by Polybius
[1] II. Res Rhodiorum ὅτι Ἀριστοκράτης ὁ τῶν Ῥοδίων στρατηγὸς ἦν μὲν κατὰ τὴν ἐπιφάνειαν ἀξιωματικὸς καὶ καταπληκτικός. [2] διόπερ ἐκ πάντων τοῦτον ὑπέλαβον οἱ Ῥόδιοι τελέως ἀξιόχρεων ἡγεμόνα καὶ προστάτην ἔχειν τοῦ πολέμου. [3] διεψεύσθησαν μέντοι γε τῶν ἐλπίδων: ἐλθὼν γὰρ εἰς τὰς πράξεις ὥσπερ εἰς πῦρ, καθάπερ τὰ κίβδηλα τῶν νομισμάτων, ἀλλοῖος ἐφάνη. τοῦτο δ᾽ ἐγένετο δῆλον ἐπ᾽ αὐτῶν τῶν ἔργων. [4]
[1] III. Res Cypri *** προτείνειν αὐτῷ πεντακόσια τάλαντα παραχωρήσαντι τῆς Κύπρου, καὶ τἄλλα συνακολουθήσοντα λυσιτελῆ καὶ τίμια παρ᾽ αὐτῷ συνεπιδεικνύειν, προσενεγκαμένῳ τὴν χρείαν ταύτην. [2α] τῷ δὲ Πτολεμαίῳ γενομένης προσαγγελίας παρεῖναι τὸν Ἀρχίαν. — [2]
[1] ὅτι Ἀρχίας βουλόμενος τὴν Κύπρον προδοῦναι τῷ Δημητρίῳ καὶ φωραθεὶς καὶ εἰς κρίσιν ἀχθεὶς καλῳδίῳ τῶν ἐκ τῆς αὐλαίας παραπεπετασμένων ἑαυτὸν ἀπεκρέμασεν. [3] τῷ γὰρ ὄντι διὰ τὰς ἐπιθυμίας κενοὶ κενὰ λογίζονται κατὰ τὴν παροιμίαν. [4] καὶ γὰρ ἐκεῖνος δόξας πεντακόσια τάλαντα προσλήψεσθαι καὶ τὰ προϋπάρχοντα χρήματα καὶ τὸ πνεῦμα προσαπέβαλεν. IV. Res Ariarathis ὅτι κατὰ τοὺς καιροὺς τούτους καὶ Πριηνεῖς ἐνέπεσον παραλόγῳ συμφορᾷ. [2] δεξάμενοι γὰρ παρ᾽ Ὀροφέρνους, ὅτ᾽ ἐκράτησε τῆς ἀρχῆς, ἐν παραθήκῃ τετρακόσια τάλαντα ἀπῃτοῦντο κατὰ τοὺς ἑξῆς χρόνους ὑπ᾽ Ἀριαράθου * [3] **, ὅτε μετέλαβε τὴν ἀρχήν. οἱ μὲν οὖν Πριηνεῖς, ὡς ἐμοὶ δοκεῖν, ὀρθῶς ἵσταντο, φάσκοντες μηδενὶ προήσεσθαι τὰ χρήματα ζῶντος Ὀροφέρνους πλὴν αὐτῷ τῷ παραθεμένῳ: [4] ὁ δ᾽ Ἀριαράθης πολλοῖς ἐδόκει παραπίπτειν τοῦ καθήκοντος, ἀπαιτῶν τὴν ἀλλοτρίαν παραθήκην. [5] οὐ μὴν ἀλλ᾽ ἕως μὲν τούτου τάχ᾽ ἄν τις ἔχοι συγγνώμην αὐτῷ καταπειράζοντι τῷ δοκεῖν τῆς ἐκείνου βασιλείας εἶναι τὰ χρήματα: τὸ δὲ καὶ πορρωτέρω προβαίνειν ὀργῆς καὶ φιλοτιμίας οὐδαμῶς ἐδόκει γενέσθαι κατὰ λόγον. [6] κατὰ δὲ τοὺς νῦν λεγομένους καιροὺς ἐπαποστείλας ἐλεηλάτει τὴν χώραν τῶν Πριηνέων, συνεργοῦντος Ἀττάλου καὶ παροξύνοντος αὐτὸν διὰ τὴν ἰδίαν διαφοράν, ἣν εἶχε πρὸς τοὺς Πριηνεῖς. [7] πολλῶν δὲ καὶ σωμάτων καὶ θρεμμάτων ἀπολομένων καὶ πρὸς τῇ πόλει πτωμάτων γενομένων, ἀμύνασθαι μὲν οὐχ οἷοί τ᾽ ἦσαν οἱ Πριηνεῖς, ἐπρέσβευον δὲ καὶ πρὸς Ῥοδίους, μετὰ δὲ ταῦτ᾽ ἐπὶ Ῥωμαίους κατέφυγον. [8] οἱ δ᾽ οὐ προσεῖχον τοῖς λεγομένοις. καὶ Πριηνεῖς μὲν μεγάλας ἔχοντες ἐλπίδας ἐπὶ τῷ πλήθει τῶν χρημάτων τοῖς ἐναντίοις ἐνεκύρησαν: [9] τῷ μὲν γὰρ Ὀροφέρνει τὴν παραθήκην ἀπέδωκαν, ὑπὸ δὲ τοῦ βασιλέως Ἀριαράθου ἱκαναῖς τισι βλάβαις περιέπεσον ἀδίκως διὰ τὴν παραθήκην.
[1] B. Olymp. 156, 2. I. Res Italiae ὅτι τῶν περὶ τὸν Ὁρτήσιον καὶ Αὐρογκολήιον παραγεγονότων ἐκ τοῦ Περγάμου καὶ διασαφούντων τήν τε τοῦ Προυσίου καταφρόνησιν τῶν τῆς συγκλήτου παραγγελμάτων, [2] καὶ διότι παρασπονδήσας καὶ συγκλείσας εἰς τὸ Πέργαμον αὐτούς τε καὶ τοὺς περὶ τὸν Ἄτταλον πᾶσαν βίαν ἐνεδείξατο καὶ παρανομίαν, [3] ἡ σύγκλητος ὀργισθεῖσα καὶ βαρέως φέρουσα τὸ γεγονὸς ἐξ αὐτῆς δέκα πρεσβευτὰς κατέστησε τοὺς περὶ Λεύκιον Ἀνίκιον καὶ Γάιον Φάννιον καὶ Κόιντον Φάβιον Μάξιμον, [4] καὶ παραχρῆμ᾽ ἐξαπέστειλεν, ἐντολὰς αὐτοῖς δοῦσα διαλῦσαι τὸν πόλεμον καὶ τὸν Προυσίαν ἀναγκάσαι δίκας ὑποσχεῖν Ἀττάλῳ τῶν κατὰ πόλεμον ἀδικημάτων. —
[1] ὅτι κατὰ τὸν αὐτὸν καιρὸν ἧκον πρεσβευταὶ καὶ παρὰ Μασσαλιητῶν, [2] οἳ πάλαι μὲν κακῶς πάσχοντες ὑπὸ τῶν Λιγυστίνων, τότε δὲ συγκλειόμενοι τελέως, καὶ πρὸς τούτοις καὶ πολιορκουμένων τῶν πόλεων Ἀντιπόλεως καὶ Νικαίας, ἐξαπέστειλαν πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς τά τε γινόμενα διασαφήσοντας καὶ δεησομένους σφίσι βοηθεῖν. [3] ὧν καὶ παρελθόντων εἰς τὴν σύγκλητον, ἔδοξε τῷ συνεδρίῳ πρεσβευτὰς πέμψαι τοὺς ἅμα μὲν αὐτόπτας ἐσομένους τῶν γινομένων, ἅμα δὲ πειρασομένους λόγῳ διορθώσασθαι τῶν βαρβάρων τὴν ἄγνοιαν. —
[1] ὅτι τῶν Μασσαλιητῶν διαπρεσβευσαμένων πρὸς Ῥωμαίους κακῶς πάσχειν αὑτοὺς ὑπὸ τῶν Λιγυστίνων, παραχρῆμα κατέστησαν Φλαμίνιον καὶ Ποπίλιον Λαινᾶτον καὶ Λεύκιον Πόπιον πρεσβευτάς. [2] οἳ καὶ πλέοντες μετὰ τῶν Μασσαλιητῶν προσέσχον τῆς Ὀξυβίων χώρας κατὰ πόλιν Αἴγιτναν. [3] οἱ δὲ Λιγυστῖνοι προακηκοότες ὅτι πάρεισιν ἐπιτάξοντες αὐτοῖς λύειν τὴν πολιορκίαν, τοὺς μὲν ἄλλους ἔτι καθορμιζομένους ἐπελθόντες ἐκώλυσαν τῆς ἀποβάσεως, [4] τὸν δὲ Φλαμίνιον καταλαβόντες ἀποβεβηκότα καὶ τὰς ἀποσκευὰς ἀποτεθειμένον, τὰς μὲν ἀρχὰς ἐκέλευον αὐτὸν ἐκ τῆς χώρας ἀπολύεσθαι, τοῦ δὲ παρακούοντος ἤρξαντο τὰ σκεύη διαρπάζειν. [5] τῶν δὲ παίδων καὶ τῶν ἀπελευθέρων ἀντιποιουμένων καὶ κωλυόντων, ἀπεβιάζοντο καὶ προσέφερον τούτοις τὰς χεῖρας. [6] ἐν ᾧ καιρῷ καὶ τοῦ Φλαμινίου βοηθοῦντος τοῖς ἰδίοις, τοῦτον μὲν κατέτρωσαν, δύο δὲ τῶν οἰκετῶν κατέβαλον, τοὺς δὲ λοιποὺς κατεδίωξαν εἰς τὴν ναῦν, ὡς τὸν Φλαμίνιον μόγις ἀποκόψαντα τἀπίγυα καὶ τὰς ἀγκύρας διαφυγεῖν τὸν κίνδυνον. [7] οὗτος μὲν ἀποκομισθεὶς εἰς Μασσαλίαν ἐθεραπεύετο μετὰ πάσης ἐπιμελείας: [8] ἡ δὲ σύγκλητος πυθομένη τὰ γεγονότα παραχρῆμα τὸν ἕνα τῶν ὑπάτων Κόιντον Ὀπ�
�μιον ἐξαπέστελλε μετὰ δυνάμεως πολεμήσοντα τοῖς Ὀξυβίοις καὶ Δεκιήταις.
[1] ὁ δὲ Κόιντος συναθροίσας τὰς δυνάμεις εἰς τὴν τῶν Πλακεντίνων πόλιν καὶ ποιησάμενος τὴν πορείαν διὰ τῶν Ἀπεννίνων ὀρῶν ἧκεν εἰς τοὺς Ὀξυβίους. [2] στρατοπεδεύσας δὲ παρὰ τὸν Ἄπρωνα ποταμὸν ἀνεδέχετο τοὺς πολεμίους, πυνθανόμενος αὐτοὺς ἁθροίζεσθαι καὶ προθύμους εἶναι πρὸς τὸ διακινδυνεύειν. [3] καὶ προσαγαγὼν τὴν στρατιὰν ὁ Κόιντος πρὸς τὴν Αἴγιτναν, ἐν ᾗ συνέβη τοὺς πρεσβευτὰς παρασπονδηθῆναι, τὴν πόλιν κατὰ κράτος ἑλὼν ἐξηνδραποδίσατο καὶ τοὺς ἀρχηγοὺς τῆς ὕβρεως ἀπέστειλε δεσμίους εἰς τὴν Ῥώμην. [4] καὶ ταῦτα διαπραξάμενος ἀπήντα τοῖς πολεμίοις. [5] οἱ δ᾽ Ὀξύβιοι νομίζοντες ἀπαραίτητον αὑτοῖς εἶναι τὴν εἰς τοὺς πρεσβευτὰς ἁμαρτίαν, παραλόγῳ τινὶ χρησάμενοι θυμῷ καὶ λαβόντες ὁρμὴν παραστατικήν, πρὶν ἢ τοὺς Δεκιήτας αὐτοῖς συμμῖξαι, περὶ τετρακισχιλίους ἁθροισθέντες ὥρμησαν ἐπὶ τοὺς πολεμίους. [6] ὁ δὲ Κόιντος ἰδὼν τὴν ἔφοδον καὶ τὸ θράσος τῶν βαρβάρων τὴν μὲν ἀπόνοιαν αὐτῶν κατεπλάγη, θεωρῶν δὲ μηδενὶ λόγῳ ταύτῃ χρωμένους τοὺς ἐχθροὺς εὐθαρσὴς ἦν, ἅτε τριβὴν ἐν πράγμασιν ἔχων καὶ τῇ φύσει διαφερόντως ἀγχίνους ὑπάρχων. [7] διόπερ ἐξαγαγὼν τὴν αὑτοῦ στρατιὰν καὶ παρακαλέσας τὰ πρέποντα τοῖς καιροῖς ᾔει βάδην ἐπὶ τοὺς πολεμίους. [8] χρησάμενος δὲ συντόνῳ προσβολῇ ταχέως ἐνίκησε τοὺς ἀντιταξαμένους καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, τοὺς δὲ λοιποὺς ἠνάγκασε φυγεῖν προτροπάδην. [9] οἱ δὲ Δεκιῆται συνηθροισμένοι παρῆσαν, ὡς μεθέξοντες τοῖς Ὀξυβίοις τῶν αὐτῶν κινδύνων: [10] ὑστερήσαντες δὲ τῆς μάχης τούς τε φεύγοντας ἐξεδέξαντο καὶ μετ᾽ ὀλίγον συνέβαλον τοῖς Ῥωμαίοις μετὰ μεγάλης ὁρμῆς καὶ προθυμίας. [11] ἡττηθέντες δὲ τῇ μάχῃ παραυτίκα πάντες παρέδωκαν σφᾶς αὐτοὺς καὶ τὴν πόλιν εἰς τὴν Ῥωμαίων πίστιν. [12] ὁ δὲ Κόιντος κύριος γενόμενος τούτων τῶν ἐθνῶν παραυτίκα μὲν τῆς χώρας ὅσην ἐνεδέχετο προσέθηκε τοῖς Μασσαλιήταις, εἰς δὲ τὸ μέλλον ὅμηρα τοὺς Λιγυστίνους ἠνάγκασε διδόναι κατά τινας τακτοὺς χρόνους τοῖς Μασσαλιήταις: [13] αὐτὸς δὲ παροπλίσας τοὺς ἀντιταξαμένους καὶ διελὼν τὴν δύναμιν ἐπὶ τὰς πόλεις αὐτοῦ τὴν παραχειμασίαν ἐποιήσατο. [14] καὶ ταῦτα μὲν ὀξεῖαν ἔλαβε καὶ τὴν ἀρχὴν καὶ τὴν συντέλειαν. —
[1] ὅτι κατὰ τοὺς καιρούς, καθ᾽ οὓς ἐξέπεμψεν ἡ σύγκλητος τὸν Ὀπίμιον ἐπὶ τὸν τῶν Ὀξυβίων πόλεμον, ἧκε Πτολεμαῖος ὁ νεώτερος εἰς τὴν Ῥώμην, [2] καὶ παρελθὼν εἰς τὴν σύγκλητον ἐποιεῖτο κατηγορίαν τἀδελφοῦ, φέρων τὴν αἰτίαν τῆς ἐπιβουλῆς ἐπ᾽ ἐκεῖνον. [3] ἅμα δὲ τὰς ἐκ τῶν τραυμάτων οὐλὰς ὑπὸ τὴν ὄψιν δεικνὺς καὶ τὴν λοιπὴν δεινολογίαν ἀκόλουθον τούτοις διατιθέμενος ἐξεκαλεῖτο τοὺς ἀνθρώπους πρὸς ἔλεον. [4] ἧκον δὲ καὶ παρὰ τοῦ πρεσβυτέρου πρέσβεις οἱ περὶ τὸν Νεολαΐδαν καὶ Ἀνδρόμαχον, ἀπολογούμενοι πρὸς τὰς ὑπὸ τἀδελφοῦ γενομένας κατηγορίας. [5] ὧν ἡ σύγκλητος οὐδ᾽ ἀνέχεσθαι δικαιολογουμένων ἠβουλήθη, προκατειλημμένη ταῖς ὑπὸ τοῦ νεωτέρου διαβολαῖς: ἀλλὰ τούτοις μὲν ἐπανάγειν ἐκ τῆς Ῥώμης προσέταξεν ἐξ αὐτῆς, [6] τῷ δὲ νεωτέρῳ πέντε πρεσβευτὰς καταστήσασα τοὺς περὶ Γνάιον Μερόλαν καὶ Λεύκιον Θέρμον καὶ πεντήρη δοῦσα τῶν πρεσβευτῶν ἑκάστῳ, τούτοις μὲν παρήγγειλε κατάγειν Πτολεμαῖον εἰς Κύπρον, [7] τοῖς δὲ κατὰ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν συμμάχοις ἔγραψαν ἐξεῖναι συμπράττειν τῷ Πτολεμαίῳ τὰ κατὰ τὴν κάθοδον.
[1] II. Res Pergami ὅτι κατὰ τὴν Ἀσίαν Ἄτταλος ἔτι κατὰ χειμῶνα συνήθροιζε μεγάλας δυνάμεις, ἅτε καὶ τῶν περὶ τὸν Ἀριαράθην καὶ τὸν Μιθριδάτην ἐξαπεσταλκότων αὐτῷ στρατιὰν ἱππέων καὶ πεζῶν κατὰ τὴν συμμαχίαν, ὧν ἡγεῖτο Δημήτριος Ἀριαράθου. ὄντος δὲ περὶ ταύτας αὐτοῦ τὰς κατασκευάς, [2] ἧκον ἐκ τῆς Ῥώμης οἱ δέκα πρέσβεις, οἳ καὶ συμμίξαντες αὐτῷ περὶ Κάδους καὶ κοινολογηθέντες περὶ τῶν πραγμάτων ὥρμησαν πρὸς τὸν Προυσίαν. [3] ἐπειδὴ δὲ συνέμιξαν, διεσάφουν αὐτῷ τὰ παρὰ τῆς συγκλήτου μετὰ πολλῆς ἀνατάσεως. [4] ὁ δὲ Προυσίας ἔνια μὲν τῶν προσταττομένων προσεδέχετο, τοῖς δὲ πλείστοις ἀντέλεγε. [5] διόπερ οἱ Ῥωμαῖοι προσκόψαντες αὐτῷ τήν τε φιλίαν ἀπείπαντο καὶ τὴν συμμαχίαν, καὶ πάντες ἐξ αὐτῆς ἀπηλλάττοντο πάλιν ὡς τὸν Ἄτταλον. [6] ὁ δὲ Προυσίας μετανοήσας μέχρι μέν τινος ἐπηκολούθει λιπαρῶν, ἐπεὶ δ᾽ οὐδὲν ἤνυεν, ἀπαλλαγεὶς ἐν ἀμηχανίαις ἦν. [7] οἱ δὲ Ῥωμαῖοι τὸν μὲν Ἄτταλον ἐκέλευον προκαθίσαντα τῆς αὑτοῦ χώρας μετὰ δυνάμεως αὐτὸν μὲν μὴ κατάρχειν τοῦ πολέμου, ταῖς δὲ πόλεσι ταῖς αὑτοῦ καὶ ταῖς κώμαις τὴν ἀσφάλειαν παρασκευάζειν: [8] αὐτοὶ δὲ μερίσαντες σφᾶς αὐτούς, οἱ μὲν ἔπλεον κατὰ σπουδὴν ἀπαγγελοῦντες τῇ συγκλήτῳ τὴν ἀπείθειαν τοῦ Προυσίου, τινὲς δ᾽ ἐπὶ τῆς Ἰωνίας ἐχωρίσθησαν, ἕτεροι δ᾽ ἐφ᾽ Ἑλλησπόντου καὶ τῶν κατὰ τὸ Βυζάντιον τόπων, μίαν ἔχοντες καὶ τὴν αὐτὴν πρόθεσιν ἅπαντες, [9] ἀπὸ μὲν τῆς Προυσίου φιλίας καὶ συμμαχίας ἀποκαλεῖν τοὺς ἀνθρώπους, Ἀττάλῳ δὲ προσνέμειν τὴν εὔνοιαν καὶ συμμαχεῖν κατὰ δύναμιν. —
[1] κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀθήναιος κατέπλευσε να�
�σὶ καταφράκτοις ὀγδοήκοντα: [2] ὧν αἱ πέντε μὲν τετρήρεις ἦσαν Ῥοδίων τῶν ἀποσταλεισῶν εἰς τὸν Κρητικὸν πόλεμον, εἴκοσι δὲ Κυζικηνῶν, ἑπτὰ δ᾽ ἐπὶ ταῖς εἴκοσι τῶν περὶ τὸν Ἄτταλον, αἱ δὲ λοιπαὶ τῶν ἄλλων συμμάχων. [3] ποιησάμενος δὲ τὸν πλοῦν ἐφ᾽ Ἑλλησπόντου καὶ συνάψας ταῖς πόλεσι ταῖς ὑπὸ Προυσίαν ταττομέναις ἀποβάσεις τε συνεχεῖς ἐποιεῖτο καὶ κακῶς διετίθει τὴν χώραν. [4] ἡ δὲ σύγκλητος διακούσασα τῶν παρὰ τοῦ Προυσίου πρεσβευτῶν ἀνακεχωρηκότων ἐξ αὐτῆς τρεῖς ἄλλους ἀπέστειλεν, Ἄππιόν τε τὸν Κλαύδιον καὶ Λεύκιον Ὄππιον καὶ Αὖλον Ποστόμιον. [5] οἳ καὶ παραγενόμενοι πρὸς τὴν Ἀσίαν διέλυσαν τὸν πόλεμον, εἰς τὰς τοιαύτας συνθήκας ἐπαγαγόμενοι τοὺς βασιλέας ἀμφοτέρους, [6] ὥστε παραχρῆμα μὲν εἴκοσι καταφράκτους νῆας ἀποδοῦναι Προυσίαν Ἀττάλῳ, πεντακόσια δὲ τάλαντα κατενεγκεῖν ἐν ἔτεσιν εἴκοσι: [7] τὴν δὲ χώραν ἀμφοτέρους ἔχειν ἣν καὶ πρότερον εἶχον, ὅτ᾽ εἰς τὸν πόλεμον ἐνέβαινον. [8] διορθώσασθαι δὲ Προυσίαν καὶ τὴν καταφθορὰν τῆς χώρας τῆς τε Μηθυμναίων καὶ τῶν Αἰγαιέων καὶ τῆς Κυμαίων καὶ Ἡρακλειωτῶν, ἑκατὸν τάλαντα δόντα τοῖς προειρημένοις. [9] γραφεισῶν δ᾽ ἐπὶ τούτοις τῶν συνθηκῶν, ἀπῆγον τὰς δυνάμεις εἰς τὴν οἰκείαν οἱ περὶ τὸν Ἄτταλον, τὰς ναυτικὰς καὶ τὰς πεζικάς. [10] καὶ τῆς μὲν Ἀττάλου καὶ Προυσίου διαφορᾶς τοιοῦτος ὅ τε κατὰ μέρος χειρισμὸς ἐγενήθη τῶν πράξεων ***