Book Read Free

Delphi Complete Works of Dio Chrysostom

Page 137

by Dio Chrysostom


  ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,

  οὔτε Πλάτωνι οὔτε Ὁμήρῳ. οὐ γάρ τοι οὐδὲ τῷ Εὐρύτῳ φησὶ συνενεγκεῖν ὁ ποιητὴς ὅτι ἤριζε πρὸς τοὺς κρείττονας. οὐ μέντοι [29] σπουδῆς γε, ἔφην, οὐδὲν ἀπολείψομεν. ταῦτα δὲ εἰπὼν πρὸς ἐκεῖνον οὐδὲν ἧττον ὑπεκίνουν καὶ ἀνεφερόμην τρόπον τινὰ ἀναμνησθεὶς Πλάτωνός τε καὶ Ὁμήρου. [p. 9] τὸ μὲν δὴ τῆς πόλεως οὕτως, ἔφην, δεῖ ἀκούειν ὡς οὐκ ἄντικρυς τῶν ἡμετέρων τὸν κόσμον ἀποφαινομένων πόλιν: ἐναντίον γὰρ ἂν ὑπῆρχε τοῦτο τῷ λόγῳ τῷ περὶ τῆς πόλεως, ἥν, ὥσπερ οὖν εἶπον, σύστημα ἀνθρώπων ὡρίσαντο: ἅμα τε οὐκ ἦν ἴσως πρέπον οὐδὲ πιθανὸν [30] κυρίως εἰπόντας εἶναι τὸν κόσμον ζῷον ἔπειτα φάσκειν ὡς ἔστι πόλις: τὸ γὰρ αὐτὸ πόλιν τε καὶ ζῷον οὐκ ἂν οἶμαι ῥᾳδίως ὑπομένοι τις ὑπολαβεῖν. ἀλλὰ τὴν νῦν διακόσμησιν, ὁπηνίκα διῄρηται καὶ μεμέρισται τὸ πᾶν εἰς πολλάς τινας μορφὰς φυτῶν τε καὶ ζῴων θνητῶν καὶ ἀθανάτων, ἔτι δὲ ἀέρος καὶ γῆς καὶ ὕδατος καὶ πυρός, ἓν οὐδὲν ἧττον πεφυκὸς ἐν ἅπασι τούτοις καὶ μιᾷ ψυχῇ καὶ δυνάμει διεπόμενον, ἁμῃγέπῃ πόλει προσεικάζουσι διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ γιγνομένων τε καὶ ἀπογιγνομένων, ἔτι δὲ τὴν τάξιν καὶ τὴν εὐκοσμίαν [31] τῆς διοικήσεως. ὁ δὲ λόγος οὗτος ἔμβραχυ ἐσπούδακε ξυναρμόσαι τῷ θείῳ τὸ ἀνθρώπειον γένος καὶ ἑνὶ λόγῳ περιλαβεῖν πᾶν τὸ λογικόν, κοινωνίας ἀρχὴν καὶ δικαιοσύνης μόνην ταύτην ἰσχυρὰν καὶ ἄλυτον εὑρίσκων. πόλις μὲν γὰρ δὴ κατὰ τοῦτο ἂν εἴη λεγομένη μὰ Δἴ οὐ φαύλων οὐδὲ μικρῶν τυχοῦσα ἡγεμόνων οὐδὲ ὑπὸ τυράννων τε καὶ δήμων καὶ δεκαρχιῶν δὴ καὶ ὀλιγαρχιῶν καί τινων ἄλλων τοιούτων ἀρρωστημάτων διαφορουμένη καὶ στασιάζουσα τὸν ἅπαντα χρόνον, ἀλλὰ τῇ σωφρονεστάτῃ καὶ ἀρίστῃ βασιλείᾳ κεκοσμημένη, τῷ ὄντι βασιλευομένη κατὰ νόμον μετὰ πάσης φιλίας [32] καὶ ὁμονοίας: ὅπερ δὴ ὁ σοφώτατος καὶ ὁ πρεσβύτατος ἄρχων καὶ νομοθέτης ἅπασι προστάττει θνητοῖς καὶ ἀθανάτοις, ὁ τοῦ ξύμπαντος ἡγεμὼν οὐρανοῦ καὶ τῆς ὅλης δεσπότης οὐσίας, αὐτὸς οὕτως ἐξηγούμενος καὶ παράδειγμα παρέχων τὴν αὑτοῦ διοίκησιν τῆς εὐδαίμονος καὶ μακαρίας καταστάσεως: ὃν οἱ θεῖοι ποιηταὶ μαθόντες ἐκ Μουσῶν ὑμνοῦσιν ἅμα καὶ ὀνομάζουσι πατέρα θεῶν [p. 10] [33] καὶ ἀνθρώπων. κινδυνεύει γὰρ οὖν δὴ τὸ ποιητικὸν γένος οὐ πάνυ ἄστοχον εἶναι τῶν ἱερῶν λόγων οὐδὲ ἄπο στόχου φθέγγεσθαι τὰ τοιαῦτα πολλάκις, οὐ μέντοι οὐδὲ μεμυῆσθαι καθαρῶς κατὰ θεσμὸν καὶ νόμον τῶν μυουμένων οὐδὲ εἰδέναι τοῦ ξύμπαντος πέρι τῆς ἀληθείας σαφὲς οὐδέν, ὡς ἔπος εἰπεῖν: ἀτεχνῶς δὲ ἔοικεν ὅμοιον εἶναι τοῖς ἔξω περὶ θύρας ὑπηρέταις τῶν τελετῶν, πρόθυρα κοσμοῦσι καὶ βωμοὺς τοὺς ἐν τῷ φανερῷ καὶ τὰ ἄλλα τὰ τοιαῦτα παρασκευάζουσιν, οὐδέ ποτ̓ ἔνδον παριοῦσιν. ὅθεν δὴ καὶ θεράποντας Μουσῶν αὑτοὺς ὀνομάζουσιν, οὐ μύστας οὐδὲ ἄλλο σεμνὸν ὄνομα. [34] οὐκοῦν, ὡς ἔφην, τούς τε πλησίον ἀναστρεφομένους τελετῆς τινος πρὸς ταῖς εἰσόδοις εἰκὸς τό γε τοσοῦτον τῶν ἔνδοθεν αἰσθάνεσθαί τινος, ἤτοι ῥήματος ἐκβοηθέντος ἑνὸς μυστικοῦ ἢ πυρὸς ὑπερφανέντος, καὶ τοῖς ποιηταῖς ἐνίοτε, λέγω δὲ τοῖς πάνυ ἀρχαίοις, φωνή τις ἐκ Μουσῶν ἀφίκετο βραχεῖα καί πού τις ἐπίπνοια θείας φύσεώς τε καὶ ἀληθείας, καθάπερ αὐγὴ πυρὸς ἐξ ἀφανοῦς λάμψαντος: ἃ ἔπασχον ἐκ Μουσῶν καὶ κατείχοντο Ὅμηρός τε καὶ [35] Ἡσίοδος. οἱ δὲ μετ̓ ἐκείνους ὕστερον ἐπὶ σκηνὰς καὶ θέατρα τὴν αὑτῶν σοφίαν ἀγαγόντες ἀμύητοι ἀμυήτοις πολλάκις ἐξέφερον ἀτελῆ παραδείγματα ὀργίων: θαυμαζόμενοι δὲ ὑπὸ τῶν πολλῶν ἐπεχείρουν αὐτοὶ τελεῖν τὸν ὄχλον, τῷ ὄντι βακχείων τινὰς σκηνὰς ἀκαλύπτους πηξάμενοι ἔν τισι τραγικαῖς τριόδοις. οὗτοι δ̓ οὖν πάντες οἱ ποιηταὶ κατὰ ταὐτὰ τὸν πρῶτον καὶ μέγιστον θεὸν πατέρα καλοῦσι συλλήβδην ἅπαντος τοῦ λογικοῦ γένους καὶ δὴ [36] καὶ βασιλέα. οἷς πειθόμενοι οἱ ἄνθρωποι Διὸς βασιλέως ἱδρύονται βωμούς, καὶ δὴ καὶ πατέρα αὐτὸν οὐκ ὀκνοῦσι προσαγορεύειν τινὲς ἐν ταῖς εὐχαῖς, ὡς τοιαύτης τινὸς ἀρχῆς καὶ συστάσεως οὔσης τοῦ παντός. ὥστε ταύτῃ γε οὐδὲ οἶκον δοκοῦσί μοι ὀκνῆσαι ἂν ἀποφήνασθαι τοῦ Διὸς τὸν ἅπαντα κόσμον, εἴπερ ἐστὶ πατὴρ τῶν ἐν αὐτῷ, καὶ νὴ Δία πόλιν, ὥσπερ ἡμεῖς προσεικάζομεν κατὰ τὴν [p. 11] [37] μείζονα ἀρχήν. βασιλεία γὰρ πόλει μᾶλλον ἢ οἴκῳ πρεπόντως ἂν λέγοιτο. οὐ γὰρ δὴ βασιλέα εἰπόντες τὸν ἐπὶ τῶν ὅλων οὐκ ἂν βασιλεύεσθαι τὸ ὅλον ὁμολογοῖεν οὐδὲ βασιλεύεσθαι φήσαντες οὐκ ἂν πολιτεύεσθαι φαῖεν οὐδὲ εἶναι πολιτείαν βασιλικὴν τοῦ παντός. πολιτείαν δ̓ αὖ συγχωροῦντες πόλιν οὐκ ἂν ἀποτρέποιντο [38] ὁμολογεῖν ἤ τι τούτῳ παραπλήσιον τὸ πολιτευόμενον. ὅδε μὲν οὖν ὁ τῶν φιλοσόφων λόγος, ἀγαθὴν καὶ φιλάνθρωπον ἀποδεικνὺς κοινωνίαν δαιμόνων καὶ ἀνθρώπων, μεταδιδοὺς νόμου καὶ πολιτείας οὐ τοῖς τυχοῦσι τῶν ζῴων, ἀλλ̓ ὅσοις μέτεστι λόγου καὶ φρονήσεως, πολὺ κρείττω καὶ δικαιοτέραν τῆς Λακωνικῆς νομοθεσίας εἰσηγούμενος, καθ̓ ἣν οὐδὲ ὑπάρχει τοῖς Εἵλωσι γενέσθαι Σπαρτιάταις: ὅθεν δὴ καὶ διατελοῦσιν ἐπιβουλεύοντες τῇ Σπάρτῃ. [39] ἕτερος δὲ μῦθος ἐν ἀπορρήτοις τελεταῖς ὑπὸ μάγ�
�ν ἀνδρῶν ᾄδεται θαυμαζόμενος, οἳ τὸν θεὸν τοῦτον ὑμνοῦσιν ὡς τέλειόν τε καὶ πρῶτον ἡνίοχον τοῦ τελειοτάτου ἅρματος. τὸ γὰρ Ἡλίου ἅρμα νεώτερόν φασιν εἶναι πρὸς ἐκεῖνο κρινόμενον, φανερὸν δὲ τοῖς πολλοῖς, ἅτε προδήλου γιγνομένης τῆς φορᾶς. ὅθεν κοινῆς φήμης τυγχάνειν, ὡς ἔοικεν, ἀπὸ πρώτων σχεδόν τι τῶν ποιητῶν τῶν ἀνατολὰς καὶ δύσεις ἑκάστοτε λεγόντων κατὰ ταὐτὰ πάντων ἐξηγουμένων ζευγνυμένους τε τοὺς ἵππους καὶ τὸν Ἥλιον αὐτὸν ἐπιβαίνοντα [40] τοῦ δίφρου. τὸ δὲ ἰσχυρὸν καὶ τέλειον ἅρμα τὸ Διὸς οὐδεὶς ἄρα ὕμνησεν ἀξίως τῶν τῇδε οὔτε Ὅμηρος οὔτε Ἡσίοδος, ἀλλὰ Ζωροάστρης καὶ μάγων παῖδες ᾄδουσι παῤ ἐκείνου μαθόντες: ὃν Πέρσαι λέγουσιν ἔρωτι σοφίας καὶ δικαιοσύνης ἀποχωρήσαντα τῶν ἄλλων καθ̓ αὑτὸν ἐν ὄρει τινὶ ζῆν: ἔπειτα ἁφθῆναι τὸ ὄρος πυρὸς ἄνωθεν πολλοῦ κατασκήψαντος συνεχῶς τε κάεσθαι. τὸν οὖν βασιλέα σὺν τοῖς ἐλλογιμωτάτοις Περσῶν ἀφικνεῖσθαι πλησίον, βουλόμενον εὔξασθαι τῷ θεῷ: καὶ τὸν ἄνδρα ἐξελθεῖν ἐκ τοῦ πυρὸς ἀπαθῆ, φανέντα δὲ αὐτοῖς ἵλεων θαρρεῖν κελεῦσαι καὶ θῦσαι θυσίας τινάς, [41] ὡς ἥκοντος εἰς τὸν τόπον τοῦ θεοῦ. συγγίγνεσθαί τε μετὰ ταῦτα οὐχ ἅπασιν, ἀλλὰ τοῖς ἄριστα πρὸς ἀλήθειαν πεφυκόσι καὶ τοῦ [p. 12] θεοῦ ξυνιέναι δυναμένοις, οὓς Πέρσαι μάγους ἐκάλεσαν, ἐπισταμένους θεραπεύειν τὸ δαιμόνιον, οὐχ ὡς Ἕλληνες ἀγνοίᾳ τοῦ ὀνόματος οὕτως ὀνομάζουσιν ἀνθρώπους γόητας. ἐκεῖνοι δὲ τά τε ἄλλα δρῶσι κατὰ λόγους ἱεροὺς καὶ δὴ τῷ Διὶ τρέφουσιν ἅρμα Νισαίων ἵππων: οἱ δέ εἰσι κάλλιστοι καὶ μέγιστοι τῶν κατὰ τὴν [42] Ἀσίαν: τῷ δέ γε Ἡλίῳ ἕνα ἵππον. ἐξηγοῦνται δὲ τὸν μῦθον οὐχ ὥσπερ οἱ παῤ ἡμῖν προφῆται τῶν Μουσῶν ἕκαστα φράζουσι μετὰ πολλῆς πειθοῦς, ἀλλὰ μάλα αὐθαδῶς. εἶναι γὰρ δὴ τοῦ ξύμπαντος μίαν ἀγωγήν τε καὶ ἡνιόχησιν ὑπὸ τῆς ἄκρας ἐμπειρίας τε καὶ ῥώμης γιγνομένην ἀεί, καὶ ταύτην ἄπαυστον ἐν ἀπαύστοις αἰῶνος περιόδοις. τοὺς δὲ Ἡλίου καὶ Σελήνης δρόμους, καθάπερ εἶπον, μερῶν εἶναι κινήσεις, ὅθεν ὑπ̓ ἀνθρώπων ὁρᾶσθαι σαφέστερον. τῆς δὲ τοῦ ξύμπαντος κινήσεως καὶ φορᾶς μὴ ξυνιέναι [43] τοὺς πολλούς, ἀλλ̓ ἀγνοεῖν τὸ μέγεθος τοῦδε τοῦ ἀγῶνος. τὸ δὴ μετὰ τοῦτο αἰσχύνομαι φράζειν τῶν ἵππων πέρι καὶ τῆς ἡνιοχήσεως, ὅπως ἐξηγούμενοι λέγουσιν, οὐ πάνυ τι φροντίζοντες ὅμοιόν σφισι γίγνεσθαι πανταχῇ τὸ τῆς εἰκόνος. ἴσως γὰρ ἂν φαινοίμην ἄτοπος παρὰ Ἑλληνικά τε καὶ χαρίεντα ᾄσματα βαρβαρικὸν ᾆσμα ἐπᾴδων: ὅμως δὲ τολμητέον. φασὶ τῶν ἵππων τὸν πρῶτον ἄνωθεν ἀπείρῳ διαφέρειν κάλλει τε καὶ μεγέθει καὶ ταχυτῆτι, ἅτε ἔξωθεν περιτρέχοντα τὸ μήκιστον τοῦ δρόμου, αὐτοῦ Ζηνὸς ἱερόν: πτηνὸν δὲ εἶναι: τὴν δὲ χρόαν λαμπρόν, αὐγῆς τῆς καθαρωτάτης: τὸν δὲ Ἥλιον ἐν αὐτῷ καὶ τὴν Σελήνην σημεῖα προφανῆ ὁρᾶσθαι, ὥσπερ οἶμαι καὶ τῶνδε τῶν ἵππων ἐστὶ σημεῖα, τὰ μὲν μηνοειδῆ, τὰ δὲ [44] ἀλλοῖα. ταῦτα δὲ ὑφ̓ ἡμῶν ὁρᾶσθαι συνεστραμμένα, καθάπερ ἐν αὐγῇ λαμπρᾷ φλογὸς σπινθῆρας ἰσχυροὺς διαθέοντας, ἰδίαν δὲ κίνησιν ἔχειν καθ̓ αὑτά. καὶ τἄλλα ἄστρα δἰ ἐκείνου φαινόμενα καὶ ξύμπαντα ἐκείνου πεφυκότα μέρη τὰ μὲν περιφέρεσθαι σὺν αὐτῷ μίαν ταύτην ἔχοντα κίνησιν, τὰ δὲ ἄλλους θεῖν δρόμους. τυγχάνειν δὲ παρὰ τοῖς ἀνθρώποις ταῦτα μὲν ἰδίου ἕκαστον ὀνόματος: [p. 13] τὰ δὲ ἄλλα κατὰ πλῆθος ἀθρόα, διανενεμημένα εἴς τινα [45] σχήματα καὶ μορφάς. ὁ μὲν δὴ λαμπρότατος ἵππος καὶ ποικιλώτατος αὐτῷ τε Διὶ προσφιλέστατος, ὧδέ πως ὑμνούμενος ὑπ̓ αὐτῶν, θυσίας τε καὶ τιμὰς ἅτε πρῶτος εἰκότως πρώτας ἔλαχεν: δεύτερος δὲ μετ̓ ἐκεῖνον ἁπτόμενος αὐτοῦ καὶ πλησιώτατος Ἥρας ἐπώνυμος, εὐήνιος καὶ μαλακός, πολὺ δὲ ἥττων κατά τε ῥώμην καὶ τάχος. χροιὰν δὲ τῇ μὲν αὑτοῦ φύσει μέλας, φαιδρύνεται δὲ ἀεὶ τὸ καταλαμπόμενον Ἡλίῳ: τὸ δὲ σκιασθὲν ἐν τῇ περιφορᾷ [46] τὴν αὑτοῦ μεταλαμβάνει τῆς χρόας ἰδέαν. τρίτος Ποσειδῶνος ἱερός, τοῦ δευτέρου βραδύτερος. τούτου δὲ μυθολογοῦσιν εἴδωλον οἱ ποιηταὶ γενέσθαι παῤ ἀνθρώποις, ἐμοὶ δοκεῖν, ὅντινα ὀνομάζουσι Πήγασον, καί φασιν ἀνεῖναι κρήνην ἐν Κορίνθῳ χαράξαντα τῇ ὁπλῇ. ὁ δὲ δὴ τέταρτος εἰκάσαι πάντων ἀτοπώτατος, στερεός τε καὶ ἀκίνητος, οὐχ ὅπως πτερωτός, ἐπώνυμος Ἑστίας. ὅμως δὲ οὐκ ἀποτρέπονται τῆς εἰκόνος, ἀλλὰ ἐνεζεῦχθαί φασι καὶ τοῦτον τῷ ἅρματι, μένειν δὲ κατὰ χώραν χαλινὸν ἀδάμαντος ἐνδακόντα. [47] συνερείδειν δὲ πανταχόθεν αὑτῷ τοῖς μέρεσι, καὶ τὼ δύο τὼ πλησίον ὁμοίως πρὸς αὐτὸν ἐγκλίνειν, ἀτεχνῶς ἐπιπίπτοντε καὶ ὠθουμένω: τὸν δὲ ἐξωτάτω πρῶτον ἀεὶ περὶ τὸν ἑστῶτα ὡς νύσσαν φέρεσθαι. τὸ μὲν οὖν πολὺ μετ̓ εἰρήνης καὶ φιλίας διατελοῦσιν ἀβλαβεῖς ὑπ̓ ἀλλήλων. ἤδη δέ ποτε ἐν μήκει χρόνου καὶ πολλαῖς περιόδοις ἰσχυρὸν ἆσθμα τοῦ πρώτου προσπεσὸν ἄνωθεν, οἷα δὴ θυμοειδοῦς, ἐθέρμηνε τοὺς ἄλλους, σφοδρότερόν γε μὴν τὸν τελευταῖον: τήν τε δὴ χαίτην περιέφλεξεν αὐτοῦ, ᾗ μάλιστα ἠγάλλετο, καὶ τὸν [48] ἅπαντα κόσμον. τοῦτο δὲ τὸ πάθος ἅπαξ Ἕλληνας μνημονεύοντάς φασι Φαέθοντι προσάπτειν, οὐ δυναμένους μέμφεσθαι τὴν Διὸς ἡνιόχησιν, τούς τε Ἡλίου δρόμους οὐκ ἐθέλοντας ψέγειν. διό φασι νε�
�τερον ἡνίοχον, Ἡλίου παῖδα θνητόν, ἐπιθυμήσαντα χαλεπῆς καὶ ἀξυμφόρου πᾶσι τοῖς θνητοῖς παιδιᾶς, αἰτησάμενον παρὰ τοῦ πατρὸς ἐπιστῆναι τῷ δίφρῳ, φερόμενόν τε ἀτάκτως πάντα καταφλέξαι ζῷα καὶ φυτά, καὶ τέλος αὐτὸν διαφθαρῆναι πληγέντα ὑπὸ [49] κρείττονος πυρός. πάλιν δὲ ὅταν διὰ πλειόνων ἐτῶν ὁ Νυμφῶν καὶ Ποσειδῶνος ἱερὸς πῶλος ἐπαναστῇ, παρὰ τὸ σύνηθες ἀγωνιάσας καὶ ταραχθείς, ἱδρῶτι πολλῷ κατέκλυσε τὸν αὐτὸν τοῦτον ἅτε [p. 14] ὁμόζυγα: πειρᾶται δὴ τῆς ἐναντίας τῇ πρότερον φθορᾷ, ὕδατι πολλῷ χειμαζόμενος. καὶ τοιοῦτον ἕνα χειμῶνα διηγεῖσθαι τοὺς Ἕλληνας ὑπὸ νεότητός τε καὶ μνήμης ἀσθενοῦς, καὶ λέγουσι Δευκαλίωνα [50] βασιλεύοντα τότε σφίσιν ἀρκέσαι πρὸ τῆς παντελοῦς φθορᾶς. ταῦτα δὲ σπανίως ξυμβαίνοντα δοκεῖν μὲν ἀνθρώποις διὰ τὸν αὑτῶν ὄλεθρον γίγνεσθαι μὴ κατὰ λόγον μηδὲ μετέχειν τῆς τοῦ παντὸς τάξεως, λανθάνειν δὲ αὐτοὺς ὀρθῶς γιγνόμενα καὶ κατὰ γνώμην τοῦ σῴζοντος καὶ κυβερνῶντος τὸ πᾶν. εἶναι γὰρ ὅμοιον ὥσπερ ὅταν ἅρματος ἡνίοχος τῶν ἵππων τινὰ κολάζῃ χαλινῷ σπάσας ἢ κέντρῳ ἁψάμενος: ὁ δ̓ ἐσκίρτησε καὶ ἐταράχθη, παραχρῆμα εἰς δέον καθιστάμενος. μίαν μὲν οὖν λέγουσι ταύτην ἡνιόχησιν ἰσχυράν, οὐχ ὅλου [51] φθειρομένου τοῦ παντός. πάλιν δὲ ἑτέραν τῆς τῶν τεττάρων κινήσεως καὶ μεταβολῆς, ἐν ἀλλήλοις μεταβαλλομένων καὶ διαλλαττόντων τὰ εἴδη, μέχρις ἂν εἰς μίαν ἅπαντα συνέλθῃ φύσιν, ἡττηθέντα τοῦ κρείττονος. ὅμως δὲ καὶ ταύτην τὴν κίνησιν ἡνιοχήσει προσεικάζειν τολμῶσιν ἐλάσει τε ἅρματος, ἀτοπωτέρας δεόμενοι τῆς εἰκόνος: οἷον εἴ τις θαυματοποιὸς ἐκ κηροῦ πλάσας ἵππους, ἔπειτα ἀφαιρῶν καὶ περιξύων ἀφ̓ ἑκάστου προστιθείη ἄλλοτε ἄλλῳ, τέλος δὲ ἅπαντας εἰς ἕνα τῶν τεττάρων ἀναλώσας μίαν [52] μορφὴν ἐξ ἁπάσης τῆς ὕλης ἐργάζοιτο. εἶναί γε μὴν τὸ τοιοῦτο μὴ καθάπερ ἀψύχων πλασμάτων ἔξωθεν τοῦ δημιουργοῦ πραγματευομένου καὶ μεθιστάντος τὴν ὕλην, αὐτῶν δὲ ἐκείνων γίγνεσθαι τὸ πάθος, ὥσπερ ἐν ἀγῶνι μεγάλῳ τε καὶ ἀληθινῷ περὶ νίκης ἐριζόντων: γίγνεσθαι δὲ τὴν νίκην καὶ τὸν στέφανον ἐξ ἀνάγκης τοῦ πρώτου καὶ κρατίστου τάχει τε καὶ ἀλκῇ καὶ τῇ ξυμπάσῃ ἀρετῇ, [53] ὃν εἴπομεν ἐν ἀρχῇ τῶν λόγων ἐξαίρετον εἶναι Διός. τοῦτον γάρ, ἅτε πάντων ἀλκιμώτατον καὶ φύσει διάπυρον, ταχὺ ἀναλώσαντα τοὺς ἄλλους, καθάπερ οἶμαι τῷ ὄντι κηρίνους, ἐν οὐ πολλᾷ τινι χρόνῳ, δοκοῦντι δὲ ἡμῖν ἀπείρῳ πρὸς τὸν ἡμέτερον αὐτῶν λογισμόν, καὶ τὴν οὐσίαν πάντων πᾶσαν εἰς αὑτὸν ἀναλαβόντα, πολὺ κρείττω καὶ λαμπρότερον ὀφθῆναι τοῦ πρότερον, ὑπ̓ οὐδενὸς ἄλλου θνητῶν οὐδὲ ἀθανάτων, ἀλλ̓ αὐτὸν ὑφ̓ αὑτοῦ νικηφόρον γενόμενον [p. 15] τοῦ μεγίστου ἀγῶνος. στάντα δὲ ὑψηλὸν καὶ γαῦρον, χαρέντα τῇ νίκῃ, τόπον τε ὡς πλεῖστον καταλαβεῖν καὶ μείζονος χώρας δεηθῆναι [54] τότε ὑπὸ ῥώμης καὶ μένους. κατὰ τοῦτο δὴ γενόμενοι τοῦ λόγου δυσωποῦνται τὴν αὐτὴν ἐπονομάζειν τοῦ ζῴου φύσιν. εἶναι γὰρ αὐτὸν ἤδη τηνικάδε ἁπλῶς τὴν τοῦ ἡνιόχου καὶ δεσπότου ψυχήν, μᾶλλον δὲ αὐτὸ τὸ φρονοῦν καὶ τὸ ἡγούμενον αὐτῆς. οὕτως δὴ λέγομεν καὶ ἡμεῖς τιμῶντες καὶ σεβόμενοι τὸν μέγιστον θεὸν [55] ἔργοις τε ἀγαθοῖς καὶ ῥήμασιν εὐφήμοις. λειφθεὶς γὰρ δὴ μόνος ὁ νοῦς καὶ τόπον ἀμήχανον ἐμπλήσας αὑτοῦ ἅτ̓ ἐπ̓ ἴσης πανταχῇ κεχυμένος, οὐδενὸς ἐν αὐτῷ πυκνοῦ λειφθέντος, ἀλλὰ πάσης ἐπικρατούσης μανότητος, ὅτε κάλλιστος γίγνεται, τὴν καθαρωτάτην λαβὼν αὐγῆς ἀκηράτου φύσιν, εὐθὺς ἐπόθησε τὸν ἐξ ἀρχῆς βίον. ἔρωτα δὴ λαβὼν τῆς ἡνιοχήσεως ἐκείνης καὶ ἀρχῆς καὶ ὁμονοίας τῆς τε τῶν τριῶν φύσεων καὶ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, ἁπάντων τε ἁπλῶς ζῴων καὶ φυτῶν, ὥρμησεν ἐπὶ τὸ γεννᾶν καὶ διανέμειν ἕκαστα καὶ δημιουργεῖν τὸν ὄντα νῦν κόσμον ἐξ ἀρχῆς [56] πολὺ κρείττω καὶ λαμπρότερον ἅτε νεώτερον. ἀστράψας δὲ ὅλος οὐκ ἄτακτον οὐδὲ ῥυπαρὰν ἀστραπήν, οἵαν χειμέριος ἐλαυνομένων βιαιότερον πολλάκις τῶν νεφῶν διῇξεν, ἀλλὰ καθαρὰν καὶ ἀμιγῆ παντὸς σκοτεινοῦ, μετέβαλε ῥᾳδίως ἅμα τῇ νοήσει. μνησθεὶς δὲ Ἀφροδίτης καὶ γενέσεως ἐπράϋνε καὶ ἀνῆκεν αὑτόν, καὶ πολὺ τοῦ φωτὸς ἀποσβέσας εἰς ἀέρα πυρώδη τρέπεται πυρὸς ἠπίου. μιχθεὶς δὲ τότε Ἥρᾳ καὶ μεταλαβὼν τοῦ τελειοτάτου λέχους, ἀναπαυσάμενος ἀφίησι τὴν πᾶσαν αὖ τοῦ παντὸς γονήν. τοῦτον ὑμνοῦσι παῖδες σοφῶν ἐν ἀρρήτοις τελεταῖς Ἥρας καὶ Διὸς εὐδαίμονα γάμον. [57] ὑγρὰν δὲ ποιήσας τὴν ὅλην οὐσίαν, ἓν σπέρμα τοῦ παντός, αὐτὸς ἐν τούτῳ διαθέων, καθάπερ ἐν γονῇ πνεῦμα τὸ πλάττον καὶ δημιουργοῦν, τότε δὴ μάλιστα προσεοικὼς τῇ τῶν ἄλλων συστάσει ζῴων, καθ̓ ὅσον ἐκ ψυχῆς καὶ σώματος συνεστάναι λέγοιτ̓ ἂν οὐκ ἄπο τρόπου, τὰ λοιπὰ ἤδη ῥᾳδίως πλάττει καὶ τυποῖ, λείαν καὶ μαλακὴν αὑτῷ περιχέας τὴν οὐσίαν καὶ πᾶσαν εἴκουσαν εὐπετῶς. [58] ἐργασάμενος δὲ καὶ τελεώσας ἀπέδειξεν ἐξ ἀρχῆς τὸν ὄντα [p. 16] κόσμον εὐειδῆ καὶ καλὸν ἀμηχάνως, πολὺ δὴ λαμπρότερον ἢ οἷος ὁρᾶται νῦν. πάντα γάρ που καὶ τἄλλα ἔργα τῶν δημιουργῶν καινὰ ἀπὸ τῆς τέχνης καὶ τῶν χειρῶν παραχρῆμα τοῦ ποιήσαντος κρείττω καὶ στιλπνότερα. καὶ τῶν φυτῶν τὰ �
�εώτερα εὐθαλέστερα τῶν παλαιῶν ὅλα τε βλαστοῖς ἐοικότα. καὶ μὴν τά γε ζῷα εὐχάριτα καὶ προσηνῆ ἰδεῖν μετὰ τὴν γένεσιν, οὐ μόνον τὰ κάλλιστα αὐτῶν, πῶλοί τε καὶ μόσχοι καὶ σκύλακες, ἀλλὰ καὶ θηρίων σκύμνοι τῶν [59] ἀγριωτάτων. ἡ μὲν γὰρ ἀνθρώπου φύσις νηπία τότε καὶ ὑδαρὴς ὁμοία Δήμητρος ἀτελεῖ χλόῃ, προελθοῦσα δὲ εἰς τὸ μέτρον ὥρας καὶ νεότητος παντὸς ἀτεχνῶς φυτοῦ κρεῖττον καὶ ἐπιφανέστερον βλάστημα. ὁ δὲ ξύμπας οὐρανός τε καὶ κόσμος, ὅτε πρῶτον συνετελέσθη, κοσμηθεὶς ὑπὸ τῆς σοφωτάτης τε καὶ ἀρίστης τέχνης, ἄρτι τῶν τοῦ δημιουργοῦ χειρῶν ἀπηλλαγμένος, λαμπρὸς καὶ διαυγὴς καὶ πᾶσι τοῖς μέρεσι παμφαίνων, νήπιος μὲν οὐδένα χρόνον ἐγένετο οὐδὲ ἀσθενὴς κατὰ τὴν ἀνθρωπίνην τε καὶ θνητὴν τῆς φύσεως [60] ἀσθένειαν, νέος δὲ καὶ ἀκμάζων εὐθὺς ἀπὸ τῆς ἀρχῆς. ὅτε δὴ καὶ ὁ δημιουργὸς αὐτοῦ καὶ πατὴρ ἰδὼν ἥσθη μὲν οὐδαμῶς: ταπεινὸν γὰρ ἐν ταπεινοῖς τοῦτο πάθος: ἐχάρη δὲ καὶ ἐτέρφθη διαφερόντως ἥμενος Οὐλύμπῳ, ἐγέλασσε δέ οἱ φίλον ἦτορ γηθοσύνῃ, ὅθ̓ ὁρᾶτο θεοὺς τοὺς ἅπαντας ἤδη γεγονότας καὶ παρόντας. τὴν δὲ τότε μορφὴν τοῦ κόσμου, λέγω δὲ τὴν τε ὥραν καὶ τὸ κάλλος ἀεὶ καλοῦ ὄντος ἀμηχάνως, οὐδεὶς δύναιτ̓ ἂν ἀνθρώπων διανοηθῆναι καὶ εἰπεῖν ἀξίως οὔτε τῶν νῦν οὔτε τῶν πρότερον, εἰ μὴ Μοῦσαί τε καὶ Ἀπόλλων ἐν θείῳ ῥυθμῷ τῆς εἰλικρινοῦς τε καὶ ἄκρας ἁρμονίας. [61] ὅθεν δὴ καὶ ἡμεῖς ἐάσωμεν τὰ νῦν, ὅσον ἡμῖν δυνατὸν ἐπᾶραι τὸν λόγον οὐκ ὀκνήσαντες. εἰ δὲ ἀτεχνῶς ὑψηλόν τε καὶ ἐξίτηλον ἀπέβη τὸ τοῦ λόγου σχῆμα, ὥσπερ οἱ δεινοὶ περὶ τοὺς ὄρνιθάς φασι τὸν σφόδρα ἄνω χωρήσαντα καὶ τοῖς νέφεσιν ἐγκρύψαντα αὑτὸν ἀτελῆ τὴν μαντείαν ποιεῖν, οὐκ ἐμὲ ἄξιον αἰτιᾶσθαι, τὴν δὲ Βορυσθενιτῶν ἀξίωσιν, ὡς τότε ἐκεῖνοι λέγειν προσέταξαν. [p. 17]

 

‹ Prev