ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκης
ῥηιδίως, τοτὲ δ᾽ αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.
εἰ οὖν τὰ τοῦ Ἑρμοῦ ἔπη κἀγὼ λέγοιμι πρὸς ὑμᾶς, ὡς ἐκεῖνος ἐν Ὀδυσσείᾳ πεποίηται Καλυψοῖ ἀπολογούμενος ὑπὲρ τῆς ἀγγελίας, ἣν ἀηδῆ οὖσαν ἐκόμιζε, τάχ᾽ ἂν ληρεῖν με φαίητε, ῥητέα δ᾽ ὅμως:
Ζεὺς ἐμέ γ᾽ ἠνώγει δεῦρ᾽ ἐλθέμεν οὐκ ἐθέλοντα:
τίς δ᾽ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ
ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις.
[22] ἐκεῖνος μὲν θεὸς ὢν καὶ πετόμενος δυσχεραίνει τὰ κύματα καὶ τὸ πέλαγος καὶ τὴν μεταξὺ τῶν πόλεων καὶ τῶν ἀνθρώπων ἐρημίαν: ἐγὼ δὲ ἄνθρωπος οὐδεὶς οὐδαμόθεν ἐν τριβωνίῳ φαύλῳ μήτε ᾄδειν ἡδὺς μήτε μεῖζον ἑτέρου φθεγγόμενος, οὐκ ἄρα ἔδεισα τὸν ὑμέτερον θροῦν οὐδὲ τὸν γέλωτα οὐδὲ τὴν ὀργὴν οὐδὲ τοὺς συριγμοὺς οὐδὲ τὰ σκώμματα, οἷς πάντας ἐκπλήττετε καὶ πανταχοῦ πάντων ἀεὶ περίεστε καὶ ἰδιωτῶν καὶ βασιλέων; καὶ ταῦτα ἀκούων Ὁμήρου τε καὶ τῶν ἄλλων ποιητῶν ὑμνούντων ἀεὶ τὸν ὄχλον ὡς χαλεπόν τε καὶ ἀπειθῆ καὶ πρὸς ὕβριν ἕτοιμον, τοῦ μὲν οὕτω λέγοντος: [23]
κινήθη δ᾽ ἀγορή, ὡς κύματα μακρὰ θαλάσσης
πόντου Ἰκαρίοιο, τὰ μέν τ᾽ Εὖρός τε Νότος τε
ὤρορ᾽ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων:
ἑτέρου δὲ πάλιν αὖ,
δῆμος ἄστατον κακόν,
καὶ θαλάσσῃ πάνθ᾽ ὅμοιον ὑπ᾽ ἀνέμου ῥιπίζεται.
καὶ γαληνὸς εντηχω παν πνεῦμα βραχὺ κορύσσεται.
κἄν τις αἰτία γένηται, τὸν πολίτην κατέπιεν.
[24] τάχ᾽ ἂν οὖν καὶ ὑμεῖς ἐμὲ τῷ θορύβῳ καταπίοιτε καὶ τῇ ταραχῇ, βουλόμενον ὑμᾶς ὠφελεῖν. μείναντες δὲ καὶ ἀκούσαντες διὰ τέλους πᾶσι θαυμαστοὶ δόξετε, καὶ οὐ μόνον κρουμάτων ἔμπειροι καὶ ὀρχημάτων, ἀλλὰ καὶ λόγων φρονίμων, ἵνα κἀμοὶ πρὸς τούς αἰτιωμένους [p. 274] καὶ καταγιγνώσκοντας, ὅτι δεῦρο εἰσῆλθον, ᾖ δικαίως ἀπολογεῖσθαι: αἰτιάσονται γάρ, εὖ ἴστε, καὶ φήσουσι δοξοκόπον εἶναι καὶ μαινόμενον, ὅστις ἐμαυτὸν ὄχλῳ καὶ θορύβῳ παρέβαλον: ὅπως οὖν ἔχω λέγειν ὅτι οὐ πᾶν πλῆθος ἀσελγές ἐστιν οὐδὲ ἀνήκοον, οὐδὲ ἀπὸ παντὸς δεῖ τοὺς πεπαιδευμένους φεύγειν. [25] σαφέστερον δ᾽ ὑμῖν, εἰ βούλεσθε, διελεύσομαι περὶ δήμου φύσεως, τοῦτ᾽ ἔστι περὶ ὑμῶν αὐτῶν. καὶ γὰρ ἕν τι τῶν χρησίμων ἐστὶ καὶ μᾶλλον ἂν ὑμᾶς ὠφελήσειεν ἢ περὶ οὐρανοῦ καὶ γῆς εἰ λέγοιμι. φημὶ δὴ δῆμον ἐοικέναι μάλιστα ἀνδρὶ δυνάστῃ καὶ σφόδρα ἰσχυρῷ, μεγάλην τινὰ ἐξουσίαν καὶ ῥώμην ἔχοντι, καὶ τοσούτῳ μείζονι δυνάστῃ καὶ ἄρχοντι πλεόνων, ὅσῳπερ ἂν αὐτὸς ᾖ πλείων ὁ δῆμος καὶ πόλεως γενναιοτέρας. [26] ἐκείνων μὲν οὖν εἰσι βασιλεῖς, θεοὶ ἐπὶ σωτηρίᾳ κοινῇ γεγονότες, κηδεμόνες ὄντως καὶ προστάται χρηστοὶ καὶ δίκαιοι, τῶν μὲν ἀγαθῶν ἑκούσιοι ταμίαι, τῶν δὲ χαλεπῶν σπανίως μεταδιδόντες καὶ κατὰ ἀνάγκην, κόσμῳπόλεων ἡδόμενοι. οἱ δὲ τοὐναντίον σκληροὶ καὶ ἄγριοι τύραννοι, χαλεποὶ μὲν ἀκοῦσαι, χαλεποὶ δὲ συμβαλεῖν: τούτων ἡ μὲν ὀργὴ πρὸς πάντα ἕτοιμος, ὥσπερ θηρίων ἀνημέρων, τὰ δὲ ὦτα ἐμπέφρακται, καὶ πάροδος οὐκ ἔστιν εἰς αὐτὰ λόγοις ἐπιεικέσιν, ἀλλὰ κολακεία καὶ ἀπάτη κρατεῖ παρ᾽ αὐτοῖς. [27] ὁμοίως δὲ καὶ δῆμος ὁμέν τις εὐγνώμων καὶ πρᾷος καὶ γαληνὸς ὄντως, οἷος γεύσασθαι παρρησίας καὶ μὴ πάντα ἐθέλειν τρυφᾶν, ἐπιεικής, μεγαλόφρων, αἰδούμενος τοὺς ἀγαθοὺς καὶ ἄνδρας καὶ λόγους, τοῖς νουθετοῦσι καὶ διδάσκουσι χάριν εἰδώς: ὃν ἐγὼ τίθημι τῆς θείας καὶ βασιλικῆς φύσεως, καὶ προσιέναι φημὶ καὶ διαλέγεσθαι τούτῳ πρέπειν,καθάπερ ἵππον γενναῖον ἐξ ἡνίας εὐτελοῦς πρᾴως ἄγοντα, οὐδὲν δεόμενον ψαλίων. [28] οἱ δὲ πλείους καὶ οὶ θρασεῖς καὶ ὑπερήφανοι, δυσάρεστοι πρὸς ἅπαντα, ἁψίκοροι, τυράννοις ὅμοιοι καὶ πολὺ χείρους: οἷα δὴ τῆς κακίας αὐτῶν οὔσης οὐ μιᾶς οὐδὲ ἁπλῆς, ἀλλὰ συμπεφορημένης ἐκ μυρίων: ὥστε πάνυ ποικίλον τε καὶ δεινὸν εἶναιθηρίον, οἷα ποιηταὶ καὶ δημιουργοὶ πλάττουσι Κενταύρους τε καὶ Σφίγγας καὶ Χιμαίρας, ἐκ παντοδαπῶν φύσεων εἰς μίαν μορφὴν εἰδώλου ξυντιθέντες. τῷ δὲ τοιούτῳ τέρατι ξυμπλέκεσθαι καὶ ὁμόσε ἰέναι μαινομένου τινὸς ἀληθῶς ἔργον ἢ σφόδρα ἀνδρείου [p. 275] [29] καὶ πτηνοῦ, Περσέως ἢ Βελλεροφόντου. τὸν οὖν τῶν Ἀλεξανδρέων δῆμον τὸν ἄπειρον, ὥς φασι, τῆς ποίας μερίδος θῶμεν; ἐγὼ μὲν γὰρ ὡς τῆς βελτίονος οὖσιν ὑμῖν παρέσχηκα ἐμαυτόν: ἴσως δὲ καὶ ἄλλος προαιρήσεται τῶν ἐμοῦ κρειττόνων. καὶ μὴν οὐδὲν ἂν ἔχοιτε θέαμα κάλλιον καὶ παραδοξότερον αὑτῶν σωφρονούντων καὶ προσεχόντων. θεῖον γὰρ δὴ καὶ σεμνὸν ἀληθῶς καὶ μεγαλοπρεπὲς δήμου πρόσωπον πρᾷον καὶ καθεστηκὸς καὶ μήτε γέλωτι σφοδρῷ καὶ ἀκολάστῳ βρασσόμενον μήτε θορύβῳ συνεχεῖ καὶ ἀτάκτῳ τεταραγμένον, ἀλλ᾽ ἀκοὴ μία τοσοῦδε πλήθους. [30] ἴδετε δὲ αὑτοὺς ἐν τῷ παρόντι καὶ ὅταν τὰ συνήθη θεωρῆτε, οἷοί ἐστε. ἐμοὶ γὰρ νῦν μὲν ἀξιοθέατοι δοκεῖτε εἶναι καὶ ἰδιώταις καὶ βασιλεῦσι, καὶ οὐδείς ἐστιν ὃς οὐκ ἂν εἰσελθὼν καταπλαγείη τε ὑμᾶς καὶ τιμήσειεν: ὥστε, εἰ μηδὲν ἄλλο, τοῦτό γε ὑμῖν ὁ λόγος παρέσχηκεν οὐ μικρόν, μίαν ὥραν σωφρονῆσαι. κ
αὶ γὰρ τοῖς νοσοῦσι μεγάλη ῥοπὴ πρὸς σωτηρίαν μικρὸν ἡσυχάσασιν. ἐν δὲ ταῖς ἄλλαις σπουδαῖς, ὅταν ὑμῖν ἐμπέσῃ τὸ τῆς ἀταξίας πνεῦμα, ὥσπερ ἂν τραχὺς ἄνεμος κινήσῃ θάλατταν ἰλυώδη καὶ ῥυπαράν, ἀτεχνῶς οἶμαι καθ᾽ Ὅμηρον ὁρᾶται ἀφρός τε καὶ ἄχνη καὶ φυκίων πλῆθος ἐκχεομένων: [31] ὡσαύτως δὴ καὶ παρ᾽ ὑμῖν σκώμματα, πληγαί, γέλως. τίς ἂν οὖν τοὺς οὕτω διακειμένους ἐπαινέσειεν; οὐ γὰρ διὰ τοῦτο καὶ τοῖς ἄρχουσιν εὐτελέστεροι φαίνεσθε; καὶ πρότερόν τινα εἰρηκέναι φασί: τὸ δὲ Ἀλεξανδρέων πλῆθος τί ἂν εἴποι τις, οἷς μόνον δεῖ παραβάλλειν τὸν πολὺν ἄρτον: οὕτω γὰρ εἰρῆσθαι πολὺ βέλτιον: καὶ θέαν ἵππων: ὡς τῶν γε ἄλλων οὐδενὸς αὐτοῖς μέλει. οὐ γὰρ ὑμεῖς μέν, ἄν τις ἀσχημονῇ τῶν μειζόνων ἐν τῷ μέσῳ πάντων ὁρώντων, καταφρονήσετε αὐτοῦ καὶ νομιεῖτε οὐδενὸς ἄξιον, κἂν μυριάκις ὑμῶν ἔχῃ τινὰ ἐξουσίαν, αὐτοὶ δὲ δύνασθε σεμνοὶ δοκεῖν καὶ σπουδαῖοι τοιαῦτα πράττοντες. [32] οὐκ ἴστε ὅτι ὥσπερ ἡγεμὼν καὶ βασιλεὺς ὅταν προέλθῃ, τότε σαφέστατα ὁρᾶται καὶ δεῖ μηδὲν [p. 276] ἀγεννὲς μηδὲ αἰσχρὸν ποιεῖν: παραπλησίως καὶ δῆμος, ὅταν εἰς ταὐτὸ προέλθῃ καὶ ἀθρόος γένηται; χρὴ μὲν γὰρ οἶμαι καὶ τὸν ἄλλον χρόνον σωφρονεῖν ὑμᾶς: ἀλλ᾽ ὅμως ὅ, τι ἂν πράττῃ τις καθ᾽ αὑτόν, οὐ κοινόν ἐστι τοῦτο οὐδὲ τῆς πόλεως: ἐν τῷ θεάτρῳ δὲ βλέπεται τὸ δημόσιον ἦθος. ὑμεῖς δὲ μάλιστα ἐνταῦθα ἀφυλάκτωσἔχετε καὶ προήσεσθε τὴν δόξαν τῆς πόλεως: ὥσπερ αἱ κακαὶ γυναῖκες, δέον αὐτάς, κἂν οἴκοι μὴ σωφρονῶσιν, ἔξω γε προϊέναι κοσμίως, αἱ δὲ μάλιστα ἐν ταῖς ὁδοῖς πλεῖστα ἁμαρτάνουσιν. [33] τί οὖν; τάχα ἐρεῖ τις, τοῦτο μόνον ἁμαρτάνομεν, τὸ φαύλως θεωρεῖν; καὶ περὶ τούτου μόνου λέγεις ἡμῖν, ἄλλο δ᾽ οὐθέν; δέδοικαἅμα τὸ περὶ πάντων ἐπεξελθεῖν. καίτοι τάχα φήσει τις ὡς πολλὰ λέγων οὐδὲν ὑμῖν συμβεβούλευκα οὐδὲ εἴρηκα σαφῶς, ἐφ᾽ ᾧ μάλιστα ἐπιτιμῶ: τοῦτο δὲ ἔργον εἶναι τοῦ διδάσκοντος. ἐγὼ δὲ καὶ νῦν μὲν ἡγοῦμαι πολλὰ καὶ χρήσιμα εἰρηκέναι τοῖς προσέχουσι καὶ περὶ θεοῦ καὶ περὶ δήμου φύσεως καὶ περὶ τοῦ δεῖν ἀκούειν, κεἰμὴ πείθεσθε, λόγων. τοῦτο γὰρ οἶμαι καὶ ἀναγκαιότατον ἦν, παρασκευάσαι πρῶτον ὑμᾶς ὑπομένοντας ἀκούειν. ὥστ᾽, εἰ μηδὲν ἄλλο παρέσχηκεν ὑμῖν μέγα ὁ λόγος, τοῦτο γοῦν ὅτι τοσοῦτον χρόνον κάθησθε σωφρονοῦντες. καὶ γὰρ τοῖς νοσοῦσι μεγάλη ῥοπὴ πρὸς σωτηρίαν μικρὸν ἡσυχάσασιν. [34] καὶ μὴν περί γε τῶν ἄλλωντὸ μὲν πάντα ἐπεξελθεῖν, καὶ ταῦτα ἐν ἡμέρᾳ μιᾷ, καὶ τελέως ὑμᾶς ἀναγκάσαι καταγνῶναι τῆς κακίας καὶ τῶν ἁμαρτημάτων οὐ δυνατόν:
οὐδ᾽ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ᾽ εἶεν,
φωνὴ δ᾽ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη:
εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι, Διὸς αἰγιόχοιο
θυγατέρες, μνησαίαθ᾽ ὅση κακότης παρὰ πᾶσιν,
οὐχ ὑμῖν μόνοις. αὐτὸ δὲ τοῦτο περὶ οὗ λέγειν ἠρξάμην, ὁρᾶτε [p. 277] [35] ἡλίκον ἐστίν. ὅπως μὲν γὰρ ἑστιᾶσθε καθ᾽ ἑαυτοὺς ἢ κοιμᾶσθε ἢ διοικεῖτε τὴν οἰκίαν ἕκαστος οὐ πάνυ δῆλός ἐστιν: ὅπως μέντοι θεωρεῖτε καὶ ποῖοί τινες ἐνθάδε ἐστὲ ἅπαντες Ἕλληνες καὶ βάρβαροι ἴσασιν. ἡ γὰρ πόλις ὑμῶν τῷ μεγέθει καὶ τῷ τόπῳ πλεῖστον ὅσον διαφέρει καὶ περιφανῶς ἀποδέδεικται δευτέρα τῶν ὑπὸ τὸν ἥλιον. [36] ἥ τε γὰρ Αἴγυπτος ὑμῶν, τηλικοῦτον ἔθνος, σῶμα τῆς πόλεώς ἐστι, μᾶλλον δὲ προσθήκη, τοῦ τε ποταμοῦ τὸ ἴδιον τῆς φύσεως καὶ παρὰ τοὺς ἄλλους ἅπαντας λόγου μεῖζον, τό τε θαυμαστὸν αὐτοῦ καὶ τὸ ὠφέλιμον, τήν τε θάλατταν τὴν καθ᾽ ἡμᾶς ἅπασαν ἐκδέχεσθε, κάλλει τε λιμένων καὶ μεγέθει στόλου καὶ τῶν πανταχοῦ γιγνομένων ἀφθονίᾳ καὶ διαθέσει, καὶ τὴν ἔξωθεν ὑπερκειμένην ἔχετε, τήν τε Ἐρυθρὰν καὶ τὴν Ἰνδικήν, ἧς πρότερον τοὔνομα ἀκοῦσαι χαλεπὸν ἦν: ὥστε τὰς ἐμπορίας οὐ νήσων οὐδὲ λιμένων οὐδὲ πορθμῶν τινων καὶ ἰσθμῶν, ἀλλὰ σχεδὸν ἁπάσης τῆς οἰκουμένης γίγνεσθαι παρ᾽ ὑμῖν. κεῖται γὰρ ἐν συνδέσμῳ τινὶ τῆς ὅλης γῆς καὶ τῶν πλεῖστον ἀπῳκισμένων ἐθνῶν, ὥσπερ ἀγορὰ μιᾶς πόλεως εἰς ταὐτὸ ξυνάγουσα πάντας καὶ δεικνύουσά τε ἀλλήλοις καὶ καθ᾽ ὅσον οἷόν τε ὁμοφύλους ποιοῦσα. [37] ἴσως οὖν χαίρετε ἀκούοντες, καὶ νομίζετε ἐπαινεῖσθαι ταῦτα ἐμοῦ λέγοντος, ὥσπερ ὑπὸ τῶν ἄλλων τῶν ἀεὶ θωπευόντων ὑμᾶς: ἐγὼ δὲ ἐπῄνεσα ὕδωρ καὶ γῆν καὶ λιμένας καὶ τόπους καὶ πάντα μᾶλλον ἢ ὑμᾶς. ποῦ γὰρ εἶπον ὥς ἐστε φρόνιμοι καὶ σώφρονες καὶ δίκαιοι; οὐχὶ τἀναντία τούτων; ἔστι γὰρ ἀνθρώπων ἔπαινος εὐταξία, πρᾳότης, ὁμόνοια, κόσμος πολιτείας, τὸ προσέχειν τοῖς ὀρθῶς λέγουσι, τὸ μὴ πάντοτε ζητεῖν ἡδονάς. ἀναγωγαὶ δὲ καὶ κατάρσεις καὶ πλήθους ὑπερβολὴ καὶ ὠνίων καὶ νεῶν πανηγύρεως καὶ λιμένος καὶ ἀγορᾶς ἐστιν ἐγκώμιον, [38] οὐ πόλεως: οὐδέ γε, ἂν ὕδωρ ἐπαινῇ τις, ἀνθρώπων ἔπαινος οὗτός ἐστιν, ἀλλὰ φρεάτων: οὐδ᾽ ἂν περὶ εὐκρασίας λέγῃ τις, τοὺς ἀνθρώπους εἶναί φησιν ἀγαθούς, ἀλλὰ τὴν χώραν: οὐδ᾽ ἂν περὶ [p. 278] ἰχθύων, τὴν πόλιν ἐπαινεῖ: πόθεν; ἀλλὰ θάλατταν ἢ λίμνην ἢ ποταμόν. ὑμεῖς δέ, ἂν ἐγκωμιάζῃ τις τὸν Νεῖλον, ἐπαίρεσθε, ὥσπερ αὐτοὶ ῥέοντες ἀπὸ Αἰθιοπίας. σχεδὸν δὲ καὶ τῶν ἄλλων οἱ πλείους ἐπὶ τ
οῖς τοιούτοις χαίρουσι, καὶ μακαρίους ἑαυτοὺς κρίνουσιν, ἂν οἰκῶσι καθ᾽ Ὅμηρον νῆσον δενδρήεσσαν ἢ βαθεῖαν ἤτινα ἤπειρον εὔβοτον, εὔμηλον, ἢ πρὸς ὄρεσι σκιεροῖς ἢ πηγαῖς διαυγέσιν: ὧν οὐδὲν ἴδιόν ἐστιν ἐκείνων: ἀρετῆς δὲ οὐδὲ ὄναρ αὐτοῖς μέλει. [39] ἐγὼ δὲ τούτων ἐμνήσθην οὔτε ὑμᾶς ἐπαίρων οὔτε τοῖς συνήθως ὑμνοῦσιν αὐτὰ ῥήτορσιν ἢ ποιηταῖς παραβάλλων ἐμαυτόν. δεινοὶ γὰρ ἐκεῖνοι καὶ μεγάλοι σοφισταὶ καὶ γόητες: τὰδ᾽ ἡμέτερα φαῦλα καὶ πεζὰ ἐν τοῖς λόγοις, οὐ μέντοι περὶ φαύλων. τὰ μὲν γὰρ λεγόμενα αὐτὰ οὐ μεγάλα, περὶ μεγίστων δὲ ὡς οἷόν τε. καὶ νῦν εἶπον τὰ περὶ τῆς πόλεως, δεῖξαι βουλόμενος ὑμῖν ὡς ὅ, τι ἂν ἀσχημονῆτε οὐ κρύφα γίγνεται τοῦτο οὐδ᾽ ἐν ὀλίγοις, [40] ἀλλ᾽ ἐν ἅπασιν ἀνθρώποις. ὁρῶ γὰρ ἔγωγε οὐ μόνον Ἕλληνασπαρ᾽ ὑμῖν οὐδ᾽ Ἰταλοὺς οὐδὲ ἀπὸ τῶν πλησίον Συρίας, Λιβύης, Κιλικίας, οὐδὲ τοὺς ὑπὲρ ἐκείνους Αἰθίοπας οὐδὲ Ἄραβας ἀλλὰ καὶ Βακτρίους καὶ Σκύθας καὶ Πέρσας καὶ Ἰνδῶν τινας, οἳ συνθεῶνται καὶ πάρεισιν ἑκάστοτε ὑμῖν: ὥστε ὑμεῖς μὲν ἀκούετε ἑνός, ἂν οὕτω τύχῃ, κιθαρῳδοῦ, καὶ τούτου συνήθους, ἀκούεσθεδὲ ὑπὸ μυρίων ἐθνῶν οὐκ ἐπισταμένων ὑμᾶς, καὶ ὁρᾶτε μὲν τρεῖς ἢ τέτταρας ἡνιόχους, ὁρᾶσθε δὲ ὑπὸ τοσούτων μὲν Ἑλλήνων, τοσούτων δὲ βαρβάρων. [41] τί οὖν οἴεσθε τούτους ἐπὶ γῆς πέρατα ἐλθόντας λέγειν; οὐχ ὡς πόλιν εἴδομεν τὰ μὲν ἄλλα θαυμαστὴν καὶ τῶν ἀνθρωπίνων θεαμάτων πάντων κρεῖττον θέαμα, κόσμῳτε ἱερῶν καὶ πλήθει πολιτῶν καὶ τῶν ἐπιτηδείων περιουσίᾳ, πάντα ἀκριβῶς διεξιόντας ὡς ἂν δύνωνται τοῖς αὑτῶν, ἃ καὶ μικρὸν ἔμπροσθεν εἶπον, τὰ τοῦ Νείλου καὶ τῆς χώρας καὶ τῆς θαλάττης καὶ τὸ μέγιστον τὴν ἐπιφάνειαν τοῦ θεοῦ: μαινομένην δὲ ὑπὸ ᾠδῆς καὶ δρόμων ἱππικῶν καὶ μηδὲν ἄξιον πράττουσαν ἐν τούτοις ἑαυτῆς; οἱ γὰρ ἄνθρωποι θύοντες μέν εἰσι μέτριοι καὶ βαδίζοντες [p. 279] καθ᾽ αὑτοὺς καὶ τἄλλα πράττοντες: ὅταν δὲ εἰς τὸ θέατρον εἰσέλθωσιν ἢ τὸ στάδιον, ὥσπερ φαρμάκων αὐτοῖς ἐκεῖ κατορωρυγμένων, οὐδὲν οἴδασι τῶν προτέρων οὐδὲ αἰσχύνονται λέγειν ἢ ποιεῖν ὅ, τι ἂν αὐτοῖς ἐπέλθῃ. [42] τὸ δὲ πάντων χαλεπώτατον, ἐσπουδακότες περὶ τὴν θέαν οὐχ ὁρῶσι καὶ ἀκούειν ἐθέλοντες οὐκ ἀκούουσι, σαφῶς ἐξεστηκότες καὶ παρανοοῦντες, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ παῖδες καὶ γύναια. ἐπειδὰν δὲ παύσηται τὸ δεινὸν καὶ διαλυθῶσι, τὸ μὲν ἀκμαιότερον ἔσβεσται τῆς ταραχῆς: ἔτι δὲ ἔν τε συνόδοις καὶ στενωποῖς μένει καὶ δι᾽ ὅλης τῆς πόλεως ἐπὶ συχνὰς ἡμέρας: καθάπερ ἐμπρησμοῦ μεγάλου λήξαντος ἰδεῖν ἔστι μέχρι πολλοῦ τήν τε λιγνὺν καὶ μέρη τινὰ φλεγόμενα. [43] καίτοι τάχα ἐρεῖ τις τῶν Περσῶν ἢ τῶν Βακτρίων, ὡς αὐτοὶ μὲν ἴσασιν ἱππεύειν καὶ σχεδὸν ἄριστοι δοκοῦσιν ἱππεῖς: τὸ γὰρ πρᾶγμα ὑπὲρ ἀρχῆς καὶ ἐλευθερίας ἐπιτηδεύουσιν: ἀλλ᾽ ὅμως οὐδὲν τοιοῦτον οὐδ᾽ αὖ ὅμοιον πεπόνθασιν: ὑμεῖς δὲ οὐδεπώποτε αὐτοὶ θιγόντες οὐδ᾽ ἐπιβάντες ἵππων οὐ δύνασθε κατέχειν αὑτοὺς, ἀλλ᾽ ἐστὲ ὅμοιοι χωλοῖς ὑπὲρ δρόμου ἐρίζουσιν. τοιγαροῦν δειλοὶ ὄντες καὶ ἀστράτευτοι πολλὰς ἤδη νενικήκατε ἱππομαχίας. [44] σκοπεῖτε δὲ μὴ περὶ ὑμῶν ἀληθέστερον οὗτοι λέγωσιν ἤ περὶ τῶν Ἑλλήνων Ἀνάχαρσιν τὸν Σκύθην φασὶν εἰπεῖν: ἐδόκει μὲν γὰρ εἶναι τῶν σοφῶν: ἧκε δὲ εἰς τὴν Ἑλλάδα θεασόμενος οἶμαι τά τε ἔθη καὶ τοὺς ἀνθρώπους: ἔλεγεν οὖν ὡς ἔστιν ἐν ἑκάστῃ πόλει τῶν Ἑλλήνων ἀποδεδειγμένον χωρίον, ἐν ᾧ μαίνονται καθ᾽ ἡμέραν, τὸ γυμνάσιον λέγων: ἐπειδὰν γὰρ ἐλθόντες ἀποδύσωνται, χρίονται φαρμάκῳ. τοῦτο δὲ ἔφη κινεῖν αὐτοῖς τὴν μανίαν. εὐθὺς γὰρ οἱ μὲν τρέχουσιν, οἱ δὲ καταβάλλουσιν ἀλλήλους, οἱ δὲ τὼ χεῖρε ἀνατείναντες μάχονται πρὸς οὐδένα ἀνθρώπων, οἱ δὲ παίονται. ταῦτα δὲ ποιήσαντες, ἀποξυσάμενοι τὸ φάρμακον αὐτίκα σωφρονοῦσι, καὶ φιλικῶς αὑτοῖς ἤδη ἔχοντες βαδίζουσι κάτω ὁρῶντες, αἰσχυνόμενοι τοῖς πεπραγμένοις. [45] ἐκεῖνος μὲν παίζων καὶ καταγελῶν οὐ φαύλου πράγματος, ὡς ἐγὼ δοκῶ, ταῦτα ἔλεγεν. περὶ δὲ ὑμῶν τί ἄν τις ἔχοι λέγειν; καὶ γὰρ ὑμεῖς ὅταν συνέλθητε, πυκτεύετε, βοᾶτε, ῥιπτεῖτε, ὀρχεῖσθε, ποίῳ χρισάμενοι φαρμάκῳ; δῆλον ὅτι τῷ τῆς ἀνοίας: ὡς οὐκ ἦν ὑμῖν [p. 280] ἐπιεικῶς αὐτὰ ὁρᾶν. μὴ γὰρ τοῦτό με οἴεσθε λέγειν ὡς οὐ χρὴ καὶ τὰ τοιαῦτα γίγνεσθαι ἐν ταῖς πόλεσι: χρὴ γὰρ ἴσως καὶ ἀναγκαῖόν ἐστι διὰ τὴν τῶν πολλῶν ἀσθένειαν καὶ σχολήν: ἴσως δὲ καὶ τῶν βελτιόνων εἰσὶν οἱ δεόμενοι διατριβῆς τινος καὶ παραμυθίας ἐν τῷ βίῳ: δεῖ δὲ μετὰ κόσμου καὶ σχήματος πρέποντος [46] ἀνθρώποις ἐλευθέροις. οὐ γὰρ παρὰ τοῦτο οὔτε τῶν ἵππων οὐδεὶς δραμεῖται βράδιον οὐδὲ χεῖρον ᾄσεταί τις τῶν ᾀδόντων, ἂν εὐσχημονῆτε ὑμεῖς. νυνὶ δὲ τὸ μὲν τῶν ἡνιόχων τινὰ ἐκπεσεῖν ἐκ τοῦ δίφρου δεινὸν ἡγεῖσθε καὶ συμφορὰν πασῶν μεγίστην: αὐτοὶ δὲ ἐκπίπτοντες ἐκ τοῦ κόσμου τοῦ προσήκοντος καὶ τῆς ἀξίας τῆσἑαυτῶν οὐ φροντίζετε. κἂν μὲν ὑμῖν ὁ κιθαρῳδὸς ἐκμελῶς ᾄδῃ καὶ παρὰ τὸν τόνον, συνίετε: αὐτοὶ δὲ παντελῶς ἔξω τῆς ἁρμονίας τῆς κατὰ φύσιν γιγνόμενοι καὶ σφόδρα ἀμούσως ἔχοντες οὐ διαφέρεσθε. [47] καίτοι πόσοι διὰ ταῦθ᾽ ὑμῶν �
�πολώλασιν; ἀδοξοῦσι μὲν γὰρ πάντες. αἱ δὲ Σειρῆνες ἄλλο τι ἐποίουν, ὡς ὁ μῦθόσφησιν, οὐκ ἀπώλλυον τοὺς σφόδρα ἡσθέντας αὐταῖς; ἀλλ᾽ ἐκεῖναι μὲν ἐν ἐρήμῳ ἦσαν πελάγει καὶ μακρὰν ἀπῳκισμέναι καθ᾽ αὑτὰς ἐπὶ σκοπέλου τινός, ὅπου μηδεὶς ῥᾳδίως παρέβαλλε: κἀκεῖ δ᾽ ὁ νοῦν ἔχων ἐσώθη καὶ μεθ᾽ ἡσυχίας ἤκουσεν. αὗται δὲ σχεδὸν ἐν μέσῳ τῆς οἰκουμένης ἐν τῇ πολυανθρωποτάτῃ πασῶν πόλει τοιαῦταἐργάζονται, μὰ Δι᾽ οὐ δι᾽ αὑτῶν τινα ἡδονὴν ἢ δύναμιν, ἀλλὰ διὰ τὴν ὑμετέραν ἀβελτερίαν. διὰ τί γὰρ ἔξω παραπλησίως ἀκούονται τοῖς ἄλλοις καὶ πολλάκις ἀηδεῖς ἔδοξαν; μὴ τὰ ὦτα ἐπαλήλιπται τῶν ἐκεῖ; τί οὖν τοῦτο δείκνυσι; [48] μὰ Δί᾽ οὐ μουσικῆς ἰσχὺν οὐδ᾽ ὑπερβολὴν τέχνης, ἀλλ᾽ ἀκροατῶν κουφότητακαὶ πόλεως ἀσθένειαν. φασὶ γοῦν ἤδη τινὰς τῶν ἀπολωλότων διὰ τὴν τοιαύτην πρόφασιν νεανιεύσασθαι, μὴ παραιτουμένους τὸν θάνατον, ἀλλὰ προσλιπαροῦντας, ὅπως ἀκούσωσιν ἐπὶ πλέον. τοῦτο δ᾽ ἐστὶ θαυμαστὸν ἐπ᾽ ὀνείδει καὶ καταγέλωτι τῆς πόλεως, εἰ παρὰ μὲν τοῖς ἄλλοις ἀριστεῖς καὶ τυραννοκτόνοι μνημονεύονται,[p. 281] σωτηρίας ἕνεκεν τῶν πατρίδων ἐπιδιδόντες αὑτούς: παρὰ δὲ ὑμῖν ὑπὲρ χορδῆς τοῦτο πάσχουσι καὶ δι᾽ ἡδονὴν μικράν, [49] μᾶλλον δὲ δόξαν κενήν. οὐ γὰρ ἡδόμενοι τοσοῦτον ὅσον οἰόμενοι καὶ βουλόμενοι προΐενται σφᾶς αὐτούς. τοσαύτη δ᾽ ἐστὶ δυστυχία τῶν ταλαιπώρων, ὥστε ἀνδρεῖον ἡγοῦνται τὸ πάντων ἀνανδρότατον καὶ σεμνὸν τὸ αἴσχιστον. ἑλοίμην γὰρ ἂν ἔγωγε λῃστεύων ἀποθανεῖν ἢ διὰ τοιαύτην αἰτίαν. τὸ μὲν γάρ ἐστιν ἀνδρὸς πονηροῦ θάνατος, τὸ δὲ ἀνδραπόδου δυστυχοῦς. κἀκεῖνος μὲν ἀδικηθεὶς ἴσως ἐπὶ τοῦτο ἦλθεν, ὑπὲρ τοὺς νόμους ἀμύνασθαι πειρώμενος, καὶ τάχα τι καὶ γενναῖον ἐδύνατο πρᾶξαι μὴ τοιούτου τυχὼν δαίμονος: ὁδὶ δὲ κραυγῇ μόνον καὶ ἀνοίᾳ διὰ δυστυχῆ φθόγγον καὶ κακὴν ἔγκλισιν καὶ τὰς ἐκμελεῖς καμπὰς καὶ λήρους καὶ κυνισμοὺς καὶ ὀλέθρους ἀκλεῶς ἀπολλύμενος. ἔστι δὲ ὁ τοιοῦτος μυίας θάνατος. καὶ γὰρ ἐκείναις ὅ, τι ἂν γευσαμέναις γλυκὺ φανῇ, πρὸς τούτῳ διαφθείρονται. τί οὖν τοῦτο λαμπρόν, [50] ὦ κακοδαίμονες; ὑπὲρ μὲν γὰρ δικαιοσύνης καὶ ἀρετῆς καὶ πατρῴων γερῶν καὶ νόμων καὶ χρηστοῦ βασιλέως, εἰ δέοι, πονεῖν καὶ ἀποθνῄσκειν ἀγαθῆς ἐστι καὶ οὐ φιλοζῴου ψυχῆς: ὑπὲρ δὲ τῆς ψαλτρίας ἀπάγχεσθαι, καθάρματος ἀγεννοῦς καὶ ζῆν οὐκ ἀξίου, πόσης αἰσχύνης; καὶ τούτους μὲν ἐάσωμεν, ἀλλ᾽ ἐν αὐτῇ τῇ θέᾳ τὰ γιγνόμενα οὐκ αἰσχρὰ καὶ μεστὰ πάσης ὕβρεως, τὸ ἀνατετάσθαι καὶ ἀποβλέπειν, μόνον οὐκ ἐπὶ τοῖς χείλεσι τὰς ψυχὰς ἔχοντας, καθάπερ οἶμαι διὰ τῶν ὤτων τὴν εὐδαιμονίαν δεχομένους, σωτῆρα καὶ θεὸν καλοῦντας ἄνθρωπον ἄθλιον; πόσον τινὰ γέλωτα τοὺς θεοὺς ὑμῶν καταγελᾶν οἴεσθε, ὅταν πάλιν ἐκείνους προσκυνοῦντες ταὐτὰ προσφέρησθε καὶ διὰ τῶν αὐτῶν ἀναγκάζησθε τιμᾶν τὸ δαιμόνιον; ἀλλ᾽ ἔστιν εὐγνώμων ὁ θεός, ὡς [p. 282] [51] θεός, οἶμαι, καὶ φέρει πρᾴως τὴν τῶν πολλῶν ἄνοιαν. τοιγαροῦν ὡς παισὶν ὑμῖν παιδαγωγοὺς δέδωκε τοὺς φρονιμωτέρους τῆς πόλεως, μεθ᾽ ὧν καὶ θεωρεῖτε καὶ τἄλλα ἄμεινον πράττετε. ἐπεὶ πῶς ἂν ἀπείχεσθε ἀλλήλων; καίτοι ποίους τινὰς ἂν ὑμεῖς ἡγοῖσθε ἀνθρώπους, οἷς ἐλευθερία μὴ συμφέρει; νὴ Δία, τὸ γὰρπρᾶγμά ἐστι φύσει τοιοῦτον. οὐ γὰρ καὶ ἐν ἄλλαις πόλεσιν ᾄδουσι καὶ νὴ Δία αὐλοῦσι καὶ τρέχουσι καὶ πάνθ᾽ ὅσα γίγνεται καὶ παρ᾽ ὑμῖν καὶ παρ᾽ ἑτέροις τισίν; ἀλλ᾽ οὐδαμοῦ τοιοῦτος ἔρως ἐστὶ τοῦ πράγματος οὐδὲ οἶστρος. [52] ἴστε Ῥοδίους ἐγγὺς οὕτως ὑμῶν ζῶντας ἐν ἐλευθερίᾳ καὶ μετὰ πάσης ἀδείας: ἀλλὰ παρ᾽ ἐκείνοισοὐδὲ τὸ δραμεῖν ἐν τῇ πόλει δοκεῖ μέτριον, ἀλλὰ καὶ τῶν ξένων ἐπιπλήττουσι τοῖς εἰκῇ βαδίζουσι. τοιγαροῦν εἰκότως εὐδοκιμοῦσι καὶ πάσης τιμῆς τυγχάνουσιν. αἰδούμενοι γὰρ αὑτοὺς πρῶτοι καὶ μηδὲν ἀνόητον ποιοῦντες εἰκότως οἶμαι παρά τε τῶν ἄλλων καὶ τῶν ἡγουμένων αἰδοῦς τυγχάνουσιν: ἐπεὶ καὶ τῶν ἄλλων εὑρήσομεντὰ πλεῖστα ταὐτὰ πράττοντας τοῖς ἀνοήτοις τοὺς σώφρονας, οἷον ἐσθίοντας, βαδίζοντας, παίζοντας, θεωροῦντας: [53] ἡ γὰρ φύσις ἀναγκάζει πολλῶν ὁμοίων δεῖσθαι: διαφέρουσι μέντοι περὶ ταῦτα πάντα: αὐτίκα ἑστιώμενοι πρῶτον οἱ μὲν οὔτε ἀμαθῶς οὔτε ἀπρεπῶς διάγουσιν, ἀλλ᾽ εὐσχημόνως ἅμα καὶ προσηνῶς, εὐωχίας,οὐ παροινίας, ἄρχοντες, φιλοφρονούμενοι τοὺς συνόντας, οὐ θρασυνόμενοι πρὸς αὐτούς: οἱ δὲ ἀπηνῶς καὶ ἀκολάστως, μετὰ βοῆς καὶ ἀταξίας ὀργιζόμενοι καὶ γελῶντες, πλεονεκτοῦντες ἀλλήλους, οὐ παρακαλοῦντες, τελευτῶντες ἀπίασι κακόν τι τοῖς συμπόταις δόντες ἢ παρ᾽ ἐκείνων λαβόντες: οἵαν ποτὲ γενέσθαι φασὶ [54] Κενταύρων συνουσίαν. καὶ τί δεῖ τἄλλα ἐπεξιέναι καθ᾽ ἕκαστον; ἀλλὰ τὸ βαδίζειν, ὃ κοινόν ἐστι καὶ ἁπλοῦν δήπουθεν, τοῦ μὲν ἐμφαίνει τὴν ἡσυχίαν τοῦ τρόπου καὶ τὸ προσέχειν ἑαυτῷ, τοῦ δὲ ταραχήν καὶ ἀναίδειαν: σπουδῇ πρόσεισι, φθέγγεται βαδίζων ἢ πεσών τινα ἔωσε, μάχεται πρὸς ἕτερον. ὁμοίως καὶ περὶ τὰς[p. 283] θέας οἱ μέν εἰσιν ἄπληστοι καὶ λίχνοι καὶ περὶ πάντα ὁμοίως ἐπτοημένοι τὰ τυχόντα, οἱ δὲ κοσμίως καὶ μετ᾽ εἰρήνης μετέχουσιν. [55] ἀλλ᾽ οὐχ ὑμεῖς, ἀλλ�
� ἐκπεπληγμένοι κάθησθε, ἀναπηδᾶτε τῶν ὀρχηστῶν μᾶλλον, συντείνεσθε ὑπὸ τῶν ᾀσμάτων: τοὺς μὲν γὰρ ἄλλους ἀνθρώπους ἡ μέθη πρὸς ᾠδὴν τρέπει καὶ ὄρχησιν: παρ᾽ ὑμῖν δὲ τοὐναντίον ἐστίν. ἡ γὰρ ᾠδὴ μέθην ἐμποιεῖ καὶ παράνοιαν. οἴνου μὲν οὖν τοιαύτη φύσις, τὸ μὴ δύνασθαι σωφρονεῖν, ἀλλὰ πολλὰ δυσχερῆ πράττειν ἀναγκάζεσθαι τοὺς σκαιῶς αὐτῷ καὶ ἀμέτρως χρωμένους: ὑπὸ δὲ ᾠδῆς σφαλλομένους καὶ πολὺ κάκιον ἔχοντας τῶν παροινούντων εὐθὺς ἀπὸ τῆς ἀρχῆς, [56] οὐχ ὥσπερ ἐν τῷ πότῳ προϊόντας, οὐκ ἔστιν ἄλλους ἰδεῖν. παρὰ μὲν γὰρ ἐνίοις τῶν βαρβάρων μέθην φασὶ γίγνεσθαι πραεῖαν δι᾽ ἀτμοῦ θυμιαμάτων τινῶν: ἔπειτα χαίρουσι καὶ ἀνίστανται γελῶντες καὶ πάντα ποιοῦσιν ὅσα ἄνθρωποι πεπωκότες, οὐ μέντοι κακὸν οὐδὲν ἀλλήλους ἐργάζονται: τῶν δὲ Ἑλλήνων ὑμεῖς μόνοι δι᾽ ὤτων καὶ φωνῆς αὐτὸ πάσχετε, μᾶλλον δὲ ληρεῖτε ἐκείνων κάκιον καὶ παραφέρεσθε καὶ μᾶλλον ἐοίκατε κραιπαλῶσιν. καίτοι τὰ τῶν Μουσῶν καὶ τὰ τοῦ Ἀπόλλωνος ἤπια δῶρα καὶ προσηνῆ. τὸν μὲν γὰρ Παιήονα καὶ Ἀλεξίκακον προσαγορεύουσιν, ὡς ἀποτρέποντα τῶν κακῶν καὶ ὑγίειαν ἐμποιοῦντα ταῖς ψυχαῖς καὶ σώμασιν, οὐ νόσον οὐδὲ μανίαν: τὰς δὲ παρθένους, ὡς ἂν αἰδουμένας τε καὶ σώφρονας. [57] ἥ τε μουσικὴ θεραπείας ἕνεκα τοῖς ἀνθρώποις εὑρῆσθαι δοκεῖ τῶν παθῶν καὶ μάλιστα δὴ μεταστρέφειν ψυχὰς ἀπηνῶς καὶ ἀγρίως διακειμένας. διὰ τοῦτο καὶ τῶν φιλοσόφων ἔνιοι πρὸς λύραν αὑτοὺς ἡρμόσαντο ἕωθεν, ἀποπαύοντες τῆς διὰ τῶν ὀνειράτων ταραχῆς. καὶ θεοῖς μετὰ μέλους θύομεν, ἵνα εὔτακτοι καὶ καθεστηκότες ὦμεν. ἕτερος δὲ αὖ τρόπος αὐλοῦ τε καὶ ᾠδῆς ἐν πένθεσιν, ἰωμένων οἶμαι τὸ σκληρὸν καὶ ἄτεγκτον τοῦ πάθους, θηλυτέραν δὲ τὴν λύπην ἐργαζομένων δι᾽ ᾠδῆς λανθανούσης μετὰ [p. 284] γόων, ὥσπερ οἱ ἰατροὶ τὰ φλεγμαίνοντα τῶν ἑλκῶν ὑγραίνοντες καὶ μαλακοποιοῦντες ἀνώδυνα ἔθηκαν. [58] οὐχ ἧττον δὲ καὶ περὶ συνουσίας ἔδοξε πρέπειν ἡ μουσικῆς δύναμις, ἁρμονίαν καὶ τάξιν αὐτόματον ταῖς ψυχαῖς ἐπεισάγουσα καὶ τὸ σφαλερὸν τῆς ἐν οἴνῳ τέρψεως παραμυθουμένη μετὰ ξυγγενοῦς δυνάμεως, ὥσπερ αὐτῷσυγκεραννύμενον ἐμμελὲς γίγνεται καὶ μέτριον. ταῦτα δὴ πάντα ἀνέστραπται νῦν καὶ μεθέστηκεν εἰς τοὐναντίον. οὐ γὰρ ἐκ Μουσῶν, ἀλλ᾽ ἐκ Κορυβάντων τινῶν κατέχεσθε, καὶ πιστὰ ποιεῖτε τὰ τῶν ποιητῶν μυθολογήματα: ὡς ἐκεῖνοί γε παρεισάγουσι Βάκχας τινὰς μαινομένας ὑπὸ μέλους καὶ Σατύρους: οὐκοῦν ὑμῖν τὰ τῶν νεβρίδωντε καὶ θύρσων ἐνδεῖ καὶ τὸ λέοντας φέρειν ἐν ταῖς ἀγκάλαις: τὰ δὲ ἄλλα καὶ πάνυ μοι δοκεῖτε ἐοικέναι Νύμφαις καὶ Σατύροις. [59] ἱλαροί τε γὰρ ἀεὶ καὶ φιλογέλωτες καὶ φιλορχησταί: πλὴν οὐκ αὐτόματος ὑμῖν ἀναβλύει διψήσασιν ὁ οἶνος ἐκ πέτρας ποθέν τινος ἢ νάπης, οὐδὲ γάλα καὶ μέλι δύνασθε εὐχερῶς οὕτως ἔχειν ῾ἄκροισιδακτύλοισι διαμῶντες χθόνἀ: ἀλλ᾽ οὐδὲ τὸ ὕδωρ ὑμῖν ἀφικνεῖται δεῦρο αὐτόματον οὐδὲ τὴν μᾶζαν ἔχετε ἐν ἐξουσίᾳ δήπουθεν, ἀλλὰ καὶ ταύτην ἐκ τῆς τῶν κρειττόνων χειρὸς λαμβάνετε: ὥστε ἴσως καιρὸς ἦν ὑμᾶς παύσασθαι βακχειῶν καὶ προσέχειν μᾶλλον αὑτοῖς. νυνὶ δὲ ἂν μόνον ἀκούσητε χορδῆς, ὥσπερ σάλπιγγος ἀκηκοότες, [60] οὐκέτι δύνασθε εἰρήνην ἄγειν. ἆρά γε μή Λακεδαιμονίους μιμεῖσθε; φασὶ γοῦν αὐτοὺς τὸ ἀρχαῖον πρὸς αὐλὸν πολεμεῖν: ὑμεῖς δὲ πρὸς κιθάραν αὐτὸ δρᾶτε. ἢ βούλεσθε, ἐπειδὴ τοῖς βασιλεῦσι τοὺς δήμους κἀγὼ παρέβαλον, Νέρωνι φαίνεσθαι τὴν αὐτὴν ἔχοντες νόσον; ἀλλ᾽ οὐδ᾽ ἐκεῖνον ὤνησεν ἡ λίαν ἐμπειρία περὶ τοῦτο καὶσπουδή. καὶ πόσῳ κρεῖττον μιμεῖσθαι τὸν νῦν ἄρχοντα παιδείᾳ καὶ λόγῳ προσέχοντα; οὐκ ἀποθήσεσθε τὴν αἰσχρὰν ταύτην καὶ ἄμετρον φιλοτιμίαν; οὐ φυλάξεσθε τοὺς ἄλλους σκώπτοντες καὶ [p. 285] ταῦτα ἐν ἀνθρώποις, εἰ θεμιτὸν εἰπεῖν, οὐδὲν μέγα οὐδὲ θαυμαστὸν ἔχουσιν; [61] εἰ γὰρ Ἰσμηνίας ηὔλει παρ᾽ ὑμῖν ἢ Τιμόθεος ᾖδεν ὁ παλαιὸς ἢ Ἀρίων, ὑφ᾽ οὗ λέγουσιν ᾄδοντος ἐν τῷ πελάγει τοὺς δελφῖνας ἀφικέσθαι πρὸς τὴν ναῦν, καὶ μετὰ ταῦτα ἐκπεσόντα αὐτὸν κατὰ τύχην τινὰ ἀναλαβεῖν καὶ σῶσαι, πῶς ἂν διέκεισθε; τούτων μὲν γάρ ἐστιν οὐδεὶς Ἀμφίων οὐδὲ Ὀρφεύς: ὁ μὲν γὰρ υἱὸς ἦν Μούσης, οἱ δὲ ἐκ τῆς Ἀμουσίας αὐτῆς γεγόνασι: διαθρύψαντες γὰρ καὶ κατάξαντες τὸ σεμνὸν τοῦ μέλους καὶ πάντα τρόπον λωβησάμενοι τὴν ἀρχαίαν μουσικήν — [62] τίς γὰρ αὐτῶν ᾠδὴν τέλειον ἢ γενναῖον ῥυθμὸν οἷός τε εἰπεῖν; — ἀλλὰ ᾄσματα γυναικῶν καὶ κρούματα ὀρχηστῶν καὶ παροινίας τερετισμάτων ὥσπερ κακοὶ καὶ περίεργοι μάγειροι συντρίψαντες τοὺς νόμους ἰδιώτας καὶ λίχνους ἀκροατὰς κινοῦσιν. τοιγαροῦν οὐκ ἀπὸ κύκνων οὐδὲ ἀηδόνων ὁ ζῆλος αὐτῶν ὠνόμασται παρ᾽ ὑμῖν αὐτοῖς, ἀλλ᾽, ὡς ῾̣̣̓οικε, κνυζηθμοῖς καὶ ὑλαγμοῖς εἰκάζετε. καίτοι φιλοσόφους μὲν ᾔδειν οὕτως καλουμένους, κιθαρῳδοὶ δὲ Κυνικοὶ παρὰ μόνοις ὑμῖν γεγόνασιν. ὁ μὲν οὖν Ἀμφίων πρὸς τὸ μέλος, ὥς φασιν, ἤγειρε καὶ ἐπύργου τὴν πόλιν: οὗτοι δὲ ἀνατρέπουσι καὶ καταλύουσιν. καὶ μὴν ὅ γε Ὀρφεὺς τὰ θηρία ἡμέρου καὶ μουσικὰ ἐποίει διὰ τῆς ᾠδῆς: οὗτοι δὲ ὑμᾶς, ἀνθρώπους ὄντας, ἀγρίους πεποιήκασι καὶ ἀπαιδεύτους. [63] ἔχω
δὲ καὶ ἄλλον εἰπεῖν λόγον ἀνθρώπου Φρυγὸς ἀκούσας, Αἰσώπου συγγενοῦς, δεῦρο ἐπιδημήσαντος, ὃν εἰς Ὀρφέα καὶ ὑμᾶς ἔλεγεν. ἔστι δὲ τῶν ὑμετέρων σκωμμάτων ἀτοπώτερος καὶ μακρότερος. σκοπεῖτε οὖν, εἰ βούλεσθε ἀκοῦσαι, καὶ μὴ δυσχεράνητε. ἔφη τοίνυν ἐκεῖνος περί τε Θρᾴκην καὶ Μακεδονίαν τὸν Ὀρφέα μελῳδεῖν, καθάπερ εἴρηται, κἀκεῖ τὰ ζῷα προσιέναι αὐτῷ, πολύ τι πλῆθος οἶμαι τῶν πάντων θηρίων. [64] πλεῖστα δὲ ἐν αὐτοῖς εἶναι τούς τε ὄρνιθας καὶ τὰ πρόβατα. τοὺς μὲν γὰρ λέοντας καὶ τὰ τοιαῦτα διὰ τὴν ἀλκὴν καὶ τὴν ἀγριότητα δυσπιστότερα εἶναι, καὶ τὰ μὲν οὐδ᾽ ὅλως πελάζειν, τὰ δ᾽ εὐθὺς ἀποχωρεῖν, οὐχ ἡδόμενα τῷ μέλει. τὰ δὲ πτηνὰ καὶ τὰ πρόβατα [p. 286] μᾶλλόν τε προσιέναι καὶ μηκέτ᾽ ἀπαλλάττεσθαι: τὰ μὲν οἶμαι διὰ τὸ εὔηθες καὶ τὴν φιλανθρωπίαν, τῶν δὲ ὀρνίθων μουσικὸν δήπου τὸ γένος αὐτὸ καὶ φιλῳδόν. ζῶντος μὲν οὖν Ὀρφέως συνέπεσθαι αὐτῷ πανταχόθεν ἀκούοντα αὐτοῦ ὁμοῦ καὶ νεμόμενα: καὶ γὰρ ἐκεῖνον ἔν τε τοῖς ὄρεσι καὶ περὶ τὰς νάπας τὰ πολλὰ διατρίβειν:ἀποθανόντος δὲ ἐρημωθέντα ὀδύρεσθαι καὶ χαλεπῶς φέρειν: ὥστε τὴν μητέρα αὐτοῦ Καλλιόπην διὰ τὴν πρὸς τὸν υἱὸν εὔνοιαν καὶ φιλίαν αἰτησαμένην παρὰ Διὸς τὰ σώματα αὐτῶν μεταβαλεῖν εἰς ἀνθρώπων τύπον, τὰς μέντοι ψυχὰς διαμένειν, [65] οἷαι πρότερον ἦσαν. χαλεπὸν οὖν ἤδη ἐστὶ τὸ λειπόμενον τοῦλόγου, καὶ δέδοικα πρὸς ὑμᾶς σαφῶς αὐτὸ εἰπεῖν. ἔλεγε γὰρ ἐξ ἐκείνων γένος τι φῦναι Μακεδόνων, καὶ τοῦτο αὖθις ὕστερον μετὰ Ἀλεξάνδρου διαβὰν ἐνθάδε οἰκῆσαι. καὶ διὰ τοῦτο δὴ τὸν τῶν Ἀλεξανδρέων δῆμον ἄγεσθαι μὲν ὑπὸ ᾠδῆς, ὡς οὐδένας ἄλλους, κἂν ἀκούσωσι κιθάρας ὁποιασοῦν, ἐξεστάναι καὶ φρίττεινκατὰ μνήμην τὴν Ὀρφέως. εἶναι δὲ τῷ τρόπῳ κοῦφον καὶ ἀνόητον, ὡς ἐκ τοιούτου σπέρματος: ἐπεὶ τούς γε ἄλλους Μακεδόνας ἀνδρείους καὶ πολεμικοὺς γενέσθαι καὶ τὸ ἦθος βεβαίους. [66] ἔλεγε δὲ καὶ περὶ τῶν κιθαρῳδῶν τῶν παρ᾽ ὑμῖν ἕτερον τοιοῦτόν τινα λόγον. τὰ γὰρ ζῷα ἐν τῇ συνουσίᾳ τῇ πρὸς τὸν Ὀρφέα τὰ μὲνἄλλα ἥδεσθαι μόνον καὶ ἐκπεπλῆχθαι, μιμεῖσθαι δὲ μηδὲν ἐπιχειρεῖν: τῶν κυνῶν δὲ ἐνίους, οἷα δὴ γένος ἀναιδὲς καὶ περίεργον ἐπιθέσθαι τῇ μουσικῇ, καὶ μελετᾶν τότ᾽ εὐθὺς ἀπιόντας καθ᾽ αὑτοὺς καὶ τὰ εἴδη μεταβαλόντας εἰς ἀνθρώπους διαφυλάττειν τὴν ἐπιμέλειαν. εἶναι δὲ τοῦτο αὐτὸ τὸ γένος τῶν κιθαρῳδῶν: διὸ μὴδύνασθαι παντάπασιν ἐκβῆναι τὴν αὑτῶν φύσιν, ἀλλὰ μικρὸν μέν τι διασῴζειν τῆς Ὀρφέως διδασκαλίας, τὸ πολὺ δ᾽ αὐτοῖς ἐμμένειν κύνειον τοῦ μέλους. ταῦτα μὲν ἐκεῖνος ἔπαιζεν ὁ Φρύξ. [67] ἐγὼ δ᾽ ὑμῖν βούλομαι Λακεδαιμονίων ἔργον εἰπεῖν, ὡς ἐκεῖνοι προσηνέχθησαν ἀνδρὶ κιθαρῳδῷ θαυμαζομένῳ τότε ἐν τοῖς Ἕλλησιν.[p. 287] ὅτι γὰρ λίαν ἡδὺς ἐδόκει καὶ περιττὸς εἶναι, μὰ Δί᾽ οὐκ ἐτίμησαν αὐτόν, ἀλλ᾽ ἀφείλοντο τὴν κιθάραν καὶ τὰς χορδὰς ἐξέτεμον, ἀπιέναι προειπόντες ἐκ τῆς πόλεως. ἐκεῖνοι μὲν οὖν τὸ πρᾶγμα οὕτως ὑφεωρῶντο, καὶ ἐφύλαττον τὰ ὦτα, ὡς ἂν μὴ διαφθαρῶσιν αἱ ἀκοαὶ μηδὲ τρυφερώτεραι γένωνται τοῦ δέοντος: ὑμεῖς δὲ οὕτως ἀγεννῶς δεδούλωσθε ὑπὸ τῆς τοιαύτης ἡδονῆς. [68] δἰ ὑμᾶς δὲ ἤδη μοι δοκεῖ τὸ πρᾶγμα καὶ τῶν ῥητόρων ἅπτεσθαι καὶ φιλοσόφων ἐνίων: μᾶλλον δὲ τοὺς ῥήτορας οὐδὲ γνῶναι ῥᾴδιον. ὡς γὰρ ὁρῶσι τὴν σπουδὴν ὑμῶν τὴν περὶ τοῦτο καὶ τὴν ἐπιθυμίαν, πάντες δὴ ᾄδουσι καὶ ῥήτορες καὶ σοφισταί, καὶ πάντα περαίνεται δἰ ᾠδῆς: ὥστ᾽, εἴ τις παρίοι δικαστήριον, οὐκ ἂν γνοίη ῥᾳδίως πότερον ἔνδον πίνουσιν ἢ δικάζονται: κἂν σοφιστοῦ δὲ οἴκημα πλησίον ᾖ, οὐκ ἔσται γνῶναι τὴν διατριβήν. δοκεῖ δέ μοι, καὶ ἐν τῷ γυμνασίῳ πορϊόντες ἤδη γυμνάσονται πρὸς μέλος καὶ τοὺς κάμνοντας ἰάσονται. περὶ γὰρ τῆς τέχνης καὶ νῦν ἡμῖν διαλέγονται ᾄδοντες. [69] κινδυνεύει δ᾽ ὁ βίος σχεδὸν ἅπας γεγονέναι κῶμος εἷς, οὐχ ἡδὺς οὐδὲ πρᾷος, ἀλλ᾽ ἄγριος καὶ χαλεπός, ἅμα ὀρχουμένων, τερετιζόντων, μιαιφονούντων. οἱ δ᾽ οὖν Λακεδαιμόνιοι πλεῖστον ὅσον ὑμῶν διέφερον, περὶ ταῦτα, ὡς ἔφην, εὐλαβῶς ἔχοντες. οἱ μὲν γὰρ ἄρχειν ἦσαν ἱκανοί, καὶ τῶν μὲν Ἑλλήνων προέστησαν πολλὰ ἔτη, τοὺς δὲ βαρβάρους ἐνίκων ἀεὶ πάντας: ὑμεῖς δὲ οὐδὲ ἄρχεσθαι καλῶς ἐπίστασθε. τοιγαροῦν εἰ μὴ τῶν προεστηκότων ἐτύχετε, χαλεπῶς ἂν οἶμαι καὶ ἐσῴζεσθε. τεκμήριον δὲ τὰ τελευταῖα συμβάντα περὶ ὑμᾶς, ὅτε γὰρ καθ᾽ αὑτοὺς ἦτε. [70] οὐχ ὁ μὲν βασιλεὺς ὑμῶν περὶ αὔλησιν ἠσχολεῖτο καὶ μόνῳ τούτῳ προσεῖχεν, ὑμεῖς δὲ πρὸς ἐκεῖνον μὲν ἀπεχθῶς, πρὸς ἀλλήλους δὲ στασιαστικῶς διέκεισθε, χωρὶς ἕκαστοι καὶ καθ᾽ αὑτοὺς διαφθείροντες τὰ πράγματα, Σιμάριστοι καὶ τοιαῦθ᾽ ἕτερα ἑταιρειῶν ὀνόματα: ὥστε φυγεῖν αὐτὸν ἠναγκάσατε καὶ μετὰ ταῦτα κατιέναι πολέμῳ καὶ διὰ Ῥωμαίων; καὶ τέλος ἐκεῖνος μὲν αὐλῶν, ὑμεῖς δὲ ὀρχούμενοι [p. 288] [71] τὴν πόλιν ἀπωλέσατε. καὶ νῦν οὕτως ἐπιεικεῖς ἔχοντες ἡγεμόνας εἰς ὑποψίαν αὐτοὺς καθ᾽ ὑμῶν αὐτῶν ἠγάγετε, ὥστε ἐπιμελεστέρας χρῆναι φυλακῆς ᾠήθησαν ἢ πρότερον: καὶ τοῦτο εἴργασθε δι᾽ ἀγερωχίαν, οὐκ ἐπιβουλεύοντες. ὑμεῖς γὰρ ἂν ἀποσταίητέ τινος; πολεμήσαιτε δ᾽ ἂν ὑμεῖς �
�ίαν ἡμέραν; οὐκ ἐν τῇγενομένῃ ταραχῇ μέχρι σκωμμάτων ἐθρασύνοντο οἱ πολλοί, τινὲς δὲ ὀλίγοι βάλλοντες ὅ, τι ἔτυχον ἅπαξ ἢ δίς, ὥσπερ οἱ καταχέοντες τῶν παριόντων, κατέκειντο εὐθὺς ᾄδοντες, οἱ δ᾽ ἐπὶ τοὺς ὅρμους ᾔεσαν ὥσπερ ἐν ἑορτῇ πιούμενοι. [72] καὶ μὴν ἐκεῖνο μέμνησθε τὸ γελοῖον ὡς ὁ βέλτιστος ὑμῖν Κόνων ἐχρήσατο προελθών, οὗ μάλιστατὸ πλῆθος ὑμῶν συνειστήκει, καὶ δείξας τινὰ τόπον βραχὺν προηγόρευεν ὡς εἰ μὲν αὐτὸς ἐκεῖ προέλθοι, νενικηκὼς εἴη καὶ δέοι ὑμᾶς ἀπαλλάττεσθαι καθ᾽ αὑτοὺς καὶ παραχωρεῖν: εἰ δ᾽ ὑμεῖς, ἔφη, τέτταρα ἢ πέντε βήματα νικᾶτε, κἀγὼ βαδιοῦμαι: ταῦτα δὲ ἔλεγε, φειδόμενος ὑμῶν καὶ καταγελῶν καὶ καθάπερ παισὶ προσπαίζων.ἐπεὶ τὸ στράτευμα ἐφειστήκει κἀκεῖνος οὐδένα εἴα ἅπτεσθαι, γυμνοὺς ἅπαντας ὁρῶν καὶ ἑτοίμους ἀπόλλυσθαι. τί οὖν; ἐβιάσαντο μετὰ ταῦτα οἱ προπετεῖς καὶ ἀκόλαστοι καὶ ἐπίτηδες ἀνατρέψαι καὶ συγχέαι πάντα ἐπιβουλεύσαντες, καὶ οὐ πρότερον ὑμᾶς ἀνῆκαν ἕως ἐγεύσασθε πολέμου καὶ τὸ δεινὸν ἄχρι πείρας [73] προῆλθεν. τί δὴ καὶ τούτων ἐπεμνήσθην; ὅπως εἰδῆτε τὰ φυόμενα ἐκ τῆς περὶ τὸν βίον ταύτης ἀταξίας. οὐ γὰρ ἔστι τοὺς οὕτως ἐπτοημένους περὶ τὰ μικρὰ καὶ μηδενὸς ἄξια, φαύλως καὶ ἀκρατῶς ἔχοντας ἐν τούτοις ἃ πράττουσι καθ᾽ ἡμέραν, τἄλλα σωφρονεῖν καὶ περὶ τῶν μειζόνων ὀρθῶς βουλεύεσθαι. ἡ γὰρ τῶντρόπων κουφότης καὶ τὸ ἀλόγιστον οὐκ ἐᾷ μένειν ἐπὶ τοῖς ἐλάττοσιν οὐδ᾽ ἔχει μέτρον οὐδὲν ἡ ἄνοια τῶν ἁμαρτημάτων, ἀλλ᾽ ἐπὶ πᾶν ὁμοίως πρόεισι καὶ παντὸς ἅπτεται μετὰ τῆς ἴσης εὐχερείας. [74] μὴ οὖν οἴεσθε περὶ μικρῶν εἶναι τὸν λόγον, ὅταν τις ὑμῖν διαλέγηται περὶ τῶν ἐν τοῖς θεάτροις θορύβων. οὐ γὰρ οὕτως ἡ πενίαταχὺ πέφυκε συμβαίνειν διὰ τὰς κατ᾽ ὀλίγον ζημίας, ὡς ἡ κακία πρόεισιν ἐκ τῶν κατὰ μέρος τούτων ἁμαρτημάτων καὶ τελευταῖον ἐπ᾽ αὐτὸ τὸ πέρας καὶ τὸν ὄλεθρον αὐξηθεῖσα ἤγαγεν. [p. 289] καὶ ταῦτα μὲν δὴ τὰ περὶ τὸ θέατρον. ἀλλ᾽ ὅταν εἰς τὸ στάδιον ἔλθητε, τίς ἂν εἰπεῖν δύναιτο τὰς ἐκεῖ κραυγὰς καὶ θόρυβον καὶ ἀγωνίαν καὶ σχημάτων μεταβολὰς καὶ χρωμάτων καὶ βλασφημίας οἵας καὶ ὅσας ἀφίετε; εἰ γὰρ μὴ τοὺς ἵππους ἑωρᾶτε ἁμιλλωμένους καὶ τούτους συνήθεις, αὐτοὶ δ᾽ ὑπὸ μαστίγων ἠλαύνεσθε τῶν ἐν ταῖς τραγῳδίαις, οὐκ ἂν οὕτως χαλεπῶς διέκεισθε. [75] αὐτὸν γὰρ οἶμαι τὸν Ἰξίονα λῆρον ἀποφαίνετε τὸν ἐν τῷ τροχῷ παρὰ τοῖς ποιηταῖς ἐνδεδεμένον καὶ κολαζόμενον διὰ τοιαύτην τινὰ ἀσέβειαν. φέρε οὖν, εἰ μεταξὺ θεῶν τις ὑμῖν ἐπιστὰς εἴποι διατεινάμενος,
Delphi Complete Works of Dio Chrysostom Page 130