Delphi Complete Works of Dio Chrysostom
Page 136
THE THIRTY-SIXTH, OR BORYSTHENITIC, DISCOURSE WHICH DIO DELIVERED IN HIS NATIVE LAND
ΒΟΡΥΣΘΕΝΙΤΙΚΟΣ ΟΝ ΑΝΕΓΝΩ ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ.
Ἐτύγχανον μὲν ἐπιδημῶν ἐν Βορυσθένει τὸ θέρος, ὁπότε εἰσέπλευσα μετὰ τὴν φυγήν, βουλόμενος ἐλθεῖν, ἐὰν δύνωμαι, διὰ Σκυθῶν εἰς Γέτας, ὅπως θεάσωμαι τἀκεῖ πράγματα ὁποῖά ἐστι. καὶ δὴ καὶ περιεπάτουν περὶ πλήθουσαν ἀγορὰν παρὰ τὸν Ὕπανιν. ἡ γὰρ πόλις τὸ μὲν ὄνομα εἴληφεν ἀπὸ τοῦ Βορυσθένους διὰ τὸ κάλλος καὶ τὸ μέγεθος τοῦ ποταμοῦ, κεῖται δὲ πρὸς τῷ Ὑπάνιδι ἥ τε νῦν καὶ ἡ πρότερον οὕτως ᾠκεῖτο, οὐ πολὺ ἄνωθεν [2] τῆς Ἱππολάου καλουμένης ἄκρας ἐν τῷ κατ̓ ἀντικρύ. τοῦτο δέ ἐστι τῆς χώρας ὀξὺ καὶ στερεὸν ὥσπερ ἔμβολον, περὶ ὃ συμπίπτουσιν οἱ ποταμοί. τὸ δὲ ἐντεῦθεν ἤδη λιμνάζουσι μέχρι θαλάττης ἐπὶ σταδίους σχεδόν τι διακοσίους: καὶ τὸ εὖρος οὐχ ἧττον ταύτῃ τῶν ποταμῶν. ἔστι δὲ αὐτοῦ τὸ μὲν πλέον τέναγος καὶ γαλήνη ταῖς εὐδίαις ὥσπερ ἐν λίμνῃ γίγνεται σταθερά. ἐν δὲ τοῖς δεξιοῖς φαίνεται ποταμός, καὶ τεκμαίρονται οἱ εἰσπλέοντες ἀπὸ τοῦ ῥεύματος τὸ βάθος. ὅθενπερ καὶ ἐξίησι, διὰ τὴν ἰσχὺν τοῦ ῥοῦ: εἰ δὲ μή, ῥᾳδίως ἂν ἐφράττετο τοῦ νότου πολλοῦ κατὰ στόμα [3] εἰσπνέοντος. τὸ δὲ λοιπὸν ᾐών ἐστιν ἑλώδης καὶ δασεῖα καλάμῳ καὶ δένδροις. φαίνεται δὲ τῶν δένδρων πολλὰ καὶ ἐν μέσῃ τῇ λίμνῃ, ὡς ἱστοῖς προσεοικέναι, καὶ ἤδη τινὲς τῶν ἀπειροτέρων διήμαρτον, ὡς ἐπὶ πλοῖα ἐπέχοντες. ταύτῃ δὲ καὶ τῶν ἁλῶν ἐστι τὸ πλῆθος, ὅθεν οἱ πλείους τῶν βαρβάρων λαμβάνουσιν ὠνούμενοι τοὺς ἅλας καὶ τῶν Ἑλλήνων καὶ Σκυθῶν οἱ Χερρόνησον οἰκοῦντες τὴν Ταυρικήν. ἐκδιδόασι δὲ οἱ ποταμοὶ εἰς θάλασσαν παρὰ φρούριον Ἀλέκτορος, ὃ λέγεται τῆς γυναικὸς εἶναι τοῦ Σαυροματῶν [p. 2] [4] βασιλέως. ἡ δὲ πόλις ἡ τῶν Βορυσθενιτῶν τὸ μέγεθός ἐστιν οὐ πρὸς τὴν παλαιὰν δόξαν διὰ τὰς συνεχεῖς ἁλώσεις καὶ τοὺς πολέμους. ἅτε γὰρ ἐν μέσοις οἰκοῦσα τοῖς βαρβάροις τοσοῦτον ἤδη χρόνον, καὶ τούτοις σχεδόν τι τοῖς πολεμικωτάτοις, ἀεὶ μὲν πολεμεῖται, πολλάκις δὲ καὶ ἑάλω: τὴν δὲ τελευταίαν καὶ μεγίστην ἅλωσιν οὐ πρὸ πλειόνων ἢ πεντήκοντα καὶ ἑκατὸν ἐτῶν. εἷλον δὲ καὶ ταύτην Γέται καὶ τὰς ἄλλας τὰς ἐν τοῖς ἀριστεροῖς τοῦ Πόντου [5] πόλεις μέχρι Ἀπολλωνίας. ὅθεν δὴ καὶ σφόδρα ταπεινὰ τὰ πράγματα κατέστη τῶν ταύτῃ Ἑλλήνων, τῶν μὲν οὐκέτι συνοικισθεισῶν πόλεων, τῶν δὲ φαύλως, καὶ τῶν πλείστων βαρβάρων εἰς αὐτὰς συρρυέντων. πολλαὶ γὰρ δή τινες ἁλώσεις κατὰ πολλὰ μέρη γεγόνασι τῆς Ἑλλάδος, ἅτε ἐν πολλοῖς τόποις διεσπαρμένης. ἁλόντες δὲ τότε οἱ Βορυσθενῖται πάλιν συνῴκησαν, ἐθελόντων ἐμοὶ δοκεῖν τῶν Σκυθῶν διὰ τὸ δεῖσθαι τῆς ἐμπορίας καὶ τοῦ κατάπλου τῶν Ἑλλήνων. ἐπαύσαντο γὰρ εἰσπλέοντες ἀναστάτου τῆς πόλεως γενομένης, ἅτε οὐκ ἔχοντες ὁμοφώνους τοὺς ὑποδεχομένους οὐδὲ τῶν Σκυθῶν ἀξιούντων οὐδὲ ἐπισταμένων ἐμπόριον αὐτῶν κατασκευάσασθαι [6] τὸν Ἑλληνικὸν τρόπον. σημεῖον δὲ τῆς ἀναστάσεως ἥ τε φαυλότης τῶν οἰκοδομημάτων καὶ τὸ συνεστάλθαι τὴν πόλιν ἐς βραχύ. μέρει γάρ τινι προσῳκοδόμηται τοῦ παλαιοῦ περιβόλου, καθ̓ ὃ πύργοι τινὲς οὐ πολλοὶ διαμένουσιν οὐ πρὸς τὸ μέγεθος οὐδὲ πρὸς τὴν ἰσχὺν τῆς πόλεως. τὸ δὲ μεταξὺ συμπέφρακται κατ̓ ἐκεῖνο ταῖς οἰκίαις οὐκ ἐχούσαις ὁποῖα διαλείπει. τειχίον δὲ παραβέβληται πάνυ ταπεινὸν καὶ ἀσθενές. τῶν δὲ πύργων εἰσί τινες πολὺ ἀφεστῶτες τοῦ νῦν οἰκουμένου, ὥστε μηδ̓ εἰκάσαι ὅτι μιᾶς ἦσαν πόλεως. ταῦτά τε δὴ οὖν σημεῖα ἐναργῆ τῆς ἁλώσεως καὶ τὸ μηδὲν τῶν ἀγαλμάτων διαμένειν ὑγιὲς τῶν ἐν τοῖς ἱεροῖς, ἀλλὰ ξύμπαντα λελωβημένα εἶναι, ὥσπερ τὰ ἐπὶ τῶν μνημάτων. [7] ὅπερ οὖν ἔφην, ἔτυχον περιπατῶν πρὸ τῆς πόλεως, καί τινες ἐξῄεσαν ἔνδοθεν τῶν Βορυσθενιτῶν πρὸς ἐμέ, ὥσπερ εἰώθεσαν: ἔπειτα Καλλίστρατος ἐφ̓ ἵππου τὸ μὲν πρῶτον παρρίππευσεν ἡμᾶς ἔξωθεν προσελαύνων, παρελθὼν δὲ ὀλίγον κατέβη, καὶ τὸν ἵππον τῷ ἀκολούθῳ [p. 3] παραδοὺς αὐτὸς πάνυ κοσμίως προσῆλθεν ὑπὸ τὸ ἱμάτιον τὴν χεῖρα ὑποστείλας. παρέζωστο δὲ μάχαιραν μεγάλην τῶν ἱππικῶν καὶ ἀναξυρίδας εἶχε καὶ τὴν ἄλλην στολὴν Σκυθικήν, ἄνωθεν δὲ τῶν ὤμων ἱμάτιον μικρὸν μέλαν, λεπτόν, ὥσπερ εἰώθασιν οἱ Βορυσθενῖται. χρῶνται δὲ καὶ τῇ ἄλλῃ ἐσθῆτι μελαίνῃ ὡς τὸ πολὺ ἀπὸ γένους τινὸς Σκυθῶν τῶν Μελαγχλαίνων, ὡς ἐμοὶ δοκοῦσι, [8] κατὰ τοῦτο ὀνομασθέντων ὑπὸ τῶν Ἑλλήνων. ἦν δὲ ὡς ὀκτωκαίδεκα ἐτῶν ὁ Καλλίστρατος, πάνυ καλὸς καὶ μέγας, πολὺ ἔχων Ἰωνικὸν τοῦ εἴδους. ἐλέγετο δὲ καὶ τὰ πρὸς τὸν πόλεμον ἀνδρεῖος εἶναι, καὶ πολλοὺς Σαυροματῶν τοὺς μὲν ἀνῃρηκέναι, τοὺς δὲ αἰχμαλώτους εἰληφέναι. ἐσπουδάκει δὲ καὶ περὶ λόγους καὶ φιλοσοφίαν, ὥστε καὶ ἐκπλεῦσαι σὺν ἐμοὶ ἐπεθύμει. διὰ πάντα δὴ ταῦτα εὐδοκίμει παρὰ τοῖς πολίταις, οὐχ ἥκιστα δὲ ἀπὸ τοῦ κάλλους, καὶ εἶχε πολλοὺς ἐραστάς. πάνυ γὰρ δὴ τοῦτο ἐμμεμένηκεν αὐτοῖς ἀπὸ τῆς μητροπόλεως, τὸ περὶ τοὺς ἔρωτας τοὺς τῶν ἀρρένων: ὥστε κινδυνεύουσιν ἀναπείθειν καὶ τῶν βαρβάρων ἐνίους οὐκ ἐπ̓ ἀγαθῷ σχεδόν, ἀλλ̓ ὡς ἂν ἐκεῖνοι τὸ τοιοῦτον ἀποδέξαιντο, βαρβαρικῶς [9] καὶ οὐκ ἄνευ ὕβρεως. ε�
��δὼς οὖν αὐτὸν φιλόμηρον ὄντα περὶ τούτου εὐθὺς ἐπυνθανόμην. σχεδὸν δὲ καὶ πάντες οἱ Βορυσθενῖται περὶ τὸν ποιητὴν ἐσπουδάκασιν ἴσως διὰ τὸ πολεμικοὶ εἶναι ἔτι νῦν, εἰ μὴ ἄρα καὶ διὰ τὴν πρὸς τὸν Ἀχιλλέα εὔνοιαν: τοῦτον μὲν γὰρ ὑπερφυῶς τιμῶσι, καὶ νεὼν τὸν μὲν ἐν τῇ νήσῳ τῇ Ἀχιλλέως καλουμένῃ ἵδρυνται, τὸν δὲ ἐν τῇ πόλει: ὥστε οὐδὲ ἀκούειν ὑπὲρ οὐδενὸς ἄλλου θέλουσιν ἢ Ὁμήρου. καὶ τἄλλα οὐκέτι σαφῶς ἑλληνίζοντες διὰ τὸ ἐν μέσοις οἰκεῖν τοῖς βαρβάροις ὅμως [10] τήν γε Ἰλιάδα ὀλίγου πάντες ἴσασιν ἀπὸ στόματος. εἶπον οὖν προσπαίζων πρὸς αὐτόν, Πότερόν σοι δοκεῖ, ὦ Καλλίστρατε, ἀμείνων ποιητὴς Ὅμηρος ἢ Φωκυλίδης; καὶ ὃς γελάσας ἔφη, Ἀλλ̓ οὐδὲ ἐπίσταμαι ἔγωγε τοῦ ἑτέρου ποιητοῦ τὸ ὄνομα, οἶμαι δὲ μηδὲ τούτων μηδένα. οὐδὲ γὰρ ἡγούμεθα ἡμεῖς ἄλλον τινὰ ποιητὴν ἢ Ὅμηρον. τοῦτον δὲ σχεδόν τι οὐδὲ ἄλλος οὐδεὶς ἀγνοεῖ. μόνου γὰρ Ὁμήρου μνημονεύουσιν οἱ ποιηταὶ αὐτῶν ἐν τοῖς ποιήμασιν, [p. 4] καὶ ἄλλως μὲν εἰώθασι λέγειν, ἀεὶ δὲ ὁπόταν μέλλωσι μάχεσθαι παρακελεύονται τοῖς αὑτῶν ὥσπερ τὰ Τυρταίου ἐν Λακεδαίμονι ἐλέγετο. εἰσὶ δὲ πάντες οὗτοι τυφλοὶ καὶ οὐχ ἡγοῦνται δυνατὸν [11] εἶναι ἄλλως τινὰ ποιητὴν γενέσθαι. Τοῦτο μέν, ἔφην, ἀπολελαύκασιν οἱ ποιηταὶ αὐτῶν ἀπ᾽ Ὁμήρου ὥσπερ ἀπὸ ὀφθαλμίας. τὸν δὲ Φωκυλίδην ὑμεῖς μὲν οὐκ ἐπίστασθε, ὡς λέγεις: πάνυ δὲ τῶν ἐνδόξων γέγονε ποιητῶν. ὥσπερ οὖν ἐπειδάν τις τῶν ἐμπόρων καταπλεύσῃ πρὸς ὑμᾶς οὐ πρότερον παρα γεγονώς, οὐκ εὐθὺς ἠτιμάσατε αὐτόν, ἀλλὰ πρότερον γευσάμενοι τοῦ οἴνου, κἂν ἄλλο τι φορτίον ἄγῃ, δεῖγμα λαβόντες, ἐὰν μὲν ἀρέσῃ ὑμᾶς, ὠνεῖσθε, εἰ δὲ μή, ἐᾶτε: οὕτως, ἔφην, καὶ τῆς τοῦ Φωκυλίδου ποιήσεως ἔξεστί σοι λαβεῖν δεῖγμα ἐν βραχεῖ. καὶ γάρ ἐστιν οὐ τῶν μακράν τινα [12] καὶ συνεχῆ ποίησιν εἰρόντων, ὥσπερ ὁ ὑμέτερος μίαν ἑξῆς διέξεισι μάχην ἐν πλείοσιν ἢ πεντακισχιλίοις ἔπεσιν, ἀλλὰ κατὰ δύο καὶ τρία ἔπη αὐτῷ καὶ ἀρχὴν ἡ ποίησις καὶ πέρας λαμβάνει. ὥστε καὶ προστίθησι τὸ ὄνομα αὐτοῦ καθ̓ ἕκαστον διανόημα, ἅτε σπουδαῖον καὶ πολλοῦ ἄξιον ἡγούμενος, οὐχ ὥσπερ Ὅμηρος οὐδαμοῦ [13] τῆς ποιήσεως ὠνόμασεν αὑτόν. ἢ οὐ δοκεῖ σοι εἰκότως προσθεῖναι Φωκυλίδης τῇ τοιαύτῃ γνώμῃ καὶ ἀποφάσει, καὶ τόδε Φωκυλίδου: πόλις ἐν σκοπέλῳ κατὰ κόσμον οἰκεῦσα σμικρὴ κρέσσων Νίνου ἀφραινούσης. ἀλλ̓ οὐ πρὸς ὅλην Ἰλιάδα καὶ Ὀδύσσειαν ταῦτα τὰ ἔπη ἐστὶ τοῖς μὴ παρέργως ἀκροωμένοις; ἢ μᾶλλον ὑμῖν ἀκούειν συνέφερε περὶ τῶν τοῦ Ἀχιλλέως πηδήσεών τε καὶ ὀρούσεων καὶ τῆς φωνῆς, ὅτι μόνον φθεγξάμενος ἔτρεπε τοὺς Τρῶας, ταῦτα μᾶλλον ὠφελεῖ ὑμᾶς ἐκμανθάνοντας ἢ ἐκεῖνο, ὅτι ἡ σμικρὰ πόλις ἐν τραχεῖ σκοπέλῳ κειμένη κρείττων ἐστὶ καὶ εὐτυχεστέρα κατὰ κόσμον οἰκοῦσα ἢ μεγάλη ἐν λείῳ καὶ πλατεῖ πεδίῳ, ἐάνπερ ἀκόσμως καὶ ἀνόμως [14] ὑπὸ ἀνθρώπων ἀφρόνων οἰκῆται; καὶ ὃς οὐ μάλα ἡδέως ἀποδεξάμενος, Ὦ ξένε, εἶπεν, ὅτι ἡμεῖς σε ἀγαπῶμεν καὶ σφόδρα αἰδούμεθα: ὡς ἄλλως γε οὐδεὶς ἄν ἠνέσχετο Βορυσθενιτῶν εἰς Ὅμηρον [p. 5] καὶ Ἀχιλλέα τοιαῦτα εἰπόντος. ὁ μὲν γὰρ θεὸς ἡμῶν ἐστιν,ὡς ὁρᾷς, ὁ δὲ καὶ σχεδόν τι μετὰ τοὺς θεοὺς τιμᾶται. κἀγὼ πραῧναι βουλόμενος αὐτόν, ἅμα δὲ ἐπί τι χρήσιμον ἀγαγεῖν, Παραιτοῦμαί σε, εἶπον, καθ̓ Ὅμηρον συγγνώμην ἔχειν μοι, ‘εἴ τι κακὸν νῦν εἴρηται’. αὖθις γάρ ποτε ἐπαινεσόμεθα Ἀχιλλέα τε καὶ Ὅμηρον [15] ὅσα δοκεῖ ἡμῖν ὀρθῶς λέγειν. τὸ δὲ παρὸν σκεπτέον ἂν εἴη τὸ τοῦ Φωκυλίδου: ὡς ἐμοὶ δοκεῖ σφόδρα καλῶς λέγειν ὑπὲρ τῆς πόλεως. Σκόπει, ἔφη, ἐπεὶ καὶ τούσδε ὁρᾷς πάντας ἐπιθυμοῦντας ἀκοῦσαί σου καὶ διὰ τοῦτο συνερρυηκότας δεῦρο πρὸς τὸν ποταμόν, καίτοι οὐ σφόδρα ἀθορύβως ἔχοντας. οἶσθα γὰρ δήπου ὅτι χθὲς οἱ Σκύθαι προσελάσαντες μεσημβρίας τοὺς μέν τινας ἀπέκτειναν τῶν σκοπῶν οὐ προσέχοντας, τοὺς δὲ ἐζωγρήκασιν ἴσως: οὐ γάρ πω ἐπιστάμεθα διὰ τὸ μακροτέραν αὐτοῖς γενέσθαι τὴν φυγήν, [16] ἅτε οὐ πρὸς τὴν πόλιν φεύγουσιν. ἦν δὲ τῷ ὄντι ταῦτα οὕτως, καὶ αἵ τε πύλαι συγκέκλειντο καὶ τὸ σημεῖον ἦρτο ἐπὶ τοῦ τείχους τὸ πολεμικόν. ἀλλ̓ ὅμως οὕτως ἦσαν φιλήκοοι καὶ τῷ τρόπῳ Ἕλληνες, ὥστε μικροῦ δεῖν ἅπαντες παρῆσαν ἐν τοῖς ὅπλοις, βουλόμενοι ἀκούειν. κἀγὼ ἀγάμενος αὐτῶν τὴν προθυμίαν, Βούλεσθε, ἔφην, καθιζώμεθα ἰόντες ποι τῆς πόλεως; τυχὸν γὰρ νῦν οὐ πάντες ὁμοίως ἀκούουσιν ἐν τῷ βαδίζειν, ἀλλ̓ οἱ ὄπισθεν πράγματα ἔχουσι καὶ παρέχουσι τοῖς πρὸ αὐτῶν, σπεύδοντες ἐγγυτέρω προσελθεῖν. [17] ὡς δὲ τοῦτο εἶπον, εὐθὺς ὥρμησαν ἅπαντες εἰς τὸ τοῦ Διὸς ἱερόν, οὗπερ εἰώθασι βουλεύεσθαι. καὶ οἱ μὲν πρεσβύτατοι καὶ οἱ γνωριμώτατοι καὶ οἱ ἐν ταῖς ἀρχαῖς κύκλῳ καθίζοντο ἐπὶ βάθρων: τὸ δὲ λοιπὸν πλῆθος ἐφεστήκεσαν. ἦν γὰρ εὐρυχωρία πολλὴ πρὸ τοῦ νεώ. πάνυ οὖν ἄν τις ἥσθη τῇ ὄψει φιλόσοφος ἀνήρ, ὅτι ἅπαντες ἦσαν τὸν ἀρχαῖον τρόπον, ὥς φησιν Ὅμηρος τοὺς Ἕλληνας, κομῶντες καὶ τὰ γένεια ἀφεικότες, εἷς δὲ ἐν αὐτοῖς μόνος ἐξυρημένος, καὶ τοῦτον ἐλοιδόρουν τε καὶ ἐμίσουν ἅπαντες. ἐλέγετο δὲ οὐκ ἄλλως τοῦτο ἐπιτηδεύειν, ἀλλὰ κολακεύων Ῥωμαίους καὶ τὴν πρὸς αὐτοὺς �
�ιλίαν ἐπιδεικνύμενος: ὥστε εἶδεν ἄν τις ἐπ̓ ἐκείνου [18] τὸ αἰσχρὸν τοῦ πράγματος καὶ οὐδαμῇ πρέπον ἀνδράσιν. ἐπεὶ δὲ ἡσυχία ἐγένετο, εἶπον ὅτι δοκοῦσί μοι ὀρθῶς ποιεῖν, πόλιν οἰκοῦντες [p. 6] ἀρχαίαν καὶ Ἑλληνίδα, βουλόμενοι ἀκοῦσαι περὶ πόλεως. καὶ πρῶτόν γε, ἔφην, ὅ,τι ἐστὶν αὐτὸ τοῦτο ὑπὲρ οὗ ὁ λόγος γνῶναι σαφῶς: οὕτω γὰρ ἂν εἴητε ἅμα ᾐσθημένοι καὶ ὁποῖόν τί ἐστιν. οἱ γὰρ πολλοί, ἔφην, ἄνθρωποι τὸ ὄνομα αὐτὸ ἴσασι καὶ φθέγγονται τοῦ [19] πράγματος ἑκάστου, τὸ δὲ πρᾶγμ̓ ἀγνοοῦσιν. οἱ δὲ πεπαιδευμένοι τοῦτο φροντίζουσιν, ὅπως καὶ τὴν δύναμιν εἴσονται ἑκάστου οὗ λέγουσιν: οἷον τὸ τοῦ ἀνθρώπου ὄνομα πάντες οὕτω λέγουσιν οἱ ἑλληνίζοντες, ἐὰν δὲ πύθῃ τινὸς αὐτῶν ὅ,τι ἐστὶ τοῦτο, λέγω δὲ ὁποῖόν τι καὶ καθ̓ ὃ μηδενὶ τῶν ἄλλων ταὐτόν, οὐκ ἂν ἔχοι εἰπεῖν ἀλλ̓ ἢ δεῖξαι μόνον αὑτὸν ἢ ἄλλον, ὥσπερ οἱ βάρβαροι. ὁ δὲ ἔμπειρος τῷ πυνθανομένῳ τί ἐστιν ἄνθρωπος ἀποκρίνεται ὅτι ζῷον λογικὸν θνητόν. τὸ γὰρ τοῦτο εἶναι μόνῳ ἀνθρώπῳ συμβέβηκε καὶ οὐδενὶ [20] ἄλλῳ. οὕτως οὖν καὶ τὴν πόλιν φασὶν εἶναι πλῆθος ἀνθρώπων ἐν ταὐτῷ κατοικούντων ὑπὸ νόμου διοικούμενον. ἤδη οὖν δῆλον ὅτι τῆς προσηγορίας ταύτης οὐδεμιᾷ προσήκει τῶν καλουμένων πόλεων τῶν ἀφρόνων καὶ ἀνόμων. οὔκουν οὐδὲ περὶ Νίνου εἴη ἂν ὁ ποιητὴς ὡς περὶ πόλεως εἰρηκώς, ἀφραινούσης γε αὐτῆς. ὥσπερ γὰρ οὐδὲ ἄνθρωπος ἐκεῖνός ἐστιν ᾧ μὴ πρόσεστι τὸ λογικόν, οὕτως οὐδὲ πόλις, ᾗ μὴ συμβέβηκε νομίμῳ εἶναι. νόμιμος δὲ οὐκ [21] ἂν εἴη ποτὲ ἄφρων καὶ ἄκοσμος οὖσα. ἴσως οὖν ζητήσαι ἄν τις, εἰ ἐπειδὰν οἱ ἄρχοντες καὶ προεστῶτες ὦσι φρόνιμοι καὶ σοφοί, τὸ δὲ λοιπὸν πλῆθος διοικῆται κατὰ τὴν τούτων γνώμην νομίμως καὶ σωφρόνως, τὴν τοιαύτην χρὴ καλεῖν σώφρονα καὶ νόμιμον καὶ τῷ ὄντι πόλιν ἀπὸ τῶν διοικούντων: ὥσπερ χορὸν ἴσως φαίημεν ἂν μουσικόν, τοῦ κορυφαίου μουσικοῦ ὄντος, τῶν δὲ ἄλλων ἐκείνῳ συνεπομένων καὶ μηδὲν παρὰ μέλος φθεγγομένων ἢ σμικρὰ καὶ [22] ἀδήλως. ἀγαθὴν μὲν γὰρ ἐξ ἁπάντων ἀγαθῶν πόλιν οὔτε τις γενομένην πρότερον οἶδε θνητὴν οὔτε ποτὲ ὡς ἐσομένην ὕστερον ἄξιον διανοηθῆναι, πλὴν εἰ μὴ θεῶν μακάρων κατ̓ οὐρανόν, οὐδαμῶς ἀκίνητον οὐδὲ ἀργήν, ἀλλὰ σφοδρὰν οὖσαν καὶ πορευομένην, τῶν μὲν ἡγουμένων τε καὶ πρώτων θεῶν χωρὶς ἔριδος καὶ ἥττης: οὔτε γὰρ ἐρίζειν θεοὺς οὔτε ἡττᾶσθαι θέμις οὔτε ὑπ̓ ἀλλήλων [p. 7] ἅτε φίλων οὔτε ὑπὸ ἄλλων κρειττόνων, ἀλλὰ πράττειν ἀκωλύτως τὰ σφέτερα ἔργα μετὰ πάσης φιλίας ἀεὶ πάντων κοινῆς: τῶν μὲν φανερωτάτων πορευομένων ἑκάστου καθ̓ ἑαυτόν, οὐ πλανωμένων ἄλλως ἀνόητον πλάνην, ἀλλὰ χορείαν εὐδαίμονα χορευόντων μετά τε νοῦ καὶ φρονήσεως τῆς ἄκρας: τοῦ δὲ λοιποῦ πλήθους ὑπὸ τῆς κοινῆς φορᾶς ἀγομένου μιᾷ γνώμῃ καὶ ὁρμῇ τοῦ ξύμπαντος οὐρανοῦ. [23] μίαν γὰρ δὴ ταύτην καθαρῶς εὐδαίμονα πολιτείαν εἴτε καὶ πόλιν χρὴ καλεῖν, τὴν θεῶν πρὸς ἀλλήλους κοινωνίαν, ἐάν τε καὶ ξύμπαν τὸ λογικὸν περιλάβῃ τις, ἀνθρώπων σὺν θεοῖς ἀριθμουμένων, ὡς παῖδες σὺν ἀνδράσι λέγονται μετέχειν πόλεως, φύσει πολῖται ὄντες, οὐ τῷ φρονεῖν τε καὶ πράττειν τὰ τῶν πολιτῶν οὐδὲ τῷ κοινωνεῖν τοῦ νόμου, ἀξύνετοι ὄντες αὐτοῦ. ἐκ δὲ τῶν ἄλλων πανταχοῦ πασῶν σχεδὸν ἁπλῶς ἡμαρτημένων τε καὶ φαύλων πρὸς τὴν ἄκραν εὐθύτητα τοῦ θείου καὶ μακαρίου νόμου καὶ τῆς ὀρθῆς διοικήσεως, ὅμως δὲ πρὸς τὸ παρὸν εὐπορήσομεν παράδειγμα τῆς ἐπιεικέστερον ἐχούσης πρὸς τὴν παντελῶς διεφθαρμένην, ὡς ἐν πᾶσι νοσοῦσι τόν γ̓ ἐλαφρότατα διάγοντα τῷ κάκιστα διακειμένῳ παραβάλλοντες. [24] ἐγὼ μὲν οὖν πρός τι τοιοῦτον ὥρμων τῷ λόγῳ. μεταξὺ δὲ τῶν παρόντων εἷς ἐφθέγξατο εἰς τὸ μέσον, ὅσπερ ἦν πρεσβύτατος αὐτῶν καὶ μέγιστον ἀξίωμα ἔχων, εἶπε δὲ πάνυ εὐλαβούμενος, Μηδαμῶς, ὦ ξένε, ἄγροικον μηδὲ βαρβαρικὸν ἡγήσῃ τὸ τοιοῦτον, ὅτι μεταξὺ λέγοντί σοι ἐμποδὼν ἐγενόμην. παῤ ὑμῖν μὲν γὰρ οὐκ ἔθος ἐστὶ τὸ τοιοῦτο διὰ τὸ πολλὴν ἀφθονίαν εἶναι τῶν ἐκ φιλοσοφίας λόγων καὶ περὶ παντὸς ὅτου ἂν ἐπιθυμῇ τις ἐξεῖναι παρὰ πολλῶν ἀκοῦσαι: παῤ ἡμῖν δὲ ὥσπερ τέρας τι τοῦτο πέφηνε [25] τὸ σὲ ἡμῖν ἀφικέσθαι. τὸ δὲ λοιπὸν σχεδόν τι δεῦρο ἀφικνοῦνται ὀνόματι Ἕλληνες, τῇ δὲ ἀληθείᾳ βαρβαρώτεροι ἡμῶν, ἔμποροι καὶ ἀγοραῖοι, ῥάκη φαῦλα καὶ οἶνον πονηρὸν εἰσκομίζοντες καὶ τά γε παῤ ἡμῶν οὐδὲν βελτίω τούτων ἐξαγόμενοι. σὲ δὲ αὐτὸς ἡμῖν ὁ Ἀχιλλεὺς ἔοικε δεῦρο ἀπὸ τῆς νήσου διαπέμψαι, καί σε πάνυ μὲν ἡδέως ὁρῶμεν, πάνυ δὲ ἡδέως ἀκούομεν ὅ,τι ἂν λέγῃς. οὐ μέντοι πολύν τινα χρόνον ἡγούμεθα ἔσεσθαι τοῦτον οὐδὲ βουλόμεθα, ἀλλά [26] σε εὖ πράξαντα οἴκαδε κατελθεῖν τὴν ταχίστην. νῦν οὖν ἐπεὶ [p. 8] ἥψω τῷ λόγῳ τῆς θείας διοκήσεως, αὐτός τε ἀνεπτέρωμαι δαιμονίως καὶ τούσδε ὁρῶ πάντας ὀργῶντας πρὸς ἐκεῖνον τὸν λόγον: καὶ γὰρ ἡμῖν ἔδοξας μεγαλοπρεπῶς καὶ τοῦ πράγματος οὐκ ἀναξίως ὅσα εἶπες εἰρηκέναι καὶ ὡς ἂν μάλιστα ἡμεῖς βουλοίμεθα ἀκοῦσαι. τῆς μὲν γὰρ ἀκριβεστέρας ταύτης φιλοσοφίας ἄπειροί ἐσμεν, Ὁμήρου δέ, ὡς οἶσθα, ἐρασταὶ καί τινες οὐ πολλοὶ Πλάτωνος: ὧν δὴ κἀμὲ ὁρᾷς ὄντα, ἀεί ποτε �
�ντυγχάνοντα τοῖς ἐκείνου ὅπως ἂν δύνωμαι: καίτοι ἴσως ἄτοπον βαρβαρίζοντα τῶν πολιτῶν μάλιστα τῷ ἑλληνικωτάτῳ καὶ σοφωτάτῳ χαίρειν καὶ ξυνεῖναι, καθάπερ εἴ τις μικροῦ τυφλὸς τὸ μὲν ἄλλο φῶς ἀποστρέφοιτο, πρὸς αὐτὸν [27] δὲ τὸν ἥλιον ἀναβλέποι. ἔχει μὲν δὴ τὰ ἡμέτερα οὕτως. σὺ δὲ εἰ θέλεις πᾶσιν ἡμῖν χαρίσασθαι, τὸν μὲν ὑπὲρ τῆς θνητῆς πόλεως ἀναβαλοῦ λόγον, ἐὰν ἄρα σχολὴν ἡμῖν οἱ γείτονες παράσχωσιν εἰς αὔριον καὶ μὴ δέῃ προσγυμνάζεσθαι αὐτοῖς, ὥσπερ ἔθος ἡμῖν τὸ πολύ: περὶ δὲ τῆς θείας εἴτε πόλεως εἴτε διακοσμήσεως φίλον σοι καλεῖν, εἰπὲ ὅπῃ τε καὶ ὅπως ἔχει, ὡς δύνασαι ἐγγύτατα τείνων τῆς τοῦ Πλάτωνος ἐλευθερίας περὶ τὴν φράσιν, οἷον δὴ καὶ ἄρτι ποιεῖν ἡμῖν ἔδοξας. εἰ γὰρ μηδενὸς ἄλλου, τῆς γε φωνῆς ξυνίεμεν ὑπὸ συνηθείας ὅτι οὐ σμικρὸν οὐδὲ πόρρω τοῦ Ὁμήρου φθέγγεται. [28] κἀγὼ σφόδρα γε ἥσθην τῇ ἁπλότητι τοῦ πρεσβύτου, καὶ γελάσας εἶπον, Ὦ φίλε Ἱεροσῶν, εἴ με ἐκέλευες χθὲς εἰσβεβληκότων ὑμῖν τῶν πολεμίων λαβόντα ὅπλα ὥσπερ τὸν Ἀχιλλέα μάχεσθαι, τὸ μὲν ἕτερον ἐπείσθην ἄν, πειρώμενος ἀμύνεσθαι ὑπὲρ ἀνδρῶν φίλων, τὸ δὲ ἕτερον οὐκ ἂν οἶμαι ἐδυνάμην, καίτοι σφόδρα βουλόμενος, ὁμοίως τῷ Ἀχιλλεῖ ἀγωνίζεσθαι. καὶ νῦν ὧν κελεύεις ποιήσω τὸ ἕτερον, προθυμήσομαι εἰπεῖν τὸν λόγον, ὡς ἂν ἐγὼ δύνωμαι κατ̓ ἐμαυτόν: