Delphi Complete Works of Dio Chrysostom
Page 159
THE SIXTY-SIXTH DISCOURSE: ON REPUTATION
ΠΕΡΙ ΔΟΞΗΣ ΠΡΩΤΟΣ.
Εἰσί τινες, οἳ τοὺς μὲν φιλαργύρους ἢ φιλόψους ἢ οἰνόφλυγας ἢ περὶ γυναῖκας ἢ παῖδας ἐπτοημένους ἀσώτους ἀποκαλοῦσι καὶ δυστυχεῖς, καὶ τούτων ἕκαστον ἡγοῦνται τὸ μέγιστον ὄνειδος, τοὺς δὲ φιλοτίμους καὶ φιλοδόξους τοὐναντίον ἐπαινοῦσιν, ὡς λαμπρούς: ὥστε καὶ αὐτὸς ἕκαστος ὀψοφαγῶν μὲν ἢ πίνων ἢ ἐρῶν τινος αἰσχύνεται καὶ περιστέλλει τὴν ἀκρασίαν, δοξοκοπῶν δὲ καὶ φιλοτιμούμενος οὐδένα ἀνθρώπων βούλεται λανθάνειν, ἀλλὰ ἐν [2] τῷ μέσῳ ταῦτα ποιεῖ. τῶν γὰρ πολλῶν ἕκαστος εὐφημεῖ τὴν τοιαύτην νόσον, λυσιτελεῖν ἡγούμενος αὑτῷ. καὶ δημοσίᾳ σχεδὸν αἱ πόλεις ἅπασαι δελέατα ἐξευρήκασι παντοῖα τοῖς ἀνοήτοις, στεφάνους καὶ προεδρίας καὶ κηρύγματα. τοιγαροῦν ἤδη τινὰς τούτων ἐπιθυμοῦντας ἀθλίους καὶ πένητας ἀπέδειξαν, οὐδὲν ὀρέγοντες μέγα οὐδὲ οὐδὲ θαυμαστόν, ἀλλ̓ ἐνίους ἀπὸ θαλλοῦ περιάγοντες, ὥσπερ τὰ πρόβατα, ἢ στέφανόν τινα ἢ ταινίαν ἐπιβάλλοντες. οὐκοῦν ὁ τοιοῦτος, ἐξὸν αὐτῷ μυρίους, εἰ ἐθέλοι, στεφάνους προῖκα ἔχειν, οὐ μόνον ἐλαίας ἢ δρυός, ἀλλὰ καὶ κιττοῦ καὶ μυρρίνης, πολλάκις [p. 161] τὴν οἰκίαν ἀπέδοτο καὶ τὰ χωρία, καὶ μετὰ ταῦτα περιέρχεται πεινῶν καὶ φαῦλον τριβώνιον ἔχων. ,ἀλλὰ κηρύττεται, φησίν, ὑπὸ [3] τῶν πολιτῶν.᾿ ὥσπερ ἀπολωλὸς ἀνδράποδον. οὐκοῦν εἰκότως χρῶνται πρὸς τὰς χειροτονίας τῷ τῆς ἐλαίας θαλλῷ διὰ τὸ φύσει πικρὸν ὑπάρχειν. τοὺς δοξοκόπους ἐκβάλλουσιν ἐκ τῶν ἀγορῶν οἱ δῆμοι κραυγῇ καὶ ψόφῳ, καθάπερ οἶμαι τοὺς ψᾶρας οἱ γεωργοί. κἀκεῖνοι μὲν μεθίστανται πρὸς ὀλίγον: τοῖς δὲ οὐκ ἔστιν εἰς οὐδὲν ἔτι τῶν ἰδίων ἐπάνοδος, ἀλλὰ περιίασι μικρὸν ὕστερον πτωχοί, καὶ οὐδεὶς ἂν προσαγορεύσειεν ἰδὼν ἔτι τῶν πρότερον [4] διαρρηγνυμένων. τοσαύτη δ̓ ἐστὶν ἡ τοῦ τύφου δύναμις ὥστε παρὰ μὲν τῶν βαφέων ἀγοράσεις δυοῖν μνῶν ἢ τριῶν καλὴν πορφύραν: δημοσίᾳ δ̓ εἰ ἐθέλοις, πολλῶν πάνυ ταλάντων ὤνιος. καὶ τὰς μὲν ἐκ τῆς ἀγορᾶς ταινίας ὀλίγων δραχμῶν, τὰς δὲ ἐκ τῆς ἐκκλησίας πολλάκις ἁπάσης τῆς οὐσίας. καὶ τοὺς μὲν ἐπὶ τῆς ἀγορᾶς κηρυττομένους ἀθλίους πάντες νομίζουσι, τοὺς δ̓ ἐν τῷ θεάτρῳ μακαρίους: καὶ τούτους μὲν κηρύττεσθαί φασιν, ἐκείνους δὲ ἀποκηρύττεσθαι, δῆλον ὅτι παρὰ μίαν συλλαβὴν γιγνομένης τῆς [5] διαφορᾶς. οὕτω δὲ πάνυ τῶν ἀνθρώπων κατεφρόνησαν οἱ πρότερον καὶ τὴν εὐήθειαν αὐτῶν συνεῖδον ὥστε ὑπὲρ τῶν μεγίστων πόνων καὶ πληγῶν φύλλα προύθεσαν. ἀλλ̓ ὅμως εἰσὶν οἱ χάριν τούτων ἀποθνῄσκειν αἱρούμενοι. τῶν δὲ αἰγῶν οὐκ ἂν οὐδεμία κατακρημνίσειεν αὑτὴν κοτίνου χάριν, καὶ ταῦτα παρούσης ἐτέρας νομῆς. καίτοι ταῖς μὲν αἰξὶν οὐκ ἀηδὴς ὁ κότινος, ἄνθρωπος δὲ οὐκ ἂν φάγοι. καὶ τὴν μὲν ἐξ Ἰσθμοῦ πίτυν, οὐδὲν οὖσαν τῶν ἄλλων χλωροτέραν, μετὰ πολλοῦ πόνου καὶ κακῶν ἀναιροῦνται, πολλάκις ἀργύριον πολὺ διδόντες: καὶ ταῦτα τοῦ φυτοῦ μηδεμίαν ὠφέλειαν ἔχοντος: οὔτε γὰρ σκιὰν ποιεῖν οὔτε καρπὸν φέρειν δύναται τό τε φύλλον δριμὺ καὶ καπνῶδες: τῆς δ̓ ἐκ Μεγάρων πίτυος οὐδεὶς ἐπιστρέφεται. κἂν μὲν ἕτερός τις μὴ κατεαγὼς τὴν κεφαλὴν διαδήσηται, καταγελᾶται: τοῖς δὲ βασιλεῦσι πρέπειν δοκεῖ καὶ πολλαὶ [p. 162] [6] μυριάδες τεθνήκασιν ὑπὲρ τούτου τοῦ ῥάκους. ὅτι μὲν γὰρ διὰ χρυσοῦν πρόβατον ἀνάστατον συνέβη γενέσθαι τηλικαύτην οἰκίαν τὴν Πέλοπος οἱ τραγῳδοί φασιν. καὶ κατεκόπη μὲν τὰ τοῦ Θυέστου τέκνα, τῇ Πελοπίᾳ δὲ ὁ πατὴρ ἐμίχθη καὶ τὸν Αἴγισθον ἔσπειρεν: οὗτος δ̓ ἀπέκτεινε μὲν μετὰ τῆς Κλυταιμνήστρας τὸν Ἀγαμέμνονα τὸν ποιμένα τῶν Ἀχαιῶν, κἀκείνην Ὀρέστης ὁ υἱός, καὶ τοῦτο ποιήσας εὐθὺς ἐμαίνετο. τούτοις δὲ οὐκ ἄξιον ἀπιστεῖν, ἃ γέγραπται μὲν οὐχ ὑπὸ τῶν τυχόντων ἀνδρῶν, Εὐριπίδου καὶ Σοφοκλέους, λέγεται δὲ ἐν μέσοις τοῖς θεάτροις: ἔτι δὲ ἰδεῖν ἔστιν ἑτέραν οἰκίαν συντριβεῖσαν πλουσιωτέραν ἐκείνης διὰ γλῶτταν καὶ νὴ Δία [7] ἑτέραν κινδυνεύουσαν. τοιούτων δὲ τῶν κατὰ τὴν δόξαν ὄντων καὶ μυρίων ἄλλων ἀτοπωτέρων πῶς οὐχὶ τῷ παντὶ δυσχερέστερος ὁ πρὸς ταύτην κεχηνὼς τοῦ πρὸς ἄλλ̓ ὁτιοῦν ἐπτοημένου; τὸν φίλοψον εἷς ἰχθὺς ἀποπίμπλησι καὶ οὐδεὶς ἂν αὐτὸν κωλύσειεν ἥδεσθαι τῶν ἐχθρῶν: ὁμοίως ὁ πρὸς παῖδας ἀθλίως ἔχων, ἐὰν εἰς ὡραῖον ἐμπέσῃ, τοῦτον ἕνα ὄντα θεραπεύει, καὶ πολλάκις μικροῦ κατειργάσατο. τὸν οἰνόφλυγα ἓν Θάσιον κατέπλησε, καὶ πιὼν Ἐνδυμίωνος ἥδιον καθεύδει: τῷ δοξοκόπῳ δὲ οὐκ ἂν εἷς ἐπαινῶν ἐξαρκέσειεν, [8] ἀλλ̓ οὐδὲ χίλιοι πολλάκις. ὅτι μὲν γὰρ ῥᾷόν ἐστι μεταχειρίσασθαι τὸ χαλεπώτατον μειράκιον τοῦ μετριωτάτου δήμου τίς οὐκ ἂν φήσειεν; ὅσῳ μέντοι προχωρεῖ τὸ τῆς δόξης ἐπὶ πλέον, τοσούτῳ μᾶλλον οὐκ ἔστιν ὕπνου λαχεῖν: ἀλλ̓ ὥσπερ οἱ φρενιτίζοντες, ἀεὶ μετέωρος οὗτος καὶ νύκτωρ καὶ μεθ̓ ἡμέραν. ῾νὴ Δἴ, ἀλλ̓ ἐκείνους ἰδεῖν ἔστιν περὶ τὸν οἶνον καὶ τὰς ἑταίρας καὶ τὰ ὀπτανεῖἀ τῷ τοιούτῳ δὲ οὐκ ἀνάγκη πολὺ μὲν ὄψον ἀγοράζειν, πολὺν δὲ οἶνον; αὐλητὰς δὲ καὶ μίμους καὶ κιθαριστὰς καὶ θαυματοποιοὺς συνακτέον, ἔτι δὲ πύκτας καὶ παγκρατιαστὰς καὶ παλαιστὰς καὶ δρομεῖς καὶ τὸ τοιοῦτον ἔθνος,
εἴ γε μὴ μέλλει φαύλως μηδὲ [9] ἀγεννῶς ἑστιάσειν τὸ πλῆθος. τοιοῦτος μὲν γὰρ οὐδεὶς πώποτε [p. 163] τῶν ὀψοφάγων γέγονεν, ὅστις ἐπεθύμησε λέοντος ἀγρίου ἢ ταύρων ἑκατόν: οἱ δὲ τοῖς πολλοῖς ἀρέσκειν ἐθέλοντες οὐ μόνον τούτων ἐπιθυμοῦσιν, ἀλλ̓ ὅσων οὐδὲ εἰπεῖν ἔστιν. οὐ γὰρ ὀλίγοις λίνοις, φασίν, ἢ δυσὶν ἢ τρισὶν ἑταίραις οὐδὲ δέκα Λεσβίσι θηρεύεται δόξα καὶ δῆμος ὅλος εἰς πειθὼ καὶ φιλίαν ἄγεται, μυρίων ἀντιπραττόντων: ἀλλὰ ἀνάγκη πόλεως ἀκολασίαν ἔχειν καὶ φιλῳδὸν καὶ φιλοχορευτὴν καὶ φιλοπότην καὶ ὀψοφάγον εἶναι καὶ πάντα δὴ τὰ τοιαῦτα μὴ ὡς ἕνα ἄνδρα, ἀλλὰ μυρίους ἢ δὶς μυρίους ἢ [10] δεκάκις, ἡλίκης ἄν ποτε ἐραστὴς ᾖ πόλεως. ἀεὶ δ̓ ἂν παρὰ τῷ τοιούτῳ καταλάβοις αὐλῶν συρίγγων τ̓ ἐνοπὴν ὅμαδόν τ̓ ἀνθρώπων. παρὰ δὲ πλήθουσι τράπεζαι σίτου καὶ κρειῶν, μέθυ δ̓ ἐκ κρητήρων οἰνοχόοι φορέουσι. κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ ἤματα, νύκτας δ̓ αὖτε παῤ αἰδοίῃς ἀλόχοισιν οὐδέποθ̓ εὕδουσιν, οὐδ̓ ἂν πάνυ πολλοὺς ὑποστορέσωνται τάπητας. [11] ὥστε τούς γε φιλόπαιδας καὶ σφόδρα οἶμαι μακαρίζειν αὑτοὺς τοῖς φιλοδόξοις παραβάλλοντας, ὅταν αὐτοὶ μὲν ὄρτυγας ζητῶσιν ἢ ἀλεκτρυόνα ἢ ἀηδόνιον, τοῖς δὲ ὁρῶσιν ἀνάγκην οὖσαν Ἀμοιβέα ἢ Πῶλον ζητεῖν ἢ τῶν Ὀλυμπίασι νενικηκότων τινὰ πέντε μισθοῦσθαι ταλάντων. καὶ αὐτοὶ μὲν ἕνα τὸν παιδαγωγὸν ἢ τὸν ἀκόλουθον ἐγάστρισαν: οἱ δὲ ἂν μὴ τοὐλάχιστον ἑκατὸν τῆς ἡμέρας πολυτελῶς ἑστιάσωσιν οὐδὲν αὐτοῖς ὄφελος. τοῖς μὲν οὖν κάμνουσιν ἡσυχίας προνοοῦσιν οἱ θεραπεύοντες, ὅπως καθεύδωσι: τοῖς δὲ δοξοκόποις, ὅταν ἡσυχίας τυγχάνωσι, τότε μάλιστα [12] ὕπνος οὐκ ἔπεισιν. οἱ μὲν οὖν χρημάτων ἢ γένους ἐπιτυχόντες ἢ τινος [p. 164] τῶν τοιούτων ἢ σώματος εὐτονίας ἢ λαλιὰν γοῦν περιποιησάμενοι, καθάπερ ἐπτερωμένοι μόνον οὐ κατ̓ ἄστρων φέρονται, δημαγωγοί τε καὶ ξεναγοὶ καὶ σοφισταὶ λεγόμενοι, δήμους καὶ σατράπας καὶ μαθητὰς θηρεύοντες: τῶν δὲ ἄλλων ἕκαστος τῶν μηδεμίαν χορηγίαν ἐχόντων, ὑπὸ δὲ τῆς αὐτῆς νόσου κρατουμένων, περιέρχεται πρὸς ἕτερον ζῶν καὶ τί περὶ αὐτοῦ λέγει τις φροντίζων, κἂν μὲν εὐφημήσῃ τις, ὡς οἴεται, μακάριος καὶ φαιδρός, εἰ δὲ μή, ταπεινός τε καὶ κατηφὴς καὶ τοιοῦτον αὑτὸν εἶναι νομίζων ὁποῖον ἂν εἴπῃ τις. καὶ δίαιταν μὲν ἢ δίκην ἂν ἔχῃ πρός τινα, οὐκ ἀξιοῖ τὸν διαιτητὴν ἢ τὸν δικαστὴν τοῖς τυχοῦσι προσέχειν μάρτυσιν, αὐτὸς [13] δ̓ ὑπὲρ ἑαυτοῦ πάντας ἀξιόχρεως ἡγεῖται. τί δὴ κακοδαιμονέστερον ἀνθρώπων ἐπ̓ ἄλλοις κειμένων καὶ τὸν ἀπαντῶντα κύριον ἐχόντων, πρὸς ὃν ἀεὶ βλέπειν ἀνάγκη καὶ σκοπεῖν τὸ πρόσωπον ἑκάστου, καθάπερ τοῖς οἰκέταις τὸ τῶν δεσποτῶν; πᾶσα μὲν οὖν ἐστι δουλεία χαλεπή: τοὺς δὲ ἀπὸ τύχης ἐν οἰκίᾳ τοιαύτῃ δουλεύοντας, ἐν ᾗ δύο ἢ τρεῖς δεσπόται, καὶ ταῦτα ταῖς τε ἡλικίαις καὶ ταῖς φύσεσι διάφοροι ῾λέγω δὲ πρεσβύτης ἀνελεύθερος καὶ τούτου παῖδες νεανίσκοι πίνειν καὶ σπαθᾶν θέλοντες᾿ τίς οὐκ ἂν τῶν ἄλλων οἰκετῶν ὁμολογήσειεν ἀθλιωτέρους, ὅταν τοσούτους δέῃ θεραπεύειν, καὶ [14] τούτων ἕκαστον ἄλλο τι βουλόμενον καὶ προστάττοντα; εἰ δέ τις δημόσιος οἰκέτης εἴη, πρεσβυτῶν ἢ νεανίσκων, πενήτων, πλουσίων, ἀσώτων, φιλαργύρων, ποῖός τις ἂν ὁ τοιοῦτος εἴη; οἶμαι δὲ, εἴ τις ἐν τοιαύτῃ πόλει χρήματα ἔχων ἠναγκάζετο βιοῦν, ἐν ᾗ πᾶσιν ἐξῆν ἁρπάζειν τὰ τοῦ πέλας καὶ μηδεὶς νόμος ἐκώλυε, παραχρῆμα ἂν ἀπέστη τῶν χρημάτων, εἰ καὶ φιλαργυρίᾳ τοὺς πώποτε ὑπερβεβλήκει. τοῦτο δὴ νῦν ἐπὶ τῆς δόξης ἐστίν. ἐφεῖται γὰρ εἰς ταύτην τῷ βουλομένῳ τινὰ βλάπτειν καὶ πολίτῃ καὶ ξένῳ καὶ μετοίκῳ. [15] τοῖς ἀτίμοις ἀβίωτος εὐλόγως ὁ βίος φαίνεται, καὶ πολλοὶ μᾶλλον αἱροῦνται θάνατον ἢ ζῆν τὴν ἐπιτιμίαν ἀποβαλόντες, ὅτι τῷ ἐθελήσαντι τύπτειν ἔξεστι καὶ κόλασις οὐκ ἔστιν οὐδεμία τοῦ προπηλακίζοντος. οὐκοῦν τὸν δοξοκόπον ἅπασιν ἔξεστι τύπτειν τῷ παντὶ [p. 165] χαλεπωτέρας πληγὰς τῶν εἰς τὸ σῶμα καίτοι τοὺς μὲν ἀτίμους οὐκ ἂν εὕροι τις ῥᾳδίως ὑπό τινος τοῦτο πάσχοντας: τὸ γὰρ νεμεσητὸν οἱ πολλοὶ καὶ τὸν φθόνον εὐλαβοῦνται καὶ τὸ τελευταῖον ἐκ τῶν ἀσθενεστέρων αὐτοῖς οὐδείς ἐστι κίνδυνος. τοῦ δὲ βλασφημεῖν μάλιστα τοὺς δοκοῦντας ἐνδόξους οὐδεὶς φείδεται οὐδὲ ἀδύνατος [16] οὐδεὶς οὕτως, ὅστις οὐκ ἂν ἰσχύσαι ῥῆμα εἰπεῖν. τοιγαροῦν μέτριός τις τῶν ἀρχαίων συνεχῶς τινος αὐτῷ προσφέροντος τοιούτους λόγους, Εἰ μὴ παύσῃ κακῶς ἀκούων ὑπὲρ ἐμοῦ, κἀγώ, φησιν, ὑπὲρ σοῦ κακῶς ἀκούσομαι. βέλτιον δὲ ἴσως ἦν μηδὲ εἰ λέγει τὴν ἀρχὴν προσποιεῖσθαι. τὸν οἰκέτην πολλάκις ἀνειμένον καὶ παίζοντα ὁ δεσπότης περιπεσὼν κλαίειν ἐποίησε: τὸν δὲ τῆς δόξης ἥττονα ὁ βουλόμενος ἑνὶ ῥήματι συνέστειλεν. εἴ τις ἐπῳδὰς ἠπίστατο τοιαύτας παρὰ τῆς Μηδείας μαθὼν ἢ παρὰ τῶν Θετταλῶν, ὥστε φθεγγόμενος τῶν ἀνθρώπων οὓς ἤθελε ποιεῖν κλαίειν καὶ ὀδυνᾶσθαι μηδενὸς κακοῦ παρόντος, οὐκ ἂν ἐδόκει τυραννὶς εἶναι ἡ τούτου δύναμις; πρὸς οὖν τὸν ἐπὶ δόξῃ κεχαυνωμένον οὐκ ἔστιν [17] οὐδεὶς ὃς οὐκ ἔχει ταύτην τὴν ἰσχύν. δύο γὰρ ἢ τρία ῥήματα εἰπὼν εἰς συμφορὰν καὶ λύπην ἐνέβαλεν. καὶ μὴν εἴ γέ τις ο�
�τως ἐκ δαιμονίου τινὸς ἔχοι τὸ σῶμα, ὥστε ἄν τις αὐτῷ καταράσηται, παραχρῆμα πυρέττειν ἢ τὴν κεφαλὴν ἀλγεῖν, οὗτος ἂν ἀθλιώτερος ὑπῆρχε τῶν τρισαθλίων: εἰ δέ τις οὕτως ἀσθενῶς ἔχει τὴν διάνοιαν, ὥστε εἴ τις ἐλοιδόρησεν αὐτόν, ἐξίστασθαι παραχρῆμα τὴν ψυχήν, πῶς οὐχὶ τῷ τοιούτῳ φευκτὸς ὁ βίος; εἰ δέ τις κρίνοιτο καθ̓ ἑκάστην ἡμέραν περὶ ὅτου δήποτε, ἢ περὶ τοῦ ζῆν ἢ περὶ τῶν χρημάτων, ἆῤ οὐχὶ τῷ παντὶ βέλτιον ἐᾶσαι τοῦτο καὶ μηκέτι τὸ λοιπὸν κινδυνεύειν, καὶ εἰ μὲν περὶ χρημάτων, τὰ χρήματα, [18] εἰ δὲ περὶ τοῦ ζῆν, τὸν βίον; τί οὖν; ὁ περὶ τῆς δόξης ἀγὼν οὐκ ἀεὶ τοῖς ἀνθρώποις τοῖς ἀνοήτοις ἐνέστηκεν, οὐ μόνον ἅπαξ τῆς ἡμέρας, ἀλλὰ πολλάκις, οὐδὲ ἐφ̓ ὡρισμένοις δικασταῖς, ἀλλὰ πᾶσιν ἁπλῶς, καὶ τούτοις ἀνωμότοις καὶ μήτε μαρτύρων [p. 166] ἐπιστρεφομένοις μήτε τεκμηρίων; μήτε γὰρ εἰδότες μήτε ἀκούοντες μήτε λαχόντες δικάζουσι, καὶ οὐδὲν αὐτοῖς διαφέρει πίνουσιν ἤ λουομένοις τὴν ψῆφον φέρειν: καὶ τὸ πάντων δεινότατον: ὃν γὰρ [19] ἂν ἀπολύσῃ τήμερον, αὔριον καταδικάζει. οὐκοῦν ἀνάγκη τὸν ὑπὸ τῆς νόσου ταύτης ἐχόμενον ὑπεύθυνον περιέρχεσθαι καὶ προσέχειν ἑκάστῳ καὶ δεδοικέναι μή τινα ἑκὼν ἢ ἄκων λυπήσῃ, μάλιστα τῶν ἑτοίμων τινὰ καὶ τῶν εὐτραπέλων. εἰ γὰρ καὶ σμικρόν, οἷα πολλὰ συμβαίνει, προσκρούσας τινὶ τύχοι, εὐθὺς ἐσπάθησε ῥῆμα χαλεπόν: καὶ τοῦτο εἰπών, ἐὰν μὲν ἀποτύχῃ πως, οὐδὲν ἧττον ἐτάραξεν: ἐὰν δ̓ ἐπιτύχῃ τοῦ καιρίου, παραχρῆμα ἀνῄρηκεν. πολλοὶ μὲν γὰρ οὕτως ἔχουσιν ὥστε ὑπὸ παντὸς διατρέπεσθαι καὶ διαρρεῖν. οὐ μὴν ἀλλὰ [20] καὶ ἐνίοτε ἄλλα ἐπ̓ ἄλλοις μᾶλλον ἰσχύει: καθάπερ οἶμαι τῶν παιδαρίων ἕκαστον ἰδιότροπόν τινα μορμὼ δέδοικε καὶ ταύτην συνείθισται φοβεῖσθαι ῾τὰ μὲν γὰρ φύσει δειλὰ πᾶν ὅ,τι ἂν δείξῃ τις ὡς φοβερὸν βοᾆ πλὴν ἐπί γε τούτων τῶν μειζόνων ἤδη τινά ἐστι πρός τινας. τὸν πτωχὸν τὸν ἀλαζόνα καὶ θέλοντα φαίνεσθαι Κροῖσον ἐξίστησιν ὁ Ἶρος: καὶ οὐδὲ τὴν Ὀδύσσειαν ἀναγιγνώσκει διὰ τὸ