δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ
βρωτὺν οὐδὲ ποτῆτα.
τί σφόδρα οὕτω κυκᾶσθε; τίς ἡ σπουδή; τίς ὁ ἀγών; οὐ γὰρ Πέλοψ ἐστὶν ὁ διώκων, οὐδ᾽ Οἰνόμαος οὐδὲ Μυρτίλος, ὁ μὲν δεύτερος ἀπὸ Διὸς γεγονώς, ὁ δὲ Ἑρμοῦ παῖς, οὐδὲ περὶ βασιλείας οὐδὲ γυναικὸς οὐδὲ θανάτου πρόκειται κρίσις, ἀλλ᾽ ἔστιν ὁ ἀγὼν ἀνδραπόδων ὑπὲρ τοῦ τυχόντος ἀργυρίου, νῦν μὲν ἡττωμένων, νῦν δὲ νικώντων, ἀεὶ τῶν αὐτῶν: εἰ λέγοι ταῦτα, τί ἐρεῖτε; [76] ἢ δῆλον ὅτι οὐδ᾽ ἀκούσεσθε παρ᾽ ἐκεῖνον τὸν καιρόν, οὐδὲ ἂν αὐτὸς ὑμῖν ὁ τοῦ Πέλοπος διαλέγηται πρόγονος; τίνα οὖν εὕρῃ τις ἐπικουρίαν ἢ τίνα ἐξιλάσασθαι δεῖ δαιμόνων; ἔστιν Ὀλυμπίασι κατὰ μέσον τὸν ἱππόδρομον Ταραξίππου Ποσειδῶνος βωμός, ἔνθα μάλιστα συνέβαινε τοὺς ἵππους πτοεῖσθαι καὶ πλεῖστα διαφθείρεσθαι τῶν ἁρμάτων. ἔδοξεν οὖν τοῖς Ἠλείοις ὡς δαιμονίου τινὸς ὄντος ἱδρύσασθαι βωμόν. καὶ τὸ λοιπόν φασιν ἀπ᾽ ἐκείνου γεγονέναι τὸν τόπον ἀσφαλῆ. [77] πολὺ δὴ μᾶλλον ἔγωγε ὑμῖν συμβουλεύω τὸν θεὸν τοῦτον ἐξιλάσασθαι καὶ βωμὸν ἱδρύσασθαι τὸν αὐτόν, μὰ Δί᾽ οὐχ ὑπὲρ τῶν ἵππων, ἀλλ᾽ ὑπὲρ ὑμῶν αὐτῶν, ὅπως μὴ ταράττησθε μηδὲ ἐκπίπτητε τῆς τάξεως. μὴ γὰρ δαιμόνια πάντ᾽ ᾖ τὰ τοιαῦτα καὶ μείζονος δεόμενα ἀποτροπῆς. φασὶν ἀρχαίαν βασιλίδα ἐν Κρήτῃ τῶν Ἡλιαδῶν ἐρασθῆναι ταύρου, καὶ [p. 290] συγγενομένην χαλεπόν τι καὶ μέγα τεκεῖν τέρας. δέδοικα δὴ κἀγὼ τὸν ἱππικὸν τοῦτον ἔρωτα τῆς πόλεως, μή τι δυσχερὲς ὑμῖν καὶ ξένον ἐνέγκῃ τῷ χρόνῳ. [78] πάλιν δὲ ἑτέραν παρθένον ποταμοῦ τινος ἐρασθεῖσαν ὁσημέραι φοιτᾶν ἐπὶ τὸ ῥεῦμα, καὶ τόν τε ἀφρὸν ἐντίθεσθαι ταῖς ἀγκάλαις καὶ τὸ ὕδωρ ὑποδέχεσθαι τοῖς κόλποις.Ἀθήνησι δὲ αὐτὸ τοῦτο τὸ ζῷον ἀγαπηθῆναι τὸ καὶ παρ᾽ ὑμῖν εὐδοκιμοῦν: καὶ νῦν ἐστιν ἐν τῇ πόλει τόπος οὕτω καλούμενος Ἵππου καὶ κόρης ἄβατον. ὁ γὰρ πατὴρ συγκαθεῖρξε τὴν παῖδα τῷ ἵππῳ, καί φασιν οὕτω διαφθαρῆναι τὴν κόρην. [79] σκοπεῖτε δὲ μὴ καὶ ὑμεῖς ὑπὸ τῆς τοιαύτης ἐπιθυμίας ἀπόλησθε.ποῖος γὰρ Ὅμηρος ἢ τίς ἀνθρώπων δύναται τὰ συμβαίνοντα εἰπεῖν; οὐ γὰρ οὕτως ἐκεῖνός φησι τὰ ἅρματα ταπεινὰ γίγνεσθαι μεταξὺ καὶ σφόδρα ὑψηλὰ κατὰ τὸν δρόμον, ὡς τὰς ὑμετέρας ψυχὰς ἰδεῖν ἔστι πασχούσας. φησὶ δ᾽ οὕτως, ἵν᾽ ὑμῖν καὶ χαρίσωμαί τι μικρόν:
ἅρματα δ᾽ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ,
ἄλλοτε δ᾽ ἀΐξασκε μετήορα, τοὶ δ᾽ ἐλατῆρες
ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου
νίκης ἱεμένων, κέκλοντο δὲ οἷσιν ἕκαστος
ἵπποις.
[80] ἐνταῦθα τοὺς μὲν ἡνιόχους πεποίηκεν ἀγωνιστὰς καὶ φιλοτιμουμένους, τοὺς δὲ θεατὰς καθ᾽ ἡσυχίαν θεωροῦντας, ὥσπερ καὶ προσῆκε. μόνον δ᾽ ἐπὶ τῷ τέλει φησὶν Αἴαντα τὸν Λοκρὸν ὁρᾶν ἀπρεπέστερον καὶ λοιδορεῖσθαι Ἰδομενεῖ περὶ τῶν ἵππων τῶν Εὐμήλου. οὗτος μέντοι ἐστὶν ὁ περὶ τὴν Ἀθηνᾶν αὖθις ἀσεβήσασἁλισκομένης τῆς Τροίας, καὶ αὐτός τε διὰ τοῦτο κεραυνωθεὶς καὶ τοῦ χειμῶνος καὶ τῆς ναυαγίας τοῖς πᾶσιν αἴτιος γενόμενος. ὁ γὰρ ἐν τοιούτοις θρασὺς καὶ προπετὴς οὐδὲ τἄλλα εἶναι δύναται σώφρων, ὥσπερ καὶ εἶπον ἤδη. [81] τοῦτο μὲν οὖν τοιοῦτον παράδειγμα [p. 291] κακίας καὶ ἀνοίας ὅμοιος ἐκ τῶν τοιούτων ἀνθρώπων τοῖς παρ᾽ ὑμῖν ῾πλὴν ὅτι μάχεσθαί γε οὐδεὶς ἱκανός ἐστιν οὐδὲ ἀριστεύειν οὐδὲ αἱρεῖν πόλεις, ὡς ἐκεῖνοσ᾽ ὑμῶν δὲ οὐδεὶς ἐν τῇ θέᾳ καθέστηκεν, ἀλλὰ πολὺ μᾶλλον πέτεσθε τῶν ἵππων καὶ τῶν ἡνιόχων, καὶ γελοίως ἐλαύνετε καὶ ἡνιοχεῖτε καὶ διώκετε καὶ ἡγεῖσθε καὶ πίπτετε. τοιγαροῦν οὐ κακῶς τις παρεποίησε τῶν σαπρῶν τούτων ποιητῶν: [82]
ἅρματα δ᾽ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ,
ἄλλοτε δ᾽ ἀΐξασκε μετήορα: τοὶ δὲ θεαταὶ
θώκοις ἐν σφετέροις οὔθ᾽ ἕστασαν οὔτε κάθηντο,
χλωροὶ ὑπαὶ δείους πεφοβημένοι, οἱ δ᾽ ὑπὸ νίκης
ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
χεῖρας ἀνίσχοντες μεγάλ᾽ εὐχετόωντο ἕκαστοι.
ἠΰτε περ κλαγγὴ γεράνων πέλει ἠὲ κολοιῶν,
αἵτ᾽ ἐπεὶ οὖν ζῦθόν τ᾽ ἔπιον καὶ ἀθέσφατον οἶνον,
κλαγγῇ ταί γε πέτονται ἀπὸ σταδίοιο κελεύθου. [83]
οἱ δ᾽ ὥστε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα
ἵππον, ὃς ἀνθρώποισι φόνον φέρει ἠλιθίοισιν:
ὣς οἱ κεκλήγοντες ἐπ᾽ ἀλλήλοισιν ἔπιπτον.
ὡς δ᾽ ἄνεμος ἄχνας φορέει ἱερὰς κατ᾽ ἀλωάς,
ὡς δ᾽ ἀναμαιμάει βαθέ᾽ ἄγκεα θεσπιδαὲς πῦρ,
πάντῃ δ᾽ εἰλυφόων ἄνεμος φέρει, οἱ δέ τε θάμνοι
πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ:
ὣς οἱ μὲν μάρναντο πυρὸς δέμας: οὐδέ κε φαίης
οὔτε ποτ᾽ ἠέλιον σόον ἔμμεναι οὔτε σελήνην. [84] οἵηπερ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν,
ἀνδρῶν κουφονόων, φιλαοιδοτάτων, ἀγερώχων.
ἠχὴ δ᾽ ἀμφοτέρων ἵκετ᾽ αἰθέρα καὶ Διὸς αὐλάς.
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον: [p. 292]
οἰνοβαρές, κυνὸς ὄμματ᾽ ἔχων, κραδίην δ᾽ ἐλάφοιο,
τί πτώσσεις; τί δ᾽ ὀπιπτ�
�ύεις κατὰ ἅρμ᾽ ἐν ἀγῶνι;
εἰ δ᾽ ἄγε νυν πείρησαι, ἵνα κναφθεὶς ἀποτίνῃς. [85] τὸν δ᾽ αὖθ᾽ Ἱπποκόων ἀπαμειβόμενος προσέειπε:
τέττα, σιωπῇ ἧσο, ἐμῷ δ᾽ ἐπιπείθεο μύθῳ:
ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.
τὸν δ᾽ ἄρ᾽ ὑπὸ ζυγόφιν προσέφη πόδας αἰόλος ἵππος:
οὐχ ὁράᾳς οἷος κἀγὼ καλός τε μέγας τε;
ἀλλ᾽ ἔπι τοι κἀμοὶ θάνατος καὶ μοῖρα κραταιή.
αἲ γάρ πως ὑμᾶς γε καὶ αὐτοὺς ἐνθάδε πάντας
ὁπλήεντας ἔθηκε θεὰ λευκώλενος Ἥρη,
ὡς μή μοι τρύζητε καθήμενοι ἄλλοθεν ἄλλος.
ὣς ἔφαθ᾽: οἱ δ᾽ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι.
[86] ταῦτα μὲν ὑμῖν ἀπὸ πολλῶν καὶ φαύλων ὀλίγα, ὅπως μὴ μόνοι δοκῆτε εἶναι γελοῖοι. καὶ μὴν αἰσχρόν ἐστιν, ἄνδρες Ἀλεξανδρεῖς,τοὺς πυνθανομένους περὶ τῆς πόλεως τὰ μὲν ἄλλ᾽ ἀκούειν θαυμαστὰ οἷα, περὶ δὲ ὑμῶν αὐτῶν μηδὲν σεμνὸν λέγεσθαι μηδ᾽ ἄξιον ζήλου, τοὐναντίον δὲ ὡς φαύλους τοὺς ἀνθρώπους διαβεβλῆσθαι, μίμους καὶ γελωτοποιοὺς μᾶλλον, οὐκ ἄνδρας ἐρρωμένους, ὡς τῶν κωμικῶν ἔφη τις ἐπὶ τοῖς τοιούτοις: ἀκόλαστος ὄχλος ναυτική τ᾽ ἀταξία. [87] ἔστι γὰρ ὅμοιον ὥσπερ εἰ οἰκίαν μέν τις ἴδοι πάνυ καλήν, τὸν δὲ δεσπότην αὐτὸν ἀνδράποδον μηδὲ θυρωρεῖν ἄξιον. τῷ παντὶ γὰρ κρεῖττον ἐρημίαν καθορᾶν καὶ δεκαπέντε ἀνθρώπους εὐπόρους ἢ πλῆθος ἀνήριθμον ἀνθρώπων ἀθλίων καὶ μαινομένων, ὥσπερ τινὰκόπρον βαθεῖαν ἐν ταὐτῷ νενημένην ἐκ παντοδαπῶν λυμάτων. οὐδὲ γὰρ πόλιν εἴποι τις ἂν ὀρθῶς τὴν ἐκ τοιούτων, οὐδέ γε χορὸν τοὺς ὁποίους δήποτε συνελθόντας, οὐδὲ στρατόπεδον πάντα ὄχλον. [88] οὐδὲ γὰρ τὸ τοῦ Ξέρξου στράτευμα λαμπρὸν ἦν, πλὴν εἰ μή τι διορύττειν ἢ διασκάπτειν ἢ τοιοῦτον ἕτερον ἔργον πράττειν:οὐδὲ ἡ τῶν Τρώων πόλις εὐδαίμων, ὅτι πονηρῶν καὶ ἀκολάστων [p. 293] ὑπῆρξε πολιτῶν. καίτοι μεγάλη τε καὶ ἔνδοξος ἦν: ἀλλ᾽ ὅμως ὁ τῆς Ἰθάκης πολίτης ἐπόρθησεν αὐτήν, ὁ τῆς μικρᾶς καὶ ἀδόξου σφόδρα οὖσαν εὐρύχωρον. φοβοῦμαι δὴ μὴ καὶ ὑμεῖς ἀπόλησθε ἐκείνοις παραπλησίως, εἰ καὶ ψυχρότερόν ἐστιν εἰπεῖν ὅτι κἀκείνην ὑπὸ ἵππου τινὸς φθαρῆναι λέγεται: πλὴν οἱ μὲν ἴσως ὑφ᾽ ἑνός, [89] ὑμεῖς δὲ ὑπὸ πλειόνων ἑαλώκατε. μὴ γὰρ τοῦτο μόνον ἡγεῖσθε ἅλωσιν εἶναι πόλεως, ἄν τινες τὸ τεῖχος καταβαλόντες ἀποσφάττωσι τοὺς ἀνθρώπους καὶ τὰς γυναῖκας ἀπάγωσιν καὶ τὰς οἰκίας κατακάωσιν: αὕτη μὲν ἴσως τελευταία καὶ πρὸς ὀλίγον γιγνομένη καὶ μᾶλλον ἐλεεῖσθαι τοὺς παθόντας ἢ καταγελᾶσθαι παρασκευάζουσα: παρ᾽ οἷς δ᾽ ἂν ᾖ πάντων ἀμέλεια τῶν καλῶν, ἑνὸς δὲ πράγματος ἀγεννοῦς ἔρως, καὶ πρὸς μόνον τοῦτο ἀποβλέπωσι καὶ περὶ τοῦτο διατρίβωσι πηδῶντες καὶ μαινόμενοι καὶ παίοντες ἀλλήλους καὶ ἀπόρρητα λέγοντες καὶ τοὺς θεοὺς αὐτοὺς πολλάκις λοιδοροῦντες καὶ τὰ ὄντα ῥιπτοῦντες καὶ γυμνοὶ βαδίζοντες ἀπὸ τῆς θέας ἐνίοτε, τοῦτ᾽ ἔστιν αἰσχρὰ πόλεως καὶ ἐπονείδιστος ἅλωσις. [90] καὶ γὰρ ἀνθρώπους ἑαλωκέναι φαμὲν οὐχ ὑπὸ λῃστῶν μόνον, ἢ ἑταιρῶν ἀλλὰ καὶ ἑταίρας καὶ γαστρὸς καὶ ἄλλης τινὸς φαύλης ἐπιθυμίας. αἰχμάλωτος οὖν γενέσθαι καλῶς ἂν λέγοιτο καὶ ἀνὴρ καὶ πόλις, ἥτις ἂν τῶν κρειττόνων ἐπιτηδευμάτων ἀφεμένη καὶ μήτε ὁρῶσα μηδὲν μήτε ἀκούουσα τῶν φερόντων εἰς σωτηρίαν, ἀλλ᾽ αἱρεθεῖσα ὑπὸ μέθης ἢ ᾠδῆς γυναικῶν ἢ ἁρμάτων ἄγηται καὶ φέρηται καὶ πᾶσα δι᾽ ὅλης θορυβῆται περὶ τοῦτο καὶ ἐκφρονῇ: καὶ νὴ Δία ἑαλωκέναι λέγοιτ᾽ ἂν καὶ κατὰ κράτος ὃς οὕτως ἑάλωκε καὶ περιηγκωνίσθαι. οὐ γὰρ ἂν μὲν τὸ σῶμά τινος κρατῆται καὶ περιέχηται δεσμοῖς τισιν ἢ φρουροῖς, τὰ δυσχερῆ δεῖ ταῦτα νομίζειν αἰχμαλωσίαν καὶ δουλείαν καὶ ἀπαγωγήν, τῆς δὲ ψυχῆς ἠνδραποδισμένης καὶ ἀπολωλυίας εἰρωνεύεσθαι καὶ ὑποτιμᾶσθαι. [91] καίτοι δεινὰ μέν που καὶ ἐφ᾽ ἑκάστων τὰ τοιαῦτα, τῷ παντὶ δὲ αἰσχίω δημοσίᾳ φαινόμενα. καὶ γὰρ αἱ λοιπαὶ νόσοι μέχρι μὲν [p. 294] τῶν καθ᾽ ἕνα εἰσὶν οὐ μεγάλης οὐδὲ φοβερᾶς προσηγορίας τυγχάνουσιν: ὅταν δὲ κοινὸν γένηται τὸ πρᾶγμα, τότε λοιμὸς καλεῖται. καθόλου γὰρ πάντα ἁμαρτήματα εὕροι τις ἂν πανταχοῦ, καὶ οἰνόφλυγες καὶ πόρνοι καὶ γυναιμανεῖς ἐν πάσαις εἰσὶ ταῖς πόλεσιν: ἀλλ᾽ οὐδὲν τοῦτο χαλεπὸν οὐδὲ ὑπερβάλλον: ὅταν δὲ ἐπικρατῇ τὸπάθος καὶ βλέπηται κοινόν, τότε ἐπίσημον καὶ μέγα καὶ δημοσίᾳ [92] γίγνεται. ποία γὰρ πόλις ἐστὶ τῶν μὴ σφόδρα ἐρήμων καὶ μικρῶν, ἐν ᾗ μὴ καθ᾽ ἡμέραν τις πυρέττει πάντως: ἀλλὰ Καυνίους μόνον παρείληφε κἀκείνων ἐστὶ τὸ ὄνειδος, ὅτι πάντες αὐτὸ πάσχουσιν: ὥσπερ καὶ ἀπὸ τῶν βελτιόνων τινὲς ἐθαυμάσθησαν καὶδόξαν ἔσχον. πόσους γὰρ οἴεσθε Ἀθηναίων ἢ Μεγαρέων ἢ Κορινθίων τὰ σώματα ἀσκεῖν καὶ ζῆν φιλοπόνως πολλοὺς δῆλον ὅτι καὶ ταῦθ᾽ ὅτ᾽ ἀναγκαῖον ἦν αὐτοῖς ἄνδρας ἀγαθοὺς ὑπὲρ τῶν πατρίδων γίγνεσθαι; [93] τί οὖν μόνοι Λακεδαιμόνιοι τοῦτ᾽ ἔσχον τὸ ὄνομα καὶ τῆς δόξης ἀπολαύουσιν ἔτι καὶ νῦν; ὅτι κοινῇ ἐκτήσαντοτὴν φιλοτιμίαν. τοὺς δὲ Ἀθηναίους τὰ περὶ τοὺς λόγους μᾶλλον ἐπιτηδεύοντας καὶ ποίησιν καὶ χοροὺς ἐπὶ τούτοις αὐτοὺς ἐποίησε θαυμάζεσθαι διὰ τὴν αὐτὴν αἰτίαν. σκο
πεῖτε δὲ μὴ ὑμεῖς οὐχ ὁμοίας μεταλάβητε δόξης τοῖς Ἀθηναίοις καὶ Λακεδαιμονίοις, ἀλλὰ μᾶλλον ἑτέροις τισίν: οὐ βούλομαι γὰρ ὀνομάσαι. ὅπερ γὰρἤδη πολλάκις εἶπον, αἰσχίω τὰ αἰσχρὰ καὶ καταγέλαστα μᾶλλον, [94] ὅταν ᾖ περὶ τὰς πόλεις. ὥσπερ ἐν ταῖς κωμῳδίαις καὶ διασκευαῖς Καρίωνα μὲν εἰσάγοντες μεθύοντα καὶ Δᾶον οὐ σφόδρα κινοῦσι γέλωτα, τὸν δὲ Ἡρακλέα τοιοῦτον ὁρῶσι γελοῖον δοκεῖ, παραφερόμενον, καὶ καθάπερ εἰώθασιν, ἐν κροκωτῷ, παραπλησίως καὶδῆμος οὕτως μέγας μινυρίζων διὰ βίου καὶ πάλιν ἡνιοχῶν χωρὶς ἵππων αἰσχρὸν γίγνεται καὶ καταγέλαστον. αὐτὸ γὰρ τοῦτο Εὐριπίδης τὸν Ἡρακλέα φησὶ παθεῖν μαινόμενον: [p. 295]
Delphi Complete Works of Dio Chrysostom Page 131