Book Read Free

Delphi Complete Works of Dio Chrysostom

Page 160

by Dio Chrysostom


  ἦλθε δ̓ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ

  πτωχεύεσκ̓ Ἰθάκης:

  [21] τὸν ἐκ δούλων ὁ Κέκροψ, τὸν εὐτελῆ τὴν ὄψιν καὶ καλὸν εἶναι βουλόμενον ὁ Θερσίτης. ἐὰν μὲν γὰρ εἰς λίχνον ἢ φιλάργυρον σκώψῃς ἢ κίναιδον ἢ καθόλου πονηρὸν τὸν ἐπὶ τῇ σωφροσύνῃ κομῶντα καὶ τὴν ἀρετὴν ἐπιγεγραμμένον, ὅλον ἀπολώλεκας. ὁ Περσεὺς τὴν κεφαλὴν τῆς Γοργόνος περιφέρων καὶ ταύτην τοῖς ἐχθροῖς δεικνὺς ἐποίει λίθους: οἱ πολλοὶ δὲ ὑφ̓ ἑνὸς ῥήματος, ἐὰν ἀκούσωσι, λίθοι γεγόνασι: καὶ τοῦτο οὐ δεῖ περιφέρειν, ἐν πήρᾳ φυλάττοντα [22] αὐτό. καίτοι φέρε, εἰ καὶ τῶν ὀρνέων τὰς φωνὰς συνίεμεν, τῶν κοράκων ἢ κολοιῶν καὶ τῶν ἄλλων ζῴων, οἷον βατράχων ἢ τεττίγων, δῆλον ὅτι καὶ ταῖς τούτων φωναῖς ἂν προσείχομεν, τί λέγει περὶ ἡμῶν ὁ κολοιὸς ὁ πετόμενος ἢ τί φησιν ἡ [p. 167] κίττα καὶ τίνα ἔχει δόξαν. οὐκοῦν εὐτύχημα τὸ μὴ ξυνιέναι. πόσοι δὴ τῶν ἀνθρώπων τῶν βατράχων εἰσὶν ἀφρονέστεροι καὶ τῶν κολοιῶν; ἀλλ̓ ὅμως κινεῖ τὰ παρὰ τούτων ἡμᾶς καὶ πάνυ κακῶς διατίθησιν. [23] οὐ μὴν ὅ γ̓ ἀφεὶς ἐλεύθερον ἑαυτὸν ἐπιστρέφεται τῆς τῶν πολλῶν φλυαρίας, ἀλλὰ τῆς μὲν ἐκείνων ἀδολεσχίας καταγελᾷ, πάλαι δὴ πρὸς ἅπαντας εἰρηκώς, οὐκ ἀλέγω, ὡσεί με γυνὴ βάλοι ἢ πάϊς ἄφρων: κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο. τὸν Ἡρακλέα τὸν τοῦ Διὸς πόσους οἴει βλασφημεῖν, τοὺς μὲν ὡς κλῶπα, τοὺς δὲ ὡς βίαιον, τοὺς δὲ καὶ μοιχὸν λέγειν ἢ τεκνοκτόνον; ἀλλ̓ ὅμως οὐδὲν αὐτῷ τούτων ἔμελεν οὐδὲ ἦν ἴσως [24] τις ὁ ταῦτα φανερῶς λέγων, ἐπεὶ παραχρῆμα ἄν ὑπέσχε τὴν δίκην. εἰ μὴ τῶν ἄλλων καταφρονῆσαι πείσεις σαυτόν, οὐδέποτε παύσῃ κακοδαιμονῶν, ἀλλ̓ ἀεὶ βίον ἄθλιον ζήσεις καὶ χαλεπόν, πᾶσιν ὑποκείμενος τοῖς βουλομένοις λυπεῖν, καὶ τοῦτο δὴ τὸ τοῦ λόγου, λαγὼ βίον ζῶν. ἀλλ̓ ἐκεῖνοι μὲν τοὺς κύνας καὶ τὰ δίκτυα καὶ τοὺς ἀετοὺς δεδοίκασι: σὺ δὲ τοὺς λόγους ἐπτηχὼς καὶ τρέμων περιελεύσῃ, μηδεμίαν φυλακὴν φυλάξασθαι δυνάμενος, μηδ̓ ἂν [25] ὁτιοῦν πράττῃς, μηδ̓ ἄν ὅπως βούλῃ διάγῃς. ἀλλ̓ ἐὰν μὲν ἐμβάλλῃς συνεχῶς εἰς τὴν ἀγοράν, ἀγοραῖος ἀκούσῃ καὶ συκοφάντης: ἐὰν δὲ τοὐναντίον φυλάττῃ τὸ τοιοῦτον καὶ μᾶλλον ᾖς κατ̓ οἰκίαν καὶ πρὸς τοῖς ἑαυτοῦ, δειλὸς καὶ ἰδιώτης καὶ τὸ μηδέν: ἐὰν δὲ προνοῇ, εὐήθης καὶ μαλακός: ἐὰν δὲ ἐπ̓ ἐργασίας ᾖς τινος, βάναυσος: ἐὰν σχολάζων περιπατῇς, ἀργός: ἐὰν ἐσθῆτα μαλακωτέραν ἀναλάβῃς, ἀλαζὼν καὶ τρυφερός: ἐὰν ἀνυπόδητος ἐν [26] τριβωνίῳ, μαίνεσθαί σε φήσουσιν. Σωκράτην διαφθείρειν τοὺς νέους ἔφασαν, εἰς τὸ θεῖον ἀσεβεῖν: καὶ οὐκ εἶπον ταῦτα μόνον: ἧττον γὰρ ἂν ἦν δεινὸν: ἀλλὰ καὶ ἀπέκτειναν αὐτόν, ἀνυποδησίας [p. 168] δίκην λαμβάνοντες. Ἀριστείδην ἐξωστράκισαν Ἀθηναῖοι, καίτοι πεπεισμένοι σαφῶς ὅτι δίκαιος ἦν. τί οὖν δεῖ δόξης ἐπιθυμεῖν, ἧς καὶ ἐὰν τύχῃ, πολλάκις οὐκ ἐπ̓ ἀγαθῷ πολλάκις ἀπώνατο; δέον πολλάκις εὐλαβεῖσθαι, κἄν ἄρα συμβαίνῃ τινί τῷ Βίωνι δοκεῖ μὴ δυνατὸν εἶναι τοῖς πολλοῖς ἀρέσκειν, εἰ μὴ πλακοῦντα γενόμενον ἢ Θάσιον: εὐήθως, ὡς ἐμοὶ δοκεῖν. πολλάκις γὰρ οὐδὲ ἐν δείπνῳ δέκα ἀνθρώπων ὁ πλακοῦς ἤρεσε πᾶσιν, ἀλλ̓ ὁ μὲν ἕωλον εἶναί φησιν, ὁ δὲ θερμόν, ὁ δὲ λίαν γλυκύν: εἰ μὴ νὴ Δία Βίων φησὶν ὅτι καὶ θερμὸν πλακοῦντα καὶ ἕωλον δεῖ γενέσθαι καὶ ψυχρόν. καθόλου δὲ οὐ τοιοῦτόν ἐστι τὸ πρᾶγμα: πόθεν; [27] ἀλλὰ καὶ μύρον δεῖ καὶ αὐλητρίδα γενέσθαι καὶ μειράκιον ὡραῖον καὶ Φίλιππον τὸν γελωτοποιόν. λείπεται δὲ ἓν ἴσως, ὃ δεήσει γενέσθαι τὸν θέλοντα ἀρέσαι τοῖς πολλοῖς, ἀργύριον. οὔκουν, κἂν ἀργύριον γένηταί τις, εὐθὺς ἤρεσεν: ἀλλὰ δεῖ ῥάττεσθαι καὶ δάκνεσθαι. τί οὖν ἔτι διώκεις, ὦ κακόδαιμον, πρᾶγμα ἀκίχητον; οὔτε γὰρ μύρον οὔτε στέφανος οὔτε οἶνος σὺ γένοιό ποτ̓ ἂν οὔτ̓ ἀργύριον. [28] κἂν ἀργύριον γένηταί τις, χρυσίον ἐντιμότερον, κἂν χρυσίον, ἑψηθῆναι δεήσει. τὸ γὰρ ᾧ διαφέρει. τῶν πλουσίων ἕκαστος ἔοικε τῷ νομίσματι. καὶ γὰρ τοῦτο ἐπαινεῖ μὲν οὐδείς, χρῆται δὲ ἕκαστος τῶν λαβόντων: ἔπειτα ὑπὸ τῶν χρωμένων ἐκτρίβεται καὶ τελευταῖον ἐν τοῖς ἀδοκίμοις ἐγένετο. κἀκεῖνος εἰς τοὺς πένητας παρηγγυήθη καὶ τοὺς ἀδοκίμους, καὶ οὐδεὶς ἔτι τὸν τοιοῦτον προσίεται τῶν πρότερον τεθαυμακότων, ἀλλ̓ οὐδὲ στρέψας ἀπορρίπτει. [p. 169] [29] ταῖς τῶν τραγῳδῶν Ἐρινύσιν ἔοικεν ἡ δόξα: τὸ μὲν γὰρ φαινόμενον αὐτῆς λαμπρὸν ὅμοιον τῇ λαμπάδι, τὴν δὲ μάστιγα τοῖς κρότοις τις ἂν οἶμαι καὶ τῇ βοῇ τῶν πολλῶν προσεικάσειε, τοῖς δὲ ὄφεσι τοὺς ἐνίοτε συρίττοντας. πολλάκις οὖν ἐν ἡσυχίᾳ τινὰ ὄντα καὶ μηδὲν ἔχοντα κακὸν ἁρπάσασα καὶ τῇ μάστιγι ψοφήσασα ἐξέβαλεν εἰς πανήγυρίν τινα ἤ θέατρον.

  THE SIXTY-SEVENTH DISCOURSE: ON POPULAR OPINION

  ΠΕΡΙ ΔΟΞΗΣ ΔΕΥΤΕΡΟΣ.

  Δ. Τίνι: γὰρ δοκεῖ σοι διαφέρειν μάλιστα ὁ σώφρων ἀνὴρ καὶ φιλόσοφος ἡμῶν τῶν πολλῶν τε καὶ εἰκῇ φερομένων; — Ἐμοὶ μέν, εἰ δεῖ οὕτως ἀποφήνασθαι φαύλως τε καὶ ἀκόμψως, ἀληθείᾳ δοκεῖ διαφέρειν καὶ τῷ ἐπίστασθαι οὐ μόνον τῶν πολλῶν, ἀλλὰ τῶν πάνυ ὀλίγων τε καὶ μακαρίων νενομισμένων τὸν. — Δ. Φιλόσοφον τῷ ὄντι, οὐ μέντοι φαῦλον καὶ ἄκομψον τὸ ῥῆμα. καί μοι τόδε εἰπὲ πρὸς �
�εῶν, ἄλλο τι ἢ ἀληθείᾳ φὴς διαφέρειν τῶν ἄλλων τὸν φιλόσοφον καὶ τῷ πρὸς ἀλήθειαν ἕκαστον, ἀλλὰ μὴ κατὰ δόξαν [2] σκοπεῖν; — Φαύλῳ γὰρ ἄν, ὦ ἄριστε, κανόνι καὶ παντάπασι σκολιῷ μὰ Δἴ οὐ μίαν τινὰ καμπὴν ἔχοντι, μυρίας δὲ καὶ πάσας ὑπεναντίας, τὰ πράγματα σταθμῷτο τῇ δόξῃ πειρώμενος ἀπευθύνειν αὐτά. — Δ. Πότερον οὖν τὰ μὲν ἄλλα πάντα πρὸς ἀλήθειαν σκοπεῖ, τὴν δόξαν οὐδαμῇ προσφέρων ὡς ψευδῆ τινα τῷ ὄντι καὶ ἀστάθμητον στάθμην καὶ κανόνα τοιοῦτον, ὁποῖον ἄρτι εἴρηκας: αὐτὸς δὲ αὑτὸν τούτῳ τῷ κανόνι καὶ ταύτῃ τῇ στάθμῃ σταθμώμενος ἄξιος ἂν εἴη; — Οὐ μὰ Δἴ οὐδαμῶς. — Δ. Δῆλον [p. 170] γὰρ ὅτι οὐδέποτε γνοίη ἂν ἑαυτὸν οὕτω σκοπῶν. — Οὐ γὰρ ἂν [3] γνοίη. — Δ. Ὥστε οὐκ ἂν ἔτι πείθοιτο τῷ Δελφικῷ προσρήματι κελεύσαντι παντὸς μᾶλλον γιγνώσκειν αὑτόν; — Πῶς γὰρ ἄν πείθοιτο; — Δ. Οὔκουν οὐδὲ τῶν ἄλλων οὐδὲν εἴσεται πραγμάτων αὑτὸν ἀγνοῶν οὐδὲ δυνήσεται πρὸς ἀλήθειαν ἐξετάζειν αὑτοῦ πρώτου ἐσφαλμένος; — Παντάπασι μὲν οὖν. — Δ. Χαίρειν οὖν ἐάσει τιμὰς καὶ ἀτιμίας καὶ ψόγον τε καὶ ἔπαινον τὸν παρὰ τῶν ἠλιθίων ἀνθρώπων, ἐάν τε πολλοὶ τύχωσιν ὄντες ἐάν τε ὀλίγοι μέν, ἰσχυροὶ δὲ καὶ πλούσιοι. τὴν δέ γε καλουμένην δόξαν ἡγήσεται μηδὲν διαφέρειν σκιᾶς, ὁρῶν ὅτι γίγνεται τῶν μεγάλων μικρὰ καὶ τῶν μικρῶν μεγάλη: πολλάκις δὲ καὶ τῶν αὐτῶν ὁτὲ μὲν πλείων, [4] ὁτὲ δὲ ἐλάττων. — Εὖ πάνυ δοκεῖς μοι προσεικάσαι. — Δ. Εἰ οὖν τις εἴη τοιοῦτος ἄνθρωπος οἷος ζῆν πρὸς τὴν αὑτοῦ σκιάν, ὥστε αὐξομένης μὲν αὐτῆς ἐπαίρεσθαι καὶ μεγαλαυχεῖσθαι καὶ τοῖς θεοῖς θύειν αὐτός τε καὶ τοὺς φίλους κελεύειν, βραχυτέρας δὲ γιγνομένης λυπεῖσθαί τε καὶ ὁρᾶσθαι ταπεινότερος, καὶ τοσούτῳ μᾶλλον ὅσῳπερ ἂν ἐλάττων γίγνηται, καθάπερ αὐτὸς φθίνων, θαυμαστὴν ἂν οἶμαι παρέχοι διατριβήν. — Πολύ γε ἂν εἴη τοῦ Μαργίτου μωρότερος, [5] ἀγνοοῦντος ὅ,τι χρὴ γήμαντα χρῆσθαι τῇ γυναικί. — Δ. Τῆς γὰρ αὐτῆς ἡμέρας ὁτὲ μὲν λυποῖτ̓ ἄν, ὁτὲ δὲ χαίροι. πρωῒ μὲν ἐπειδὰν ἴδῃ τὴν σκιὰν ἑωθινὴν πάνυ μακράν, τῶν τε κυπαρίττων καὶ τῶν ἐν τοῖς τείχεσι πύργων σχεδὸν μείζω, δῆλον ὅτι χαίροι ἂν ὡς αὐτὸς ἐξαπίνης γεγονὼς τοῖς Ἀλῳάδαις ἴσος καὶ εἰς τὴν ἀγορὰν βαδίζοι ἂν καὶ εἰς τὰ θέατρα καὶ πανταχόσε τῆς πόλεως, ὅπως ἂν ὑπὸ πάντων βλέποιτο. περὶ δὲ πλήθουσαν ἀγορὰν ἄρχοιτ̓ ἂν σκυθρωπότερος αὑτοῦ γίγνεσθαι καὶ ἀναχωροίη. τῆς δὲ μεσημβρίας αἰσχύνοιτ̓ ἂν ὀφθῆναι ἀνθρώπων τινὶ καὶ ἔνδον μένοι ἂν ἐγκλεισάμενος, [p. 171] ἐπειδὰν ἐν τοῖς ποσὶ βλέπῃ τὴν σκιὰν: πάλιν δὲ περὶ δείλην ἀναλαμβάνοι ἂν αὑτὸν καὶ γαυρότερος φαίνοιτ̓ ἂν ἀεὶ πρὸς ἑσπέραν. [6] — Πάνυ μοι δοκεῖς ἄτοπον διάθεσιν καὶ ἄνδρα διαπλάττειν ἠλίθιον. — Δ. Οὐκοῦν ὁ τῇ δόξῃ προσέχων οὐδέν τι βελτίων, ἀλλὰ πολὺ ἀθλιώτερος. πολλάκις γὰρ ἂν πλείους μεταβολὰς ἐν ἡμέρᾳ μιᾷ μεταβάλλοιτο, καίτοι οὐχ ὥσπερ ἐκεῖνος ἐν τεταγμέναις ὥραις τισίν, ἀλλὰ καὶ δείλης καὶ ἕωθεν οὐδὲν αὐτὸν κωλύσει μὴ δυστυχέστατον ἀνθρώπων εἶναι, νῦν μὲν φερόμενον καὶ πετόμενον ὑψηλότερον τῶν νεφῶν, ἂν τύχωσι μαρτυρήσαντες αὐτόν τινες καὶ ἐπαινέσαντες, νῦν δὲ συστελλόμενον καὶ ταπεινούμενον, πολὺ πλείους αὐξήσεις τε καὶ φθίσεις τῆς ψυχῆς αὐτοῦ λαμβανούσης, ἐμοὶ δοκεῖν, [7] τῶν τῆς σελήνης. ἆῤ οὖν οὐκ ἀθλιώτερον πότμον καὶ μοῖραν εἴληχε πολὺ δυστυχεστέραν ἤ φασι Μελέαγρον τὸν Ἀλθαίας τε καὶ Οἰνέως τυχεῖν, ᾧ δαλόν τινα λέγουσι ταμιεύειν τὸν τῆς ζωῆς χρόνον: καὶ δὴ λάμποντος αὐτοῦ καὶ τοῦ πυρὸς ἐν αὐτῷ διαμένοντος ζῆν τε καὶ ἀκμάζειν ἐκεῖνον, μαραινομένου δὲ τοῦ δαλοῦ καὶ τὸν Μελέαγρον φθίνειν ὑπὸ λύπης τε καὶ δυσθυμίας: σβεσθέντος δὲ οἴχεσθαι ἀποθανόντα.

  THE SIXTY-EIGHTH DISCOURSE: ON OPINION

  ΠΕΡΙ ΔΟΞΗΣ ΤΡΙΤΟΣ.

  Οἱ πολλοὶ ἄνθρωποι ὁπόσα ἐπιτηδεύουσιν ἢ ζηλοῦσιν, οὐδὲν αὐτῶν εἰδότες ὁποῖόν ἐστιν οὐδὲ ἥντινα ἔχει ὠφέλειαν ἐπιτηδεύουσιν, ἀλλ̓ ὑπὸ δόξης ἢ ἡδονῆς ἢ συνηθείας ἀγόμενοι πρὸς αὐτά. [p. 172] οὐδ̓ αὖ ὅσων ἀπέχονται καὶ εὐλαβοῦνται μὴ πράττειν, εἰδότες ἃ βλάπτει ἀπέχονται οὐδὲ ὁποίαν τινὰ φέρει τὴν βλάβην, ἀλλὰ καὶ τούτων ὅσα ὁρῶσι τοὺς ἄλλους εὐλαβουμένους ἢ περὶ ὧν ἂν εἰς ἔθος καταστῶσιν ὥστε εὐλαβεῖσθαι, ἢ ἃ νομίζουσιν ἀηδῆ ἔσεσθαι αὐτοῖς καὶ πόνον τινὰ δοκεῖ ἔχειν ὡς τὸ πολὺ ταῦτα ὑποπτεύουσιν. [2] καὶ τὸ μὲν τῆς ἡδονῆς καὶ τὸ τοῦ πόνου πᾶσι κοινόν: ἀλλ̓ οἱ μὲν ἧττον, οἱ δὲ μᾶλλον ὑπ̓ αὐτῶν δουλοῦνται: τὸ δὲ τῆς δόξης ἀνόμοιον καὶ οὐ ταὐτὸ πᾶσιν. ὅθεν οἱ μὲν ταῦτα, οἱ δὲ ταῦτα ἐπαινοῦσι καὶ ψέγουσι, πολλάκις τἀναντία. οἷον ἀλγεῖ μὲν ὅ τε Ἰνδὸς καὶ ὁ Λάκων τιτρωσκόμενος ἢ καόμενος καὶ ὅ τε Φρὺξ καὶ ὁ Λυδός: ἀλλ̓ ἐκεῖνοι μὲν οὐχ ὑπείκουσι διὰ τὸ ἠσκηκέναι, οὗτοι δὲ, διὰ τὸ ἀσθενεῖς καὶ ἀνάσκητοι εἶναι. πάλιν ἥδεσθαι μὲν ἀφροδισίοις καὶ σιτίοις καὶ ποτοῖς ἡδέσιν ἀνάγκη τόν τε Ἴωνα καὶ τὸν Θετταλὸν καὶ τὸν Ἰταλιώτην καὶ τὸν Γέτην καὶ τὸν Ἰνδὸν καὶ τὸν Σπαρτιάτην: ἀλλ̓ οἱ μὲν οὐ πάνυ τι φροντίζουσι τῶν ἡδέων, ἀρχὴν δὲ οὐδὲ πειρῶνται ἁπάντων: οἱ δὲ ἀποθανεῖν ἕλοιντ̓ ἂν [3] ὀλίγῳ πλέον ἡσθέντες. τὸ �
�ὖν τῆς δόξης ἔοικεν εἶναι παντοδαπώτατον καὶ πλείστη καὶ μεγίστη τούτου διαφορά. διά τε τοῦτο ἐν οὐδενὶ γένει τῶν ζῴων εὕροι τις ἂν τοσαύτην στάσιν οὐδὲ οὕτως ἐναντίον αὑτῷ τι γένος, οἷον ἵππων ἢ κυνῶν ἢ λεόντων ἢ βοῶν ἢ ἐλάφων, ἀλλὰ τρέφονταί τε ὁμοίως καὶ γεννῶσι καὶ τρέφουσι καὶ ἐπὶ ταὐτὰ ὁρμῶσι καὶ τῶν αὐτῶν ἀπέχονται τὰ ὅμοια. μόνῳ γὰρ [4] ξυνέπονται ὡς τὸ πολὺ τῷ ἡδεῖ καὶ τὸ ἀλγεινὸν φεύγουσιν. ἄνθρωπος δὲ φύσει φρονήσεως μετέχων, ἀπολειπόμενος δὲ αὐτῆς διὰ φαυλότητα καὶ ῥᾳθυμίαν, δόξης καὶ ἀπάτης ἔνδοθεν μεστός ἐστι: καὶ πάντα ἀλλήλοις διαφέρονται, καὶ περὶ ἐσθῆτος καὶ στολῆς καὶ περὶ τροφῆς καὶ ἀφροδισίων καὶ περὶ τιμῆς καὶ ἀτιμίας, κατὰ ἔθνη καὶ πόλεις: ὁμοίως δὲ καὶ ἐν τῇ πόλει καθ̓ αὑτὸν ἕκαστος [p. 173] ἐσπούδακεν ὁ μὲν γῆν ὡς πλείστην κτήσασθαι, ὁ δὲ ἀργύριον, ὁ δὲ ἀνδράποδα, ὁ δὲ ξύμπαντα ταῦτα, ὁ δ̓ ἐπὶ τῷ λέγειν θαυμάζεσθαι καὶ διὰ τοῦτο τῶν ἄλλων πλέον δύνασθαι, ὁ δὲ αὐτὸ μόνον δεινὸς εἶναι καὶ τὴν ἐμπειρίαν τὴν περὶ τὰ πράγματα ἐζήλωκεν, ὁ δὲ ἀπ̓ ἄλλου τινὸς ἰσχύειν, ὁ δὲ τρυφὴν ὡς πλείστην ἐπιτηδεύει. [5] τούτων μὲν οὖν, ὅπερ ἔφην, οὐδὲν ἄν, ὡς εἰκός, ὀρθῶς πράττοιεν οὐδὲ οἱ τὰ κράτιστα δοκοῦντες ἐπιτηδεύειν. οὐ γὰρ εἰδότες τὸ βέλτιον ἢ τὸ χεῖρον ἢ τὸ συμφέρον αἱροῦνται οὐδέν. ὅστις δ̓ ἐπεθύμησε φρονήσεως καὶ διενοήθη πῶς χρὴ ἐπιμεληθέντα αὑτοῦ καὶ παίδευσιν τίνα παιδευθέντα γενέσθαι ἄνδρα ἀγαθὸν καὶ διαφέροντα τῶν πολλῶν, τοῦτον ἐγώ φημι φύσεώς τε χρηστῆς τυχεῖν καὶ τύχης ὁμοίας. ἐλπὶς γὰρ ζητοῦντα καὶ παιδευόμενον ἐξευρεῖν τὸ δέον καὶ πρὸς τί ὁρῶντα καὶ τί βουλόμενον πάντα τὰ ἄλλα χρὴ [6] πράττειν καὶ οἰκονομεῖν. ὁ δὲ τοῦτο συνεὶς ἅπαντα ἂν ἤδη καλῶς διαπράττοιτο καὶ τὰ μείζω δοκοῦντα καὶ τὰ σμικρότερα: καὶ εἴτε ἱππικῆς ἐπιτηδεύοι ἀγωνίαν εἴτε μουσικῆς εἴτε γεωργίας ἐπιμελοῖτο εἴτε στρατηγεῖν ἐθέλοι ἢ ἄρχειν τὰς ἄλλας ἀρχὰς ἢ τὰ ἄλλα τὰ κοινὰ ἐν τῇ πόλει πράττειν, καλῶς ἂν πάντα ποιήσειε καὶ περὶ οὐδὲν ἂν σφάλλοιτο. ἄνευ δὲ τούτου καθ̓ ἕκαστον μὲν τῶν ἔργων ἐνίοτε αὑτῷ τε καὶ τοῖς ἄλλοις φαίνοιτο ἂν κατορθοῦν: οἷον εἰ γεωργῶν ἐπιτυγχάνοι περὶ τοὺς καρποὺς ἢ ἱππεύειν ἐμπειρότερος εἴη ἢ τὰ κατὰ μουσικὴν ἱκανῶς γιγνώσκοι ἢ ἀγωνιζόμενος δύναιτο τῶν ἀντιπάλων κρατεῖν, τὸ δὲ σύμπαν ἁμαρτάνοι ἂν πρὸς οὐδὲν [7] ἀγαθὸν οὐδὲ ὥστε ὠφελεῖσθαι ταῦτα ἐργαζόμενος. οὔκουν δυνατός ἐστιν εὐδαιμονεῖν, ὥσπερ οὐδ̓ εὐπλοῆσαι δύναταί τις οὐκ εἰδὼς ἔνθα πλεῖ, μάτην δὲ ἄρτι ἐν τῷ πελάγει φερόμενος, νῦν μὲν ὀρθῆς [p. 174] πλεούσης τῆς νεώς, ἂν οὕτω τύχῃ, νῦν δὲ ἀποκλινούσης, καὶ νῦν μὲν οὐρίου φερομένου τοῦ πνεύματος, πάλιν δὲ ἐναντίου. χρὴ δὲ ὥσπερ ἐν λύρᾳ τὸν μέσον φθόγγον καταστήσαντες ἔπειτα πρὸς τοῦτον ἁρμόζονται τοὺς ἄλλους: εἰ δὲ μή, οὐδεμίαν οὐδέποτε ἁρμονίαν ἀποδείξουσιν: οὕτως ἐν τῷ βίῳ ξυνέντας τὸ βέλτιστον καὶ τοῦτο ἀποδείξαντας πέρας πρὸς τοῦτο τἄλλα ποιεῖν: εἰ δὲ μή, ἀνάρμοστον αὐτοῖς καὶ ἐκμελῆ τὸν βίον εἰκός ἐστι γίγνεσθαι.

 

‹ Prev