Delphi Complete Works of Dio Chrysostom
Page 161
THE SIXTY-NINTH DISCOURSE: ON VIRTUE
ΠΕΡΙ ΑΡΕΤΗΣ.
Ἄπορόν μοι δοκεῖ εἶναι ὅτι οἱ ἄνθρωποι ἄλλα μὲν ἐπαινοῦσι καὶ θαυμάζουσιν, ἄλλων δὲ ἐφίενται καὶ περὶ ἄλλα ἐσπουδάκασιν. ἐπαινοῦσι μὲν γάρ, ὡς ἔπος εἰπεῖν, πάντες καὶ θεῖα καὶ σεμνά φασιν ἀνδρείαν καὶ δικαιοσύνην καὶ φρόνησιν καὶ συλλήβδην ἀρετὴν πᾶσαν. καὶ οὓς ἂν ἡγῶνται τοιούτους εἶναι ἢ γεγονέναι ἢ ἐγγύς, θαυμάζουσι καὶ ὑμνοῦσι: καὶ τοὺς μέν τινας θεούς, τοὺς δὲ ἥρωας ἀποφαίνουσιν, οἷον Ἡρακλέα καὶ Διοσκούρους καὶ Θησέα καὶ Ἀχιλλέα καὶ πάντας τοὺς ἡμιθέους λεγομένους. οἷς ὃν ἂν ὅμοιον ὑπολαμβάνωσιν, ἕτοιμοί εἰσιν ἅπαντες ἐκείνῳ πείθεσθαι καὶ ὑπηρετεῖν, ὅ,τι ἂν προστάττῃ, καὶ βασιλέα καὶ ἄρχοντα ἀποδεικνύναι ἑαυτῶν καὶ τὰ σφέτερα ἐπιτρέπειν , ὅν ἂν σώφρονα καὶ δίκαιον [2] καὶ φρόνιμον ὄντως ὑπολαμβάνωσι καὶ ἁπλῶς ἄνδρα ἀγαθόν. ὥστε ταύτῃ μὲν οὐκ ἄν τις αὐτοῖς μέμψαιτο ὡς οὐκ αἰσθανομένοις ὅτι σεμνόν τι καὶ τίμιον καὶ τοῦ παντὸς ἄξιον χρῆμα ἀρετή: ἐπιθυμοῦσί γε μὴν πάντων μᾶλλον ἢ ἀγαθοὶ γενέσθαι καὶ πράττουσι πάντα πρότερον ἢ ὅπως σωφρονήσουσι καὶ φρόνιμοι ἔσονται καὶ [p. 175] δίκαιοι καὶ ἄνδρες σπουδαῖοι, καλῶς μὲν αὑτῶν δυνάμενοι προΐστασθαι, καλῶς δὲ οἶκον οἰκῆσαι, καλῶς δὲ ἄρξαι πόλεως, εὖ δὲ πλοῦτον ἐνεγκεῖν, εὖ δὲ πενίαν, εὖ δὲ προσενεχθῆναι φίλοις, εὖ δὲ συγγενέσι, δικαίως δ̓ ἐπιμεληθῆναι γονέων, ὁσίως δὲ θεραπεῦσαι [3] θεούς. ἀλλ̓ οἱ μέν τινες περὶ γεωργίαν πραγματεύονται, οἱ δὲ περὶ ἐμπορίαν, οἱ δ̓ ἐπὶ στρατείαν ὁρμῶσιν, οἱ δ̓ ἐπ̓ ἰατρικήν, οἱ δὲ οἰκοδομικὴν ἢ ναυπηγικὴν ἐκμανθάνουσιν, οἱ δὲ κιθαρίζειν ἢ αὐλεῖν ἢ σκυτοτομεῖν ἢ παλαίειν, οἱ δὲ ὅπως δεινοὶ δόξουσι περὶ τὸ εἰπεῖν ἐν δήμῳ ἢ δικαστηρίῳ τὴν πᾶσαν σπουδὴν ἔχουσιν, οἱ δὲ ὅπως ἰσχυροὶ ἔσονται τὰ σώματα. καίτοι τοὺς ἐμπόρους μὲν καὶ γεωργοὺς καὶ στρατιώτας καὶ ἰατροὺς καὶ οἰκοδόμους καὶ κιθαριστὰς καὶ αὐλητὰς καὶ παιδοτρίβας, ἔτι δὲ τοὺς λεγομένους ῥήτορας καὶ τοὺς πάνυ ἰσχύοντας τοῖς σώμασιν, ἀθλίους καὶ δυστυχεῖς [4] τοὺς πολλοὺς ἂν εὕροι τις ἢ μικροῦ δεῖν ἅπαντας. ἂν δὲ ἡ ψυχὴ ἔμφρων γένηται καὶ ὁ νοῦς ἀγαθὸς καὶ ἱκανοὶ ὦσι τά τε αὑτῶν πράγματα ὀρθῶς πράττειν καὶ τὰ τῶν ἄλλων, τούτους ἀνάγκη καὶ εὐδαιμόνως ζῆν, νομίμους ἄνδρας γενομένους καὶ ἀγαθοῦ δαίμονος τυχόντας καὶ φίλους ὄντας τοῖς θεοῖς. οὐ γὰρ ἄλλους μὲν φρονίμους εἰκὸς εἶναι, ἄλλους δὲ ἐμπείρους τῶν ἀνθρωπίνων πραγμάτων, οὐδὲ ἄλλους μὲν τἀνθρώπεια ἐπίστασθαι, ἄλλους δὲ τὰ θεῖα, οὐδὲ ἄλλους μὲν εἶναι τῶν θείων ἐπιστήμονας, ἄλλους δὲ ὁσίους, οὐδὲ ἄλλους μὲν ὁσίους, ἄλλους δὲ θεοφιλεῖς: οὐδὲ ἕτεροι μὲν ἔσονται θεοφιλεῖς, ἕτεροι δὲ εὐδαίμονες. οὐδὲ ἕτεροι μέν εἰσιν ἄνθρωποι ἄφρονες, ἕτεροι δ̓ ἀγνοοῦσι τὰ καθ̓ αὑτοὺς πράγματα: οὐδὲ οἵ τὰ σφέτερα πράγματα ἀγνοοῦσι, τὰ θεῖα ἴσασιν: οὐδὲ οἱ φαύλως περὶ τῶν θείων ὑπειληφότες οὐκ ἀνόσιοί εἰσιν. οὐδέ γε τοὺς ἀνοσίους οἷόν τε φίλους εἶναι θεοῖς, [5] οὐδὲ τοὺς μὴ φίλους θεοῖς μὴ δυστυχεῖς εἶναι. διὰ τί ποτ̓ οὖν οἱ μὲν ὀρεγόμενοι ὅπως εὐδαιμονήσουσιν οὐ προθυμοῦνται τοιούτους [p. 176] παρέχειν σφᾶς αὐτούς; ἃ δὲ πράττοντας οὐδὲν αὐτοὺς κωλύει κακῶς καὶ ἀθλίως ζῆν, πᾶσαν τούτων ἐπιμέλειαν ποιοῦνται; καίτοι ἄνευ μὲν αὐλητῶν καὶ κιθαριστῶν καὶ σκυτοτόμων καὶ παιδοτριβῶν καὶ ῥητόρων καὶ ἰατρῶν οὐκ ἀδύνατον ἀνθρώποις βιοῦν πάνυ καλῶς καὶ νομίμως, οἶμαι δ̓ ἐγὼ καὶ δίχα γεωργῶν καὶ οἰκοδόμων: [6] Σκύθαι γοῦν οὐδὲν κωλύονται οἱ νομάδες μήτε οἰκίας ἔχοντες μήτε γῆν σπείροντες ἢ φυτεύοντες δικαίως καὶ κατὰ νόμους πολιτεύεσθαι: ἄνευ δὲ νόμου καὶ δικαίου μὴ κακῶς ζῆν ἀνθρώπους καὶ πολὺ τῶν θηρίων ὠμότερον οὐ δυνατόν. ἔτι δ̓ ὅπου μὲν φαῦλοι σκυτοτόμοι εἰσὶ καὶ γεωργοὶ καὶ οἰκοδόμοι, οὐδὲν ἐκεῖ διὰ τοῦτο συμβαίνει χαλεπόν, ἀλλὰ τὰ ὑποδήματα καὶ πυροὶ ἐλάττους καὶ κριθαί: ὅπου δὲ ἄρχοντες χείρους καὶ δικασταὶ καὶ νόμοι, τὰ πράγματα κάκιον ἔχει τῶν ἀνθρώπων ἐκείνων καὶ ὁ βίος δυστυχέστερος καὶ στάσεις καὶ ἀδικίαι καὶ ὕβρεις καὶ ἀσέβεια πολλὴ φύεται παῤ [7] αὐτοῖς. ἔτι δὲ σκυτοτόμον μὲν αὐτὸν οὐκ ὄντα λυσιτελεῖ παῤ ἄλλου πρίασθαι ὑποδήματα, καὶ οἰκοδομεῖν οὐκ ἐπιστάμενον ἄλλον ἐπὶ τούτῳ μισθώσασθαι, καὶ γεωργὸν μὴ ὄντα σῖτον πρίασθαι καὶ ὄσπρια: ἄδικον δὲ αὐτὸν ὄντα οὐ λυσιτελεῖ τῶν δικαίων παῤ ἄλλου τυγχάνειν οὐδὲ ἄφρονα καὶ ἀγνοοῦντα ἃ δεῖ ποιεῖν καὶ ὧν ἀπέχεσθαι, μετὰ νοῦν ἐφ̓ ἑκάστῳ πρὸς ἕτερον ἰέναι. πρὸς γὰρ τοῖς ἄλλοις ὁ μὲν ἀργυρίου δεόμενος ἢ ἱματίων ἢ οἰκίας ἢ ἄλλου του ἐπίσταταί τε καὶ ζητεῖ παρὰ τῶν ἐχόντων λαβεῖν: ὁ δὲ νοῦν οὐκ ἔχων οὐδὲ αὐτὸ τοῦτο ἐπίσταται ὅτι οὐκ ἔχει νοῦν: ἀλλ̓ αὐτός φησιν ἱκανὸς εἶναι καὶ ἰσχυρίζεται τῇ ἀφροσύνῃ, πάντα πράττων καὶ λέγων ἀφρόνως, καὶ οὔ φησιν ἄδικος εἶναι οὐδὲ ἀνόητος οὐδὲ ἀκόλαστος, ἀλλ̓ ὡς οἷόν τε ἱκανῶς περὶ ταῦτα ἔχειν, ὧν οὐδεμίαν πώποτε ἐπιμέλειαν ἐποιήσατο οὐδὲ ἔμαθεν οὐδὲν τούτων [8] ἕνεκεν. οὐδὲ γὰρ ἐπιστήμην εἶναι νομίζουσι, καθ̓ ἣν εἴσονται τί πρακτέον α�
�τοῖς ἢ τί μὴ πρακτέον καὶ πῶς βιώσονται ὀρθῶς: ἀλλὰ τοὺς νόμους αὐτοῖς ἱκανοὺς εἶναι πρὸς τοῦτο τοὺς γεγραμμένους: [p. 177] ὅπως δὲ πείσονται τοῖς νόμοις καὶ ἑκόντες ποιήσουσι τὰ ἐκείνοις δοκοῦντα οὐδὲν φροντίζουσιν. καίτοι τί ἧττον ὁ φόβῳ τοῦ κλέπτειν ἀπεχόμενος δοκῶν, ἀλλὰ μὴ μισῶν τὸ πρᾶγμα καὶ καταγιγνώσκων, κλέπτης τῶν ὑφαιρουμένων ἐστίν; εἰ μὴ καὶ τὸν ἡμέρας οὐ κλέπτοντα, ἀλλὰ νυκτὸς γενομένης, κλέπτην οὐ φήσομεν ἐν τῇ ἡμέρᾳ, ἀλλὰ δίκαιον εἶναι. ἔπειτα δέονται πολλῶν τῶν ἀπειλούντων καὶ κολαζόντων, ὡς οὐ δυνάμενοι αὐτοὶ ἀπέχεσθαι τῶν ἀδικημάτων, ἀλλὰ καὶ οἴκοι ὄντες: τοιοῦτοι δὲ ὄντες αἱροῦνται τοὺς νομοθέτας καὶ κολάζουσι τοὺς νόμους ὥσπερ εἰ ἄμουσοι ὄντες ᾑροῦντο τοὺς μουσικοὺς καὶ οὐδὲν ἐπαΐοντες περὶ γεωμετρίας τοὺς [9] γεωμέτρας. σημεῖον δὲ τῆς πονηρίας τῆς τῶν ἀνθρώπων: εἰ γὰρ ἀνέλοιεν τοὺς νόμους καὶ ἄδεια γένοιτο τοῦ τύπτειν ἀλλήλους καὶ ἀποκτείνειν καὶ ἁρπάζειν τὰ τῶν πέλας καὶ μοιχεύειν καὶ λωποδυτεῖν, τίνας ἔσεσθαι οἰητέον τοὺς ἀφεξομένους τοῦ των καὶ μὴ πάνυ ῥᾳδίως τε καὶ ἑτοίμως ἅπαντα ἐξαμαρτεῖν; καὶ τὸ νῦν γε οὐδὲν ἧττον λανθάνομεν μετὰ κλεπτῶν καὶ ἀνδραποδιστῶν καὶ μοιχῶν ζῶντες καὶ συμπολιτευόμενοι καὶ κατὰ τοῦτο οὐδὲν βελτίους τῶν θηρίων ἐσμέν: καὶ γὰρ ἐκεῖνα ἂν φοβηθῇ ἀνθρώπους φυλάττοντας ἢ κύνας, ἀπέχεται τοῦ ἁρπάζειν.
THE SEVENTIETH DISCOURSE: ON PHILOSOPHY
ΠΕΡΙ ΦΙΛΟΣΟΦΙΑΣ.
Δ. Φέρε, εἴ τινος ἀκούοις λέγοντος ὅτι βούλεται γεωργεῖν, μηδὲν δὲ πρὸς τοῦτο πράττοντα ὁρῴης αὐτόν, μήτε βοῦς ὠνούμενον ἤ τρέφοντα μήτε ἄροτρα κατασκευαζόμενον μήτε τὰ ἄλλα τὰ πρὸς τὴν γεωργίαν σκεύη, μηδὲ ἐνοικοῦντα ἐν ἀγρῷ αὐτὸν ἢ [p. 178] αὐτὸν μὴ κεκτημένον ἢ παῤ ἄλλου μισθωσάμενον, ἀλλ̓ ἐν ἄστει τὰ πολλὰ διατρίβοντα περὶ τὴν ἀγορὰν καὶ τὸ γυμνάσιον καὶ περὶ πότους ὄντα καὶ ἑταίρας καὶ τὴν τοιαύτην ῥᾳθυμίαν, πότερον προσέξεις οἷς λέγει μᾶλλον ἢ τοῖς πραττομένοις ὑπ̓ αὐτοῦ; καὶ πότερα [2] φήσεις γεωργὸν εἶναι τὸν ἄνθρωπον καὶ ἐργάτην ἢ τῶν ἀργῶν καὶ ῥᾳθύμων; — Δῆλον ὅτι τῶν ἀργῶν. — Δ. Εἶεν: εἰ δὲ κυνηγέτης εἶναι λέγοι τις καὶ τὸν Ἱππόλυτον αὐτὸν ἢ Μελέαγρον ὑπερβάλλειν τῇ τε ἀνδρείᾳ καὶ τῇ φιλοπονίᾳ, μηδὲν δὲ φαίνοιτο πράττων ὅμοιον, μήτε κύνας κεκτημένος μήτε λίνα μήτε ἵππον μήτε ὅλως ἐπὶ θήραν ἐξιών, ἀλλὰ μήτε ὑπὸ ἡλίου τὸ σῶμα ἐπικεκαυμένος μήτε ψύχους ἀνέχεσθαι δυνάμενος, ἐσκιατραφημένος δὲ καὶ ἁπαλὸς καὶ μάλιστα ἐοικὼς ταῖς γυναιξίν, ἔσθ̓ ὅπως ὑπολάβοις ἂν τἀληθῆ λέγειν τοῦτον καὶ προσήκειν τι αὐτῷ κυνηγεσίων; — Οὐκ [3] ἔγωγε. — Δ. Ἄτοπον γὰρ ἀπὸ τῶν λόγων μᾶλλον, οὓς λέγει τις, ἢ ἀπὸ τῶν ἔργων εἰδέναι καὶ τεκμαίρεσθαι τὸν ἑκάστου βίον. εἰ δέ τις ἐπαγγέλλοιτο μὲν ὡς μουσικὴν ἄριστα ἐπιστάμενος καὶ περὶ τοῦτο διατρίβων, μήτε δὲ αὐτοῦ κιθαρίζοντος μηδεὶς πώποτε ἀκούσαι, ἀλλὰ μηδὲ κιθάραν ἢ λύραν ἔχοντα ὁρῴη τις, μήτε λόγον τινὰ διεξιόντα τῶν κατὰ μουσικὴν δίχα γε τῆς ἐπαγγελίας καὶ τοῦ ἐπίστασθαι φάσκειν τοῦ Ὀρφέως ἄμεινον καὶ τοῦ Θαμύρα, βλέποι δ̓ αὐτὸν ἀλεκτρυόνας ἢ ὄρτυγας θεραπεύοντα καὶ τρέφοντα καὶ μετὰ τῶν τοιούτων ἀνθρώπων ὡς τὸ πολὺ διατρίβοντα, πότερον τῶν μουσικῶν τοῦτον δεῖ ὑπολαμβάνειν ἢ τούτων τῶν ἀνθρώπων, μεθ̓ ὧν ἐστι καὶ οἷς ταὐτὰ ἐπιτηδεύει; — Δῆλον ὅτι [4] τούτων. — Δ. Ἐὰν δὲ ἀστρονόμος εἶναί τις ὑπισχνῆται καὶ σαφέστατα ἐπίστασθαι τὰς περιόδους καὶ πορείας καὶ τὰ ἀποστήματα πῶς ἔχουσι πρὸς ἄλληλα ἡλίου τε καὶ σελήνης καὶ τῶν τοιούτων ἄστρων καὶ τὰ οὐράνια πάθη, μηδὲν δὲ τοιοῦτον ᾖ προῃρημένος [p. 179] μηδὲ περὶ ταῦτα φροντίζων, ἀλλὰ μᾶλλον συνὼν τοῖς κυβεύουσι καὶ μετ̓ ἐκείνων ἑκάστοτε ζῶν καὶ βλεπόμενος, ἀστρονόμον τοῦτον φήσεις ἢ κυβευτήν; — Οὐ μὰ τὸν Δἴ ἀστρονομίας ἡγησαίμην ἂν [5] ἔγωγε προσήκειν αὐτῷ τι, πολὺ δὲ μᾶλλον κυβείας. — Δύο δέ τινων τοῦ μὲν λέγοντος ὅτι πλευσεῖται τὴν ταχίστην καὶ πολλὰ κερδανεῖ χρήματα ἀπὸ ἐμπορίας, μήτε δὲ ναῦς μήτε ναύτας παρεσκευασμένου μήτε φόρτον ἔχοντος μηδένα, ἀλλὰ μηδὲ προσιόντος ὅλως τῷ λιμένι μηδὲ τῇ θαλάττῃ, τοῦ δὲ πραγματευομένου περὶ ταῦτα καὶ πλοῖον περισκοποῦντος καὶ κυβερνήτην καὶ χρήματα ἐμβαλλομένου: πότερον αὐτῶν φήσεις ἐμπορίᾳ προσέχειν τὸν νοῦν; τὸν λέγοντα ἢ τὸν πράττοντα καὶ παρασκευαζόμενον τὰ τοῦ πλοῦ [6] καὶ τὰ τῆς ἐμπορίας; — Ἐγὼ μὲν τοῦτον. — Δ. Ἐπὶ παντὶ ἄρα τὸν μὲν λόγον, εἰ καθ̓ αὑτὸν λέγοιτο, μηδενὸς ἔργου προσόντος, ἄκυρον ἡγήσῃ καὶ οὐ πιστόν: τὸ δ̓ ἔργον αὐτὸ πιστόν τε καὶ ἀληθές, ἐὰν καὶ μὴ προάγῃ λόγος; — Οὕτως. — Δ. Πότερον οὖν γεωργίας ἐστί τινα ἔργα καὶ παρασκευὴ καὶ ναυτιλίας καὶ ἄλλα τῷ κυνηγέτῃ προσήκοντα καὶ τῷ ἀστρονόμῳ καὶ ἐπὶ τοῖς ἄλλοις ἅπασι, φιλοσοφίας δὲ οὐδέν ἐστιν οἰκεῖον ἔργον οὐδὲ πρᾶγμα οὐδὲ παρασκευή; [7] — Πάνυ μὲν οὖν. — Δ. Ἀλλὰ ταῦτα μὲν ἄδηλα τὰ προσήκοντα τῷ φιλοσόφῳ καὶ φιλοσοφίᾳ, τὰ δὲ τῶν ἐμπόρων καὶ γεωργῶν καὶ μουσικῶν καὶ ἀστρονόμων καὶ ὧν νῦν δὴ εἶπον ἔκδηλα καὶ φανερά; — Οὔ μοι δοκεῖ. — Δ. Ἀλλὰ δὴ καὶ λόγοι τινές �
�ἰσιν, ὧν δεῖ τὸν φιλοσοφοῦντα ἀκούειν, καὶ μαθήματα, ἃ δεῖ μανθάνειν, καὶ δίαιτα, ἣν δεῖ διαιτᾶσθαι, καὶ καθόλου βίος ἄλλος μὲν τοῦ φιλοσοφοῦντος, ἄλλος δὲ τῶν πολλῶν ἀνθρώπων: ὁ μὲν πρὸς ἀλήθειαν καὶ φρόνησιν τείνων καὶ θεῶν ἐπιμέλειαν καὶ θεραπείαν [p. 180] τῆς αὑτοῦ ψυχῆς, μακρὰν ἀλαζονείας καὶ ἀπάτης καὶ τρυφῆς, [8] εὐτέλειάν τε καὶ σωφροσύνην — καὶ γὰρ στολὴ ἑτέρα μὲν τοῦ φιλοσοφοῦντος, ἑτέρα δὲ τῶν ἰδιωτῶν καὶ κατάκλισις καὶ γυμνάσια καὶ λουτρὰ καὶ ἡ ἄλλη δίαιτα, καὶ τὸν μὲν ἀκολουθοῦντα καὶ τὸν χρώμενον τούτοις δεῖ νομίζειν ὡς φιλοσοφίᾳ προσέχοντα τὸν νοῦν: τὸν δὲ ἐν μηδενὶ τούτων διαφέροντα μηδὲ ὅλως ἕτερον ὄντα τῶν πολλῶν οὐχ ἕνα ἐκείνων θετέον, κἂν μυριάκις εἴπῃ τε καὶ ἐπαγγείληται φιλοσοφεῖν ἐναντίον τοῦ δήμου τοῦ Ἀθηναίων ἢ Μεγαρέων ἢ παρὰ τοῖς Λακεδαιμονίων βασιλεῦσιν: ἀλλ̓ ὠστέον τοῦτον τὸν ἄνθρωπον εἰς τοὺς ἀλαζόνας καὶ ἀνοήτους καὶ τρυφερούς. [9] καίτοι μουσικὸν μὲν οὐκ ἀδύνατον εἷναι μὴ πράττοντα τὰ τοῦ μουσικοῦ: ἡ γὰρ μουσικὴ οὐκ ἀναγκάζει ἀεὶ προσέχειν αὑτῇ τὸν νοῦν καὶ μηδὲν ἄλλο ποιεῖσθαι περὶ πλείονος: καὶ ἀστρονόμον ὄντα οὐδὲν ἴσως κωλύει τρέφειν ἀλεκτρυόνας ἢ κυβεύειν: οὐδὲν γὰρ ἡ ἀστρονομία ἐμποδών ἐστι τὸ μὴ τὰ δέοντα ποιεῖν: καὶ νὴ Δία ἱππικὸν γενόμενον ἢ κυβερνήτην ἀγαθὸν ἢ γεωμέτρην ἢ γράμματα εἰδότα οὐδὲν θαυμαστὸν ἢ παρὰ ταῖς ἑταίραις ἢ ταῖς αὐλητρίσιν ὁρᾶσθαι: τὸ γὰρ ταῦτα ἐπίστασθαι οὐδὲν ποιεῖ βελτίω [10] τὴν τοῦ ἀνθρώπου ψυχὴν οὐδὲ ἀποτρέπει τῶν ἁμαρτημάτων: φιλοσοφίᾳ δὲ προσέχων τις καὶ μετασχὼν τούτου τοῦ μαθήματος οὐκ ἄν ποτε ἀποσταίη τῶν βελτίστων, οὐδὲ τούτων ἀμελήσας αἰσχρόν τι καὶ φαῦλον προέλοιτ̓ ἂν πράττειν οὐδὲ ἀργεῖν καὶ ὀψοφαγεῖν καὶ μεθύσκεσθαι. τὸ γὰρ ταῦτα μὴ θαυμάζειν καὶ τὴν τούτων ἐπιθυμίαν ἐξαιρεῖ τῆς ψυχῆς καὶ τοὐναντίον εἰς μῖσος αὐτῶν καὶ κατάγνωσιν προάγει φιλοσοφία ἐστί. τὸ δέ γε φῆσαι φιλοσοφεῖν καὶ ἀλαζονεύεσθαι καὶ αὑτὸν ἐξαπατῆσαι καὶ τοὺς ἄλλους οὐδὲν ἴσως κωλύει. [p. 181]