Delphi Complete Works of Dio Chrysostom

Home > Other > Delphi Complete Works of Dio Chrysostom > Page 132
Delphi Complete Works of Dio Chrysostom Page 132

by Dio Chrysostom


  ἐκ τοῦδε βαίνων ἅρματ᾽ οὐκ ἔχων ἔχειν

  ἔφασκε, δίφρου δ᾽ εἰσέβαινεν ἄντυγας,

  κἄθεινε κέντρον δῆθεν ὡς ἔχων χερί.

  [95] μὴ οὖν καὶ ὑμεῖς κατὰ ζῆλον τὸν ἐπ᾽ Ἀλεξάνδρῳ: καὶ γὰρ αὐτὸς ἔλεγε Διὸς υἱὸς εἶναι. μᾶλλον δ᾽ ἴσως οὐχ Ἡρακλεῖ προσέοικεν ὑμῶν ὁ δῆμος, ἀλλὰ Κενταύρῳ τινὶ ἢ Κύκλωπι πεπωκότι καὶ ἐρῶντι, τὸ μὲν σῶμα ἰσχυρῷ καὶ μεγάλῳ, τὴν δὲ διάνοιαν ἀμαθεῖ. πρὸς τοῦ Διὸς οὐχ ὁρᾶτε ὅσην ὁ αὐτοκράτωρ ὑμῶν πεποίηται τῆς πόλεως ἐπιμέλειαν; οὐκοῦν χρὴ καὶ ὑμᾶς ἀντιφιλοτιμεῖσθαι καὶ τὴν πατρίδα κρείττω ποιεῖν, μὰ Δί᾽ οὐ κρήναις οὐδὲ προπυλαίοις: εἰς ταῦτα μὲν γὰρ οὐ δύνασθε ὑμεῖς ἀναλίσκειν οὐδ᾽ ἂν ὑπερβάλοισθέ ποτε οἶμαι τῆν ἐκείνου μεγαλοψυχίαν: ἀλλ᾽ εὐταξίᾳ, κόσμῳ, τῷ δεικνύειν ὑμᾶς αὐτοὺς σώφρονας καὶ βεβαίους. οὕτως γὰρ ἂν οὔτ᾽ ἐπὶ τοῖς γεγονόσι μετανοήσειε καὶ πλείονα ὑμᾶς ἀγαθὰ ἐργάσεται. καὶ ἴσως ἂν αὐτῷ καὶ τῆς ἐνθάδε ἀφίξεως παράσχοιτε πόθον. [96] οὐ γὰρ οὕτως τὸ κάλλος τῶν οἰκοδομημάτων προσάγειν αὐτὸν δύναται: πάντα γὰρ κρείττω καὶ πολυτελέστερα ἔχει τῶν ὅπου δήποτε: ἀλλ᾽ ὅταν ἀκούσῃ τοὺς ὑποδεξομένους αὐτὸν εὐνοίας καὶ πίστεως ἀξίους καὶ τῶν πεμπομένων ἕκαστος καὶ διοικούντων ὑμᾶς προτιμήσῃ. μὴ γὰρ οἴεσθε ὑμᾶς μὲν πυνθάνεσθαι περὶ τῶν καταπλεόντων, ὁποῖοί τινες τυγχάνουσιν ὄντες, καὶ τοιαύτην ἔχειν γνώμην εὐθὺς πρὸς αὐτούς, οἵας ἂν μετάσχητε τῆς φήμης, ἐκείνους δὲ περὶ ὑμῶν μὴ πολυπραγμονεῖν, ὁποῖος ὁ τῶν Ἀλεξανδρέων δῆμος. οὐκοῦν ἂν ἀκούσωσιν ὅτι φρόνιμος, ἀλλ᾽ οὐχ οἷα τὰ νῦν λεγόμενα, ὡς ἐπτοημένος, ὡς εὐχερής, τὰ μικρὰ θαυμάζων, ἥττων τοῦ τυχόντος πραγμάτων, ἐραστὴς ἡνιόχων καὶ κιθαρῳδῶν, οὐκ ἄδηλον ὅπως ἕξουσιν. [97] Θεόφιλόν φασι παρ᾽ ὑμῖν γενόμενον ἄνδρα σοφὸν σιωπᾶν πρὸς ὑμᾶς καὶ μηδὲν ἐθέλειν διαλέγεσθαι. καίτοι τίνα γνώμην νομίζετε αὐτὸν ἔχειν; πότερον ὡς σοφοὺς ὑμᾶς καὶ μὴ δεομένους θεραπείας; ἢ μᾶλλον ὡς ἀνιάτων ἀπεγνωκέναι; [p. 296] παραπλήσιον γάρ, ὥσπερ εἴ τις τῶν ἐμπόρων πολλὰ καὶ τίμια ἔχων καταπλεύσειεν εἰς πόλιν, ἔπειθ᾽ ὑπ᾽ ἀνέμων τινῶν ἢ τύχης ἄλλης κρατούμενος καὶ διατρίβων ἐκεῖ χρόνον συχνὸν μήτε προθείη τῶν ὠνίων μηδὲν μήτε δείξειε μηδέποτε: δῆλον γὰρ ὡς ἐσχάτην τινὰ αὐτῶν πενίαν κατεγνωκὼς ἢ ἀπειρίαν οὐκ ἂν θέλοι μάτηνἐνοχλεῖσθαι, σαφῶς εἰδὼς ὅτι οὔτ᾽ ἂν ὠνήσαιτο τῶν ἀνθρώπων τούτων οὐθεὶς οὔτ᾽ ἂν ἴσως προσέλθοι. [98] καὶ Θεόφιλος τοίνυν πολλὰ ἔχων καὶ μεγάλα ἔνδον ὤνια παρ᾽ αὑτῷ ταῦτα, συνειδὼς ὑμῖν τὴν ἐσχάτην ἀπορίαν, οὐ χρημάτων, ἀλλὰ νοῦ καὶ συνέσεως. τοιγαροῦν τέθνηκε κατασιωπήσας ὑμῶν τὴν πόλιν, τοῦτ᾽ ἔστι καταδικάσας αὐτήν, καὶ ὑμεῖς τοῦ δεῖνος μὲν πολλάκις ἀκηκόατε καὶ διαμέμνησθε τῶν σκωμμάτων αὐτοῦ καὶ τῶν τοῦ δεῖνος ᾀσμάτων, Θεοφίλου δὲ οὐκ οἶδα εἴ ποτε ἠκούσατε: ὥσπερ ἔφη τις τοὺς ἐν τῇ Ἀττικῇ κανθάρους, τοῦ καθαρωτάτου μέλιτος ὄντος, τοῦ μὲν μηδέποτε γεύσασθαι, μηδ᾽ ἂν ἐκχέηται, τῆς δὲ ἑτέρας τροφῆς. [99] ἀλλ᾽ ἐστὲ ἱλαροὶ καὶ σκῶψαι πάντων δεινότατοι. οὐ δήμου τὸ ἐπιτήδευμα: πόθεν; οὐδὲ πόλεως, ἀλλὰ Θερσίτου τινός: αὐτὸν γοῦν ἐκεῖνον εἴρηκεν Ὅμηρος ἐν τοῖς πᾶσιν Ἕλλησιν ἀφικέσθαι γελωτοποιόν:

  ἀλλ᾽ ὅτι οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν

  ἔμμεναι.

  ἀλλ᾽ οὐ τὸ γελοῖον ἀγαθόν ἐστιν οὐδὲ τίμιον, ἀλλὰ τὸ χαίρειν: ἀπορίᾳ δὲ καὶ ἀγνοίᾳ χαρᾶς ἄνθρωποι διώκουσι γέλωτα. τὴν γοῦν βοτάνην ἀκηκόατε τὴν σαρδόνιον καλουμένην, ἣ γέλωτα μὲν ποιεῖ, [100] χαλεπὸν δὲ τοῦτον καὶ ἐπ᾽ ὀλέθρῳ. μὴ οὖν σφόδρα οὕτως περιέχεσθετούτου, μηδὲ ἀμούσους καὶ φορτικὰς καὶ ἀμαθεῖς ποιεῖτε τὰς Χάριτας, ἀλλὰ μᾶλλον Εὐριπίδην μιμεῖσθε οὕτω λέγοντα:

  μὴ παυσαίμην τὰς Χάριτας

  Μούσαις ἀναμιγνύς, ἁδίσταν συζυγίαν:

  [p. 297] ἵνα μὴ τὸ Μουσεῖον ὑμῖν ἄλλως εἶναι δοκῇ τόπος ἐν τῇ πόλει, καθάπερ οἶμαι καὶ ἄλλοι τόποι μάτην προσαγορεύονται, τὸ πρᾶγμα μὴ ἔχοντες μετὰ τοῦ ὀνόματος. [101] ἀλλὰ γὰρ δέδοικα μὴ κἀμοὶ συμβέβηκεν ὅ φασιν Αἰγυπτίων τινὶ τῶν σφόδρα ἀρχαίων μουσικῷ. ἐκείνῳ γὰρ τὸ δαιμόνιόν ποτε προειπεῖν καθ᾽ ὕπνον ὡς εἰς ὄνου ὦτα ᾄσεται. καὶ δὴ τὸν μὲν ἄλλον χρόνον οὐ προσεῖχεν οὐδὲ ἐφρόντιζε τοῦ ὀνείρατος, ὡς οὐδενὸς ὄντος. ἐπεὶ δὲ ὁ τύραννος τῶν Σύρων ἧκεν εἰς Μέμφιν, ἐκπληττομένων αὐτὸν τῶν Αἰγυπτίων ἐκάλεσεν. ἐπεδείκνυτο οὖν πάσῃ προθυμίᾳ καὶ τἀκριβέστερα τῆς τέχνης: ὁ δέ, οὐ γὰρ ἦν οἱ σύνεσις μουσικῆς, ἐκέλευε παύσασθαι αὐτὸν ἀτιμάσας. ὁ δὲ ἀναμνησθεὶς ἐκείνου τοῦ ὀνείρατος, Τοῦτ᾽ ἦν ἄρα, ἔφη, τὸ εἰς ὄνου ὦτα ᾄδειν. ὁ δὲ τύραννος ἀκούσας τῶν ἑρμηνέων οἷα ἔλεγεν ἔδει καὶ ἐμαστίγου τὸν ἄνδρα, καὶ τοῦτο πολέμου λέγουσιν αἴτιον γενέσθαι.

  THE THIRTY-THIRD, OR FIRST TARSIC, DISCOURSE

  ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.

  ἐγὼ θαυμάζω τί ποτ᾽ ἐστὶ τὸ ὑμέτερον καὶ τί προσδοκῶντες ἢ βουλόμενοι τοὺς τοιούτους ἀνθρώπους διαλέγεσθαι ὑμῖν ζητεῖτε, πότερον εὐφώνους οἴεσθε εἶναι καὶ φθέγγεσθαι ἥδιον τῶν ἄλλων, ἔπειτα ὥσπερ ὀρνέων ποθεῖτε ἀκούειν μελῳδούντων ὑμῖ�
� ἢ δύναμιν ἄλλην ἔχειν ἔν τε ὀνόμασι καὶ διανοήμασι δριμυτέρας τινὸς πειθοῦς καὶ τῷ ὄντι δεινῆς, ἣν καλεῖτε ῥητορικήν, ἔν τε ἀγοραῖς καὶ περὶ τὸ βῆμα δυναστεύουσαν, ἤ τινα ἔπαινον καθ᾽ αὑτῶν ἀκούσεσθαι οἰόμενοι καὶ δημόσιον ὕμνον τῆς πόλεως, περί τε Περσέως καὶ Ἡρακλέους καὶ τοῦ Ἀπόλλωνος τῆς τριαίνης καὶ περὶ χρησμῶν [p. 298] τῶν γενομένων, καὶ ὥς ἐστε Ἕλληνες καὶ Ἀργεῖοι καὶ ἔτι βελτίους, [2] καὶ ἀρχηγοὺς ἔχετε ἥρωας καὶ ἡμιθέους, μᾶλλον δὲ Τιτᾶνας: ἔτι δὲ οἶμαι περί τε τῆς χώρας καὶ τῶν ὀρῶν τῶν κατ᾽ αὐτὴν καὶ τοῦδε τοῦ Κύδνου, ὡς δεξιώτατος ἁπάντων ποταμῶν καὶ κάλλιστος, οἵ τε ἀπ᾽ αὐτοῦ πίνοντες ἀφνειοὶ καὶ μακάριοι καθ᾽ Ὅμηρον.ταῦτα γὰρ ἐστὶ μὲν ἀληθῆ, καὶ συνεχῶς αὐτὰ ἀκούετε τῶν τε ποιητῶν ἐν μέτροις καὶ ἄλλων ἀνδρῶν αὐτὸ τοῦτο ἔργον πεποιημένων ἐγκωμιάζειν, δεῖται δὲ μεγάλης τινὸς παρασκευῆς καὶ δυνάμεως. [3] τί οὖν ἡμᾶς ἐλπίζετε ἐρεῖν; ἢ τί μάλιστα ἀκοῦσαι σπεύδετε παρὰ ἀνδρῶν οὐκ εὐτραπέλων οὐδὲ πρὸς χάριν ὁμιλεῖν εἰδότων οὐδὲ αἱμύλων οὐδὲ ὑπὸ τρυφῆς ἰόντων ἐπὶ τοὺς λόγους; ὅτι μὲν γὰρ οὐ χρήματα ἐλπίζοντες παρ᾽ ἡμῶν οὐδὲ ἄλλο τι δῶρον καὶ πάνυ ἐπίσταμαι. φέρε οὖν ἔγωγε εἴπω τὴν ἐμαυτοῦ ὑπόνοιαν. [4] δοκεῖτέ μοι πολλάκις ἀκηκοέναι θείων ἀνθρώπων, οἳ πάντα εἰδέναι φασὶ καὶ περὶ πάντων ἐρεῖν ᾗ διατέτακται καὶ τίνα ἔχει φύσιν,περί τε ἀνθρώπων καὶ δαιμόνων καὶ περὶ θεῶν, ἔτι δὲ γῆς καὶ οὐρανοῦ καὶ θαλάττης, καὶ περὶ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, καὶ περὶ τοῦ σύμπαντος κόσμου, καὶ περὶ φθορᾶς καὶ γενέσεως καὶ μυρίων ἄλλων. ἔπειτ᾽ οἶμαι προσελθόντες ὑμῶν πυνθάνονται τί βούλεσθε αὐτοὺς εἰπεῖν καὶ περὶ τίνος, κατὰ τὸν Πίνδαρον,Ἰσμηνὸν ἢ χρυσηλάκατον Μελίαν ἢ Κάδμον: ὅ, τι δ᾽ ἂν ἀξιώσητε ὑμεῖς, ἔνθεν ἑλὼν ἄθρουν καὶ πολὺν ἀφήσει τὸν λόγον, ὥσπερ τι ῥεῦμα ἄφθονον ἐν αὐτῷ κατακεκλειμένον. [5] ἔπειθ᾽ ὑμεῖς ἀκούοντες τὸ μὲν ἐξετάζειν καθ᾽ ἕκαστον ἢ ἀπιστεῖνἀνδρὶ σοφῷ φαῦλον ἡγεῖσθε καὶ ἄκαιρον, ἄλλως δὲ τῇ ῥώμῃ καὶ τῇ ταχυτῆτι τῶν λόγων ἐπαίρεσθε καὶ πάνυ χαίρετε ἀπνευστὶ ξυνείροντος τοσοῦτον ὄχλον ῥημάτων, καὶ πεπόνθατε ὅμοιον τοῖς ὁρῶσι τοὺς ἵππους τοὺς ἀπὸ ῥυτῆρος θέοντας: οὐδὲν ὠφελούμενοι [p. 299] θαυμάζετε δὲ ὅμως καὶ μακάριόν φατε κτῆμα. καίτοι καὶ τοῖς ἵπποις ἰδεῖν ἔστιν οὐ τοὺς δεσπότας χρωμένους πολλάκις, ἀλλὰ φαῦλον ἀνδράποδον. [6] ἡ μὲν οὖν τοιάδε ἀκρόασις θεωρία τις οὖσα καὶ πομπὴ παραπλήσιον ἔχει τι ταῖς ἐπιδείξεσι τῶν καλουμένων ἰατρῶν, οἳ προκαθίζοντες ἐν τῷ μέσῳ ξυμβολὰς ἄρθρων καὶ ὀστέων συνθέσεις καὶ παραθέσεις καὶ τοιαῦθ᾽ ἕτερα ἐπεξίασι, πόρους καὶ πνεύματα καὶ διηθήσεις. οἱ δὲ πολλοὶ κεχήνασι καὶ κεκήληνται τῶν παιδίων μᾶλλον. ὁ δ᾽ ἀληθὴς ἰατρὸς οὐκ ἔστι τοιοῦτος οὐδὲ οὕτως διαλέγεται τοῖς ὄντως δεομένοις: πόθεν; ἀλλὰ προσέταξε τί δεῖ ποιεῖν, καὶ φαγεῖν βουλόμενον ἢ πιεῖν ἐκώλυσε, καὶ [7] λαβὼν ἔτεμεν ἀφεστηκός τι τοῦ σώματος. ὥσπερ οὖν εἰ συνελθόντες οἱ κάμνοντες εἶτ᾽ ἐπὶ τὸν ἰατρὸν ἐπεκώμαζον καὶ κωθωνίζεσθαι ἠξίουν, οὐκ ἂν αὐτοῖς κατ᾽ ἐλπίδα τὸ πρᾶγμα ἀπήντησεν, ἀλλ᾽ ἴσως ἠγανάκτουν πρὸς τὴν ὑποδοχήν, ταὐτό μοι πεπονθέναι δοκοῦσιν οἱ πολλοὶ ξυνιόντες ἐπὶ τὸν τοιοῦτον καὶ λέγειν κελεύοντες, ἄγευστοι δῆλον ὅτι τῶν τῆς ἀληθείας ὄντες λόγων, ἔπειθ᾽ ἡδύ τι καὶ προσηνὲς ἀκούσεσθαι προσδοκῶντες. φέρε δὴ πρὸς τῶν θεῶν, ἆρα ἀνέξεσθε, εἰ μὴ πάνυ τις τῇ παρρησίᾳ χρῷτο μηδὲ ἐπὶ πάντα ἔρχοιτο τὰ προσόντα ὑμῖν, ἀλλ᾽ ἓν εἴποι τι μόνον ἢ δεύτερον; [8] σκοπεῖτε δὴ μὴ ταὐτὸ πάσχητε Ἰλιεῦσιν ἐκείνοις, οἳ τραγῳδόν τινα ἐπιδημήσαντα ἠνώχλουν, ἐπιδείξασθαι κελεύοντες: ὁ δὲ ἐᾶν αὐτοὺς ἠξίου καὶ τὴν ἡσυχίαν ἄγειν. ὅσῳ γὰρ ἄν, ἔφη, κρεῖττον ἀγωνίσωμαι, τοσούτῳ φανήσεσθε ὑμεῖς ἀτυχέστεροι. τὸν οὖν φιλόσοφον κρεῖττόν ἐστι τοῖς πολλοῖς σιωπῶντα ἐᾶν. [9] σκοπεῖτε δὲ τὸ πρᾶγμα οἷόν ἐστιν. Ἀθηναῖοι γὰρ εἰωθότες ἀκούειν κακῶς, καὶ νὴ Δία ἐπ᾽ αὐτὸ τοῦτο συνιόντες εἰς τὸ θέατρον ὡς λοιδορηθησόμενοι, καὶ προτεθεικότες ἀγῶνα καὶ νίκην τοῖς ἄμεινον αὐτὸ πράττουσιν, οὐκ αὐτοὶ τοῦτο εὑρόντες, ἀλλὰ τοῦ θεοῦ συμβουλεύσαντος, Ἀριστοφάνους μὲν ἤκουον καὶ Κρατίνου καὶ [p. 300] Πλάτωνος, καὶ τούτους οὐδὲν κακὸν ἐποίησαν. ἐπεὶ δὲ Σωκράτης ἄνευ σκηνῆς καὶ ἰκρίων ἐποίει τὸ τοῦ θεοῦ πρόσταγμα, οὐ κορδακίζων οὐδὲ τερετίζων, οὐχ ὑπέμειναν. [10] ἐκεῖνοι μὲν γὰρ ὑφορώμενοι καὶ δεδιότες τὸν δῆμον ὡς δεσπότην ἐθώπευον, ἠρέμα δάκνοντες καὶ μετὰ γέλωτος, ὥσπερ αἱ τίτθαι τοῖς παιδίοις, ὅταν δέῃ τιτῶν ἀηδεστέρων πιεῖν αὐτά, προσφέρουσι μέλιτι χρίσασαι τὴν κύλικα. τοιγαροῦν ἔβλαπτον οὐχ ἧττον ἤπερ ὠφέλουν, ἀγερωχίας καὶ σκωμμάτων καὶ βωμολοχίας ἀναπιμπλάντες τὴν πόλιν. ὁ δὲ φιλόσοφος ἤλεγχε καὶ ἐνουθέτει. [11] καὶ μὴν ὅσῳ τὸ λοιδορεῖν καὶ τὴν ἀβελτερίαν τὴν ἑκάστου καὶ τὴν πονηρίαν φανερὰν ποιεῖν κρεῖττόν ἐστι τοῦ χαρίζεσθαι διὰ τῶν λόγων καὶ τοῖς ἐγκωμίοις θρύπτειν τοὺς ἀκούοντας, οὐχ ἥκιστα ἐκεῖθεν εἴσεσθε. δύο γὰρ ποιητῶν γεγονότων ἐξ ἅπαντος τοῦ αἰῶνος
, οἷς οὐδένα τῶν ἄλλων ξυμβάλλειν ἄξιον, Ὁμήρου τε καὶ Ἀρχιλόχου, τούτων Ὅμηρος μὲν σχεδὸν πάντα ἐνεκωμίασε, καὶ θηρία καὶ φυτὰ καὶ ὕδωρ καὶ γῆνκαὶ ὅπλα καὶ ἵππους, καὶ οὐδὲν ἔσθ᾽ ὅτου μνησθεὶς χωρὶς ἐπαίνου τε καὶ τιμῆς, ὡς ἂν εἴποι τις, παρῆλθεν. ὃν γοῦν μόνον ἐξ ἁπάντων ἐβλασφήμησε Θερσίτην, καὶ τοῦτον λιγὺν εἶναί φησιν ἀγορητήν. [12] Ἀρχίλοχος δὲ ἐπὶ τὴν ἐναντίαν ἧκε, τὸ ψέγειν, ὁρῶν οἶμαι τούτου μᾶλλον δεομένους τοὺς ἀνθρώπους, καὶ πρῶτοναὑτὸν ψέγει. τοιγαροῦν μόνος καὶ μετὰ τὴν τελευτὴν καὶ πρὶν ἢ γενέσθαι τῆς μεγίστης ἔτυχε μαρτυρίας παρὰ τοῦ δαιμονίου. τὸν μέν γε ἀποκτείναντα αὐτὸν ὁ Ἀπόλλων ἐξελαύνων ἐκ τοῦ νεὼ Μουσῶν αὐτὸν ἀνεῖπε θεράποντα ἀνῃρηκέναι. καὶ τὸ δεύτερον, ὡς ἀπελογεῖτο ἐν πολέμῳ λέγων ἀποκτεῖναι, πάλιν Μουσῶν θεράπονταἔφη τὸν Ἀρχίλοχον. τῷ πατρὶ δὲ αὐτοῦ χρωμένῳ πρὸ τῆς γενέσεως ἀθάνατόν οἱ παῖδα γενήσεσθαι προεῖπεν. [13] ὥσθ᾽ ὁ λοιδορεῖν ἱκανὸς καὶ καθάπτεσθαι καὶ φανερὰ τῷ λόγῳ ποιεῖν τὰ ἁμαρτήματα δῆλον ὅτι κρείττων ἐστὶ καὶ προκέκριται τῶν ἐπαινούντων. εἰ δ᾽ ἄρα ὑμεῖς ἐπαινούμενοι μᾶλλον ἥδεσθε, ἐπ̓ἄλλους ὑμῖν ἰτέον. ὅταν οὖν πρῶτον αὑτόν τινα ἴδητε κολακεύοντα ἐν ἅπασιν οἷς ποιεῖ καὶ χαριζόμενον ἐν τροφαῖς, ἐν ἐσθῆσι, καὶ [p. 301] περιιόντα ἀκόλαστον, τοῦτον οἴεσθε κολακεύσειν καὶ ὑμᾶς καὶ παρὰ τούτου προσδοκᾶτε λόγον ἡδύν, ὃν ὑμεῖς ἔπαινον ὀνομάζετε, τρυφῶντα δὴ παρὰ τρυφῶντος. [14] ὅταν δὲ αὐχμηρόν τινα καὶ συνεσταλμένον ἴδητε καὶ μόνον βαδίζοντα, πρῶτον αὑτὸν ἐξετάζοντα καὶ λοιδοροῦντα, μὴ ζητεῖτε παρὰ τοῦ τοιούτου μηδεμίαν θωπείαν μηδὲ ἀπάτην, μηδὲ τὸν δεξιὸν ἐκεῖνον καὶ προσηνῆ λόγον, ὃς δὴ μάλιστα διατρίβει περὶ δήμους καὶ σατράπας καὶ τυράννους.

 

‹ Prev