ γίγνεσθαι. ἐπεὶ τό γε ἐπαινεῖσθαι καθ̓ ἑαυτὸ ὑπὸ ἀνθρώπων ἀνοήτων, οἷοίπερ εἰσὶν οἱ πολλοί, ἢ τὸ δύνασθαι ἐν τοῖς τοιούτοις ἢ τὸ ἡδέως ζῆν οὐδὲν ἂν διαφέροι πρὸς εὐδαιμονίαν τοῦ ψέγεσθαι καὶ μηδὲν ἰσχύειν καὶ ἐπιπόνως ζῆν. [p. 278]

  THE TWENTY-FIFTH DISCOURSE: ON THE GUIDING (OR GUARDIAN) SPIRIT

  ΠΕΡΙ ΤΟΥ ΔΑΙΜΟΝΟΣ.

  Φασὶ τοὺς φιλοσόφους λέγειν ὡς ἄρα εὐδαίμων εἴη μόνος ὁ σοφός. — Δ. Λέγουσι γάρ. — Ἆῤ οὖν ἀληθῆ σοι δοκοῦσι λέγειν; — Δ. Ἔμοιγε. — Τί οὖν οὐχὶ κἀμοὶ ἔφρασας τὴν διάνοιαν ἀ τῶν; — Δ. Ἐὰν ἐμοὶ σὺ πρῶτον εἴπῃς ὅ,τι νομίζεις τὸν δαίμονα εἶναι. — Ἐγὼ μὲν τὸ κρατοῦν ἑκάστου καὶ καθ̓ ὃν ζῇ τῶν ἀνθρώπων ἕκαστος, ὁμοίως μὲν ἐλεύθερος, ὁμοίως δὲ δοῦλος, καὶ πλούσιος καὶ πένης καὶ βασιλεὺς καὶ ἰδιώτης, καὶ πράττει ὅσα ἂν πράττῃ. — Δ. Τοῦτο δὲ ἐν αὐτῷ νομίζεις εἶναι τῷ ἀνθρώπῳ, τὸ κρατοῦν ἑκάστου, ὃ δαίμονα καλεῖς, ἢ ἔξωθεν ὂν ἄρχον τι καὶ κύριον τοῦ [2] ἀνθρώπου; — Ἔγωγε. — Δ. Ἆρά γε ἄνθρωπον ἕτερον; ἔστι γάρ που ἄνθρωπος ὁ μὲν ἑνός τινος κρατῶν, ὁ δὲ πολλῶν, καὶ ἄγων ὅπῃ τε καὶ ὅπως αὐτὸς βούλεται ἤτοι πειθοῖ ἢ βίᾳ ἢ καὶ ἀμφοτέροις. λέγω δὲ οὐδὲν ἄγνωστον, ἀλλὰ τούς τε δημαγωγούς, οἷς πάντα πείθονται αἱ πόλεις καὶ ὅπως ἂν ἐκεῖνοι ἐξηγῶνται καὶ συμβουλεύωσιν, οὕτω πράττουσιν, ἐάν τε πολεμεῖν συμβουλεύωσιν ἐάν τε εἰρήνην ἄγειν ἐάν τε τείχη οἰκοδομεῖσθαι ἐάν τε τριήρεις κατασκευάζεσθαι ἐάν τε θυσίας θύειν ἐάν τε ἐκβάλλειν τινὰς αὐτῶν ἢ χρήματα ἀφαιρεῖσθαι ἢ καὶ ἀποσφάττειν: καὶ τοὺς βασιλέας καὶ τοὺς τυράννους, ὁμοίως δὲ καὶ τοὺς δεσπότας τῶν οἰκετῶν, ὅσοι [3] ἀργύριον καταβαλόντες ἢ ἄλλῳ τῳ τρόπῳ κέκτηνταί τινα: ὡς ἂν εἰ Λυκοῦργόν τε Λακεδαιμονίων δαίμονα καλοῖς ῾ἐκείνου γὰρ κελεύσαντος ἔτι νῦν μαστιγοῦνται Λακεδαιμόνιοι καὶ θυραυλοῦσι καὶ γυμνητεύουσι καὶ ἄλλα πολλὰ καὶ χαλεπὰ δόξαντα ἂν ἑτέροις ἀνέχονταἰ καὶ Πεισίστρατον Ἀθηναίων τῶν πρότερον. οἶσθα γὰρ δήπου ὅτι Πεισιστράτου προστατοῦντος καὶ ἄρχοντος εἰς μὲν τὴν πόλιν οὐ κατῄεσαν ὁ δῆμος, ἐν δὲ τῇ χώρᾳ διατρίβοντες γεωργοὶ ἐγίγνοντο: καὶ τὴν Ἀττικήν, πρότερον ψιλὴν καὶ ἄδενδρον οὖσαν, [p. 279] ἐλαίαις κατεφύτευσαν, Πεισιστράτου προστάξαντος: καὶ τἄλλα [4] ὅπως ἐκεῖνος ἐβούλετο, οὕτως ἔπραττον. ὕστερον δὲ ἴσως ἄλλους τε φαίη τις ἂν καὶ Θεμιστοκλέα καὶ Περικλέα γενέσθαι ῾οὐ γὰρ ἀνήκοος δήπου τυγχάνεις περὶ τοῖν ἀνδροῖν̓ τὸν μέν, ὅτι ναυμαχεῖν Ἀθηναίους ἠνάγκασε πεζοὺς πρότερον ὄντας καὶ τὴν χώραν καὶ τὴν πόλιν προεμένους τοῖς βαρβάροις καὶ θεῶν ἱερὰ καὶ τάφους προγόνων ἐν ταῖς ναυσὶ ποιήσασθαι πάντα τὰ σφέτερα πράγματα — καὶ ὕστερον τὸν Πειραιᾶ τειχίσαι πλειόνων ἢ ἐνενήκοντα σταδίων καὶ ἄλλα τοιαῦτα προσέταξεν αὐτοῖς, ὧν τὰ μὲν ἐπὶ τοσοῦτον ἔπραττον ἐφ̓ ὅσον ἐκεῖνος παρῆν, τὰ δὲ καὶ φυγόντος αὐτοῦ καὶ τελευτήσαντος. καὶ μετὰ ταῦτα ἄλλους τινὰς ἴσως φήσεις δαίμονας γεγονέναι τῶν Ἀθηναίων, οἷον Ἀλκιβιάδην τὸν Κλεινίου καὶ Νικίαν καὶ Κλέωνα καὶ Ὑπέρβολον, τοὺς μέν τινας ἐπιεικεῖς τυχόν, [5] τοὺς δὲ πάνυ πονηρούς τε καὶ χαλεπούς. ἔτι δὲ Κῦρον Περσῶν ἀπὸ χρόνου τινὸς δαίμονα γενέσθαι καὶ βασιλικόν τινα καὶ ἐλευθέριον, ὃς δουλεύοντας αὐτοὺς Μήδοις πρότερ
ον εἰς ἐλευθερίαν ἀφείλετο καὶ πάντων ἀπέφηνε δεσπότας τῶν κατὰ τὴν Ἀσίαν. ἔτι δὲ Καμβύσην καὶ Δαρεῖον καὶ τοὺς ἄλλους τοὺς ἐφεξῆς, τὸν μὲν Καμβύσην τά τε χρήματα αὐτῶν ἀναλίσκοντα καὶ αὐτοὺς κατατοξεύοντα καὶ στρατείας προστάσσοντα χαλεπὰς καὶ συνεχεῖς καὶ μηδέποτε ἐῶντα οἴκοι μένειν: τὸν δὲ Δαρεῖον χρήματα μὲν ὡς οἷόν τε πολλὰ συναγαγόντα καὶ τῇ χώρᾳ γενόμενον αἴτιον ὅπως ἐργασθήσεται, πολέμους δὲ καὶ τοῦτον ἀναγκάζοντα πολεμεῖν χαλεποὺς καὶ ἐπικινδύνους, καθάπερ οἶμαι τὸν πρὸς Σκύθας [6] καὶ τὸν πρὸς Ἀθηναίους. οὕτω δὲ καὶ Νουμᾶν μὲν Ῥωμαῖοι τυχὸν ἂν λέγοιεν αὑτῶν δαίμονα, Καρχηδόνιοι δὲ Ἄννωνα καὶ Ἀννίβαν, Μακεδόνες δὲ Ἀλέξανδρον ἢ Φίλιππον, ὃς Μακεδόνας ταπεινοὺς ὄντας καὶ ἀσθενεῖς, καὶ τοῦ πατρὸς αὐτοῦ παραχωρήσαντος Ὀλυνθίοις [p. 280] τῆς ἀρχῆς, ἰσχυροὺς ἐποίησε καὶ πολεμικοὺς καὶ μικροῦ δεῖν ἁπάσης Εὐρώπης ἐγκρατεῖς. Ἀλέξανδρος δὲ ὕστερον μετ̓ ἐκεῖνον εἰς τὴν Ἀσίαν ἐξαγαγὼν ἅμα μὲν πλουσιωτάτους ἁπάντων ἀνθρώπων ἀπέδειξεν, ἅμα δὲ πενιχροτάτους, καὶ ἅμα μὲν ἰσχυρούς, ἅμα δὲ ἀσθενεῖς, φυγάδας τε καὶ βασιλέας τοὺς αὐτούς, Αἴγυπτον μὲν καὶ Βαβυλῶνα καὶ Σοῦσα καὶ Ἐκβάτανα προσθείς, Αἰγὰς δὲ [7] καὶ Πέλλαν καὶ Δῖον ἀφελόμενος. Καρχηδονίους δὲ Ἄννων μὲν ἀντὶ Τυρίων ἐποίησε Λίβυας, καὶ Λιβύην κατοικεῖν ἀντὶ Φοινίκης, καὶ χρήματα πολλὰ κεκτῆσθαι καὶ συχνὰ ἐμπόρια καὶ λιμένας καὶ τριήρεις, καὶ πολλῆς μὲν γῆς, πολλῆς δὲ θαλάττης ἄρχειν. Ἀννίβας δὲ πρὸς τῇ Λιβύῃ καὶ τῆς Ἰταλίας αὐτῆς κρατῆσαι παρέσχεν ἑπτακαίδεκα ἔτη. αὖθις δὲ αἴτιος ἐγένετο ἀναστάτους γενέσθαι καὶ τὴν πόλιν αὐτὴν μεταβαλεῖν ὑπὸ Ῥωμαίων, πολλοὺς πρότερον τῶν Ῥωμαίων ἀπολέσας, καὶ μικρὸν ἀποσχὼν αὐτὴν ἑλεῖν τὴν Ῥώμην, οὐ βουληθεὶς δέ, ὥς φασι, διὰ τοὺς οἴκοι ἀντιστασιώτας. καὶ τοῦτον ἴσως οὔτε Καρχηδονίοις οὔτε Ῥωμαίοις ἀγαθὸν δαίμονα [8] προσήκει αὑτῶν καλέσαι. Νουμᾶς δὲ τὴν Ῥώμην παραλαβὼν μικρὰν καὶ ἄδοξον, ἔτι δὲ ἐν ἀλλοτρίᾳ χώρᾳ διῳκισμένην καὶ σύγκλυδας καὶ πονηροὺς ἔχουσαν τοὺς ἐνοικοῦντας, ἔτι δὲ τοῖς προσχώροις πᾶσιν ἐχθροὺς καὶ πένητας καὶ ἀγρίους καὶ ἐπικινδύνως ζῶντας διὰ τὴν Ῥωμύλου χαλεπότητα, τήν τε γῆν αὐτοὺς βεβαίως ἔχειν ἐποίησε καὶ φίλους εἶναι τοῖς περιοίκοις καὶ νόμους καὶ θεοὺς καὶ πολιτείαν κατεστήσατο, καὶ πάσης αἴτιος ὑπῆρξε [9] τῆς λεγομένης ὕστερον εὐδαιμονίας. ἔχοιμι δ̓ ἂν καὶ περὶ τῶν ἄλλων λέγειν πόλεων καὶ γενῶν καὶ ἀνθρώπων τὸν αὐτὸν τρόπον εὖ τε καὶ κακῶς πραξάντων διά τινας ἄρχοντας αὐτῶν γενομένους [p. 281] καὶ προστάτας: ἀλλὰ ἱκανῶς οἶμαι τὴν ἐμαυτοῦ διάνοιαν ἐνδεδεῖχθαι. εἰ δὴ τούτους καλεῖς δαίμονας ὡς τῶν ὑπ̓ αὐτοῖς καὶ δἰ οὓς ἕκαστοι βέλτιον ἢ χεῖρον ἔπραξαν, ἡδέως ἂν ἀκούοιμι.

  THE TWENTY-SIXTH DISCOURSE: ON DELIBERATION

  ΠΕΡΙ ΤΟΥ ΒΟΥΛΕΥΕΣΘΑΙ.

  Πάλαι καθήμενος καὶ ὑμῶν ἀκούων, ὅτε πολλὰς ὥρας διετρίβετε παρά τινι τῶν πολιτικῶν βουλευόμενοι περί τινων πραγμάτων σκοπῶ παῤ ἐμαυτῷ καὶ ἀναζητῶ τί ἐστι τοῦτο ὅ φατε βουλεύεσθαι ἢ αὐτὸ δὴ τὸ βουλεύεσθαι; ἆρα γὰρ περὶ τούτου τις βουλεύεται τοῦ πράγματος ὃ οἶδέ τε καὶ ἐπίσταται; — Οὐ δοκεῖ μοι περὶ ὧν τις οἶδε, περὶ τούτων βουλεύεσθαι, ἀλλὰ ἤδη εἰδέναι. — Τί δαί; ἃ οὐκ οἶδεν οὐδὲ ἃ ἐπίσταται, περὶ τούτων ὥσπερ διαμαντευόμενος καὶ ἀναζητῶν γνῶναι ἃ οὐκ οἶδεν; — Οὐ δοκεῖ μοι οὐδὲ οὗτος δύνασθαι βουλεύεσθαι περὶ τούτων περὶ ὧν οὐδεμίαν [2] ἐπιστήμην ἔχει. — Ὅρα οὖν μὴ τοιόνδε τι ᾖ τὸ βουλεύεσθαι ὥστε τινὰ μὲν εἰδέναι, τινὰ δὲ ἀγνοεῖν, καὶ τοῦτο ᾖ περὶ οὗ βουλεύονται ἄνθρωποι; ἵνα δὲ μᾶλλον τῷ λόγῳ παρακολουθήσωμεν, δἰ εἰκόνος τινὸς ἐπιδείξομεν αὐτό. ὑποτιθέμεθα γὰρ εἰδέναι μὲν ἡμᾶς Χαρικλέα καὶ Χαρίξενον, ὅπου δὲ οἰκοῦσιν ἀγνοεῖν, στοχάζεσθαι [3] δὲ περὶ τῆς οἰκίας αὐτοῖν, μὴ ἄρα τοῦτο ᾖ τὸ βουλεύεσθαι ὥστε ἐξ ὧν οἴδαμεν, ἐκ τούτων καὶ περὶ ὧν οὐδέπω ἴσμεν τεκμαίρεσθαι: καθάπερ οἱ ἀρτιάζοντες ἴσασι μὲν ὅτι ἐν ταῖς χερσὶν ἔχουσιν οἱ προκαλεσάμενοι αὐτοὺς χρῆμα, οὐ μέντοι ὅτι τοσοῦτον, ἀλλ̓ ἐνίοτε καὶ ἐπέτυχον εἰπεῖν, καὶ οὕτω δὴ κρατήσαντες ἀπηλλάγησαν. [p. 282] μὴ ἄρα καὶ τὸ βουλεύεσθαι τοιοῦτον ᾖ, ὥστε εἰδέναι μέν τι — τὰ δὲ ἄλλα, ὅσα ἀγνοοῦμεν, στοχασάμενοι ἐνίοτε αὐτομάτως ἐπετύχομεν καὶ μετ̓ οὐδεμιᾶς ἐπιστήμης. [4] Φέρε γὰρ ἴδωμεν ὁποῖόν ἐστι τὸ πρᾶγμα. τὰ ὄντα καὶ ἔστι καὶ ἐγένετο καὶ ὑφέστηκε, τὰ δὲ μὴ ὄντα οὔτε ἔστιν οὔτε ἐγένετο οὔτε ὑφέστηκεν. οὐ δεῖ μὲν οὖν περὶ τῶν ἤδη ὄντων: ἔστι γὰρ καὶ οὐδὲν ὄφελος περὶ τῶν γεγονότων καὶ ὑφεστηκότων βουλεύεσθαι: τί γὰρ καὶ βουλευσόμεθα περὶ αὐτῶν; ἵνα μὴ γένηται τὰ γεγονότα; οὐ δύναται μὴ γεγονέναι. ἀλλ̓ ἵνα μὴ ᾖ τὰ ὄντα; πῶς δυνάμεθα ποιῆσαι μὴ εἶναι; οὕτως ὡς ἐγένετο; ἀλλ̓ ἵνα μὴ ὑφεστήκῃ; πᾶν τὸ ὂν ὑπόστασιν ἔχει. ἀλλὰ περὶ μὲν τῶν ὄντων τί [5] ἄν τις καὶ βουλεύοιτο; περὶ τίνων οὖν βουλευόμεθα; περὶ τῶν μὴ ὄντων, ὡς ὁ λόγος ὑποδείκνυσι: τὰ δὲ μὴ ὄντα οὔτε ἔστιν οὔτε γέγονεν οὔτε ὑφέστηκεν. περὶ τῶν οὐκ ὄντων οὖν τίς δύναται βουλεύεσθαι καὶ περ
ὶ τῶν οὐχ ὑφεστώτων; τὸ γὰρ οὐκ ὂν οὐδέν ἐστι. περὶ δὲ τοῦ οὐκ ὄντος οὐδεὶς δύναται βουλεύεσθαι. οὐδεὶς ἄρα δύναται βουλεύεσθαι περὶ τῶν μὴ ὄντων. ἡ γὰρ βουλὴ ἐπί τινί ἐστιν. τὸ δὲ μὴ ὂν οὔ τί ἐστιν. οὐκ ἄρα οὐδὲ τὸ βουλεύεσθαι περὶ τῶν μὴ ὄντων δύναιτ̓ ἂν εἶναι. [6] Τί οὖν; ὁ ἄμουσος καὶ ὁ ἀνεπιστήμων ἁρμονίας καὶ μέλους καὶ ῥυθμοῦ καὶ τῆς τούτων τάξεως καὶ κινήσεως δύναιτ̓ ἂν καλῶς βουλεύσασθαι περὶ μουσικῆς καὶ τῶν ἔργων τῶν κατὰ μουσικήν; — Οὐδαμῶς. — Τί δέ; ὁ γεωμετρίας ἄπειρος περὶ σώματος καὶ μήκους καὶ πλάτους καὶ βάθους βουλευόμενος ἂν καλῶς βουλεύοιτο; — Οὐδὲ οὗτος. — Τί δέ; ὁ νεὼς ἄρχειν οὐκ ἐπιστάμενος περὶ νεὼς ἀρχῆς καὶ ἔργων κυβερνητικῶν ἱκανῶς ἂν βουλευόμενος [7] βουλεύοιτο; — Οὐδὲ οὗτος. — Ὅστις ἄρα οὐδὲν ἱκανῶς περὶ οὐδενὸς [p. 283] οὔτε πεπαίδευται οὔτε οἶδεν, οὗτος οὐδὲ βουλεύσασθαι περὶ τούτων ἱκανός ἐστιν; χρὴ οὖν ἐπιμελεῖσθαι μάλιστα φρονήσεως καὶ παιδείας, ἵνα ἡμῖν ᾖ ῥᾴδιον περὶ ἁπάντων πραγμάτων βουλεύεσθαι καὶ εἰδέναι τὸ συνοῖσον ἑκάστῃ βουλῇ καὶ μὴ διαμαρτάνειν, ἀλλὰ καθάπερ οἱ μουσικοὶ καὶ οἱ γεωμέτραι καὶ οἱ κυβερνῆται περὶ τῶν ἰδίων ἔργων οὐκ ἀτέχνως σκέπτονται καὶ ἅπαντες οἱ περί τι δεινοὶ καὶ συνεῖναι περὶ αὐτῶν ἱκανοί εἰσιν, οὕτω δὴ καὶ ἡμεῖς περὶ [8] τῶν ἰδίων ἱκανοὶ ὦμεν βουλεύεσθαι καὶ λέγειν. ἄτοπον γὰρ τοὺς μὲν ἀρτιάζοντας σύνεσιν ἐπιδείκνυσθαι, καὶ ταῦτα εἰκάζοντας καὶ μὴ ὁρῶντας τοῦτο περὶ οὗ ἀποφαίνονται, τοὺς δὲ περὶ πραγμάτων βουλευομένους μήτε ξύνεσιν μήτε ἐπιστήμην μήτε ἐμπειρίαν ἐπιδείκνυσθαι, καὶ τούτων ἐνίοτε τῶν μεγίστων ὄντων, περὶ ὁμονοίας καὶ φιλίας οἰκιῶν καὶ πόλεων καὶ περὶ εἰρήνης καὶ πολέμου καὶ περὶ κατοικισμοῦ καὶ περὶ κατοικίσεως, περί τε παίδων καὶ περὶ γυναικῶν.

 

‹ Prev