Book Read Free

Complete Works of Achilles Tatius

Page 26

by Achilles Tatius


  Εἶχε δ̓ ὁ Σάτυρος τοῦ φαρμάκου λείψανον, ᾧ τὸν Κώνωπα ἦν κατακοιμίσας: τούτου διακονούμενος ἡμῖν ἐγχεῖ λαθὼν κατὰ τῆς κύλικος τῆς τελευταίας, ἣν τῇ Πανθείᾳ προσέφερεν: ἡ δὲ ἀναστᾶσα ᾤχετο εἰς τὸν θάλαμον ἑαυτῆς καὶ εὐθὺς ἐκάθευδεν. [2] Εἶχε δὲ ἑτέραν ἡ Λευκίππη θαλαμηπόλον, ἣν τῷ αὐτῷ φαρμάκῳ καταβαπτίσας ὁ Σάτυρος (προσεπεποίητο γὰρ καὶ αὐτῆς, ἐξ οὗ τῷ θαλάμῳ προσεληλύθει, ἐρᾶν) ἐπὶ τὴν τρίτην θήραν ἔρχεται τὸν θυρωρόν: κἀκεῖνον βεβλήκει τῷ αὐτῷ πώματι. [3] Ὄχημα δὲ εὐτρεπὲς ἡμᾶς πρὸ τῶν πυλῶν ἐξεδέχετο, ὅπερ ὁ Κλεινίας παρεσκεύασε, καὶ ἔφθασεν ἡμᾶς ἐπ̓ αὐτοῦ περιμένων αὐτός. Ἐπεὶ δὲ πάντες ἐκάθευδον, περὶ πρώτας νυκτὸς φυλακὰς προῇμεν ἀψοφητί, Λευκίππην τοῦ Σατύρου χειραγωγοῦντος. [4] Καὶ γὰρ ὁ Κώνωψ, ὅσπερ ἡμῖν ἐφήδρευε, κατὰ τύχην ἐκείνην ἀπεδήμει τὴν ἡμέραν τῇ δεσποίνῃ διακονησόμενος. Ἀνοίγει δὴ τὰς θύρας ὁ Σάτυρος καὶ προήλθομεν: ὡς δὲ παρῇμεν ἐπὶ τὰς πύλας, ἐπέβημεν τοῦ ὀχήματος. [5] Ἦμεν δὲ οἱ πάντες ἕξ, ἡμεῖς καὶ ὁ Κλεινίας καὶ δύο θεράποντες αὐτοῦ. Ἐλαύνομεν οὖν τὴν ἐπὶ Σιδῶνος καὶ περὶ μοίρας τῆς νυκτὸς δύο παρῇμεν ἐπὶ τὴν πόλιν καὶ εὐθὺς ἐπὶ Βηρυτοῦ τὸν δρόμον ἐποιούμεθα, νομίζοντες εὑρήσειν ἐκεῖ ναῦν ἐφορμοῦσαν. [6] Καὶ οὐκ ἠτυχήσαμεν: ὡς γὰρ ἐπὶ τοῦ Βηρυτίων λιμένος ἤλθομεν, ἀναγόμενον σκάφος εὕρομεν, ἄρτι τὰ πρυμνήσια μέλλον ἀπολύειν. Μηδὲν οὖν ἐρωτήσαντες ποῖ πλεῖ, μετεσκευαζόμεθα ἐπὶ τὴν θάλατταν ἐκ τῆς γῆς, καὶ ἦν ὁ καιρὸς μικρὸν ἄνω τῆς ἕω. Ἔπλει δὲ τὸ πλοῖον εἰς Ἀλεξάνδρειαν, τὴν μεγάλην τοῦ Νείλου πόλιν.

  Ἔχαιρόν τὸ πρῶτον ὁρῶν τὴν θάλατταν οὔπω πελαγίζοντος τοῦ σκάφους, ἀλλ̓ ἔτι τοῖς λιμέσιν ἐποχουμένου. Ὡς δὲ ἔδοξεν οὔριον εἶναι πρὸς ἀναγωγὴν τὸ πνεῦμα, θόρυβος ἦν πολὺς κατὰ τὸ σκάφος, τῶν ναυτῶν διαθεόντων, τοῦ κυβερνήτου κελεύοντος, [2] ἑλκομένων τῶν κάλων: ἡ κεραία περιήγετο, τὸ ἱστίον καθίετο, ἡ ναῦς ἀπεσαλεύετο, τὰς ἀγκύρας ἀνέσπων, ὁ λιμὴν κατελείπετο: τὴν γῆν ἑωρῶμεν ἀπὸ τῆς νεὼς κατὰ μικρὸν ἀναχωροῦσαν, ὡς αὐτὴν πλέουσαν: παιανισμὸς ἦν καὶ πολλή τις εὐχή, θεοὺς σωτῆρας καλούντων καὶ εὐφημούντων αἴσιον τὸν πλοῦν γενέσθαι: τὸ πνεῦμα ᾔρετο σφοδρότερον, τὸ ἱστίον ἐκυρτοῦτο καὶ εἷλκε τὴν ναῦν.

  Ἔτυχε δέ τις ἡμῖν νεανίσκος παρασκηνῶν, ὃς ἐπεὶ καιρὸς ἦν ἀρίστου, φιλοφρονούμενος ἡμᾶς συναριστᾶν ἠξίου. Καὶ ἡμῖν δ̓ ὁ Σάτυρος παρέφερεν: ὥστε εἰς μέσον καταθέμενοι ἃ εἴχομεν, τὸ ἄριστον ἐκοινοῦμεν, ἤδη δὲ καὶ λόγον. [2] Λέγω δὴ πρῶτος ‘πόθεν, ὦ νεανίσκε, καὶ τίνα σε δεῖ καλεῖν;’ ‘Ἐγὼ Μενέλαος’ εἶπεν, ‘τὸ δὲ γένος Αἰγύπτιος. Τὰ δὲ ὑμέτερα τίνα;’ ‘Ἐγὼ Κλειτοφῶν, [3] οὗτος Κλεινίας, Φοίνικες ἄμφω.’ ‘Τίς οὖν ἡ πρόφασις ὑμῖν τῆς ἀποδημίας;’ ‘Ἢν σὺ πρῶτος ἡμῖν φράσῃς, καὶ τὰ παῤ ἡμῶν ἀκούσῃ.’

  Λέγει οὖν ὁ Μενέλαος ‘τὸ μὲν κεφάλαιον τῆς ἐμῆς ἀποδημίας ἔρως βάσκανος καὶ θήρα δυστυχής. Ἤρων μειρακίου καλοῦ, τὸ δὲ μειράκιον φιλόθηρον ἦν. Ἐπεῖχον τὰ πολλά, κρατεῖν οὐκ ἠδυνάμην: ὡς δ̓ οὐκ ἔπειθον, εἱπόμην ἐπὶ τὰς ἄγρας κἀγώ. [2] Ἐθηρῶμεν οὖν ἱππεύοντες ἄμφω καὶ τὰ πρῶτα εὐτυχοῦμεν, [3] τὰ λεπτὰ διώκοντες τῶν θηρίων. Ἐξαίφνης δὲ σῦς τῆς ὕλης προπηδᾷ, καὶ τὸ μειράκιον ἐδίωκε: καὶ ὁ σῦς ἐπιστρέφει τὴν γένυν καὶ ἀντιπρόσωπος ἐχώρει δρόμῳ, καὶ τὸ μειράκιον οὐκ ἐξετρέπετο, βοῶντος ἐμοῦ καὶ κεκραγότος ‘ἕλκε τὸν ἵππον, μετένεγκε τὰς ἡνίας, πονηρὸν τὸ θηρίον:’ ᾄξας δὲ ὁ σῦς σπουδῇ ἔτρεχεν ὡς ἐπ̓ αὐτό. [4] Καὶ οἱ μὲν συνέπιπτον ἀλλήλοις, ἐμὲ δὲ τρόμος, ὡς εἶδον, λαμβάνει καὶ φοβούμενος μὴ φθάσῃ τὸ θηρίον καὶ πατάξῃ τὸν ἵππον, ἐναγκυλησάμενος τὸ ἀκόντιον, πρὶν ἀκριβῶς καταστοχάσασθαι τοῦ σκοποῦ, πέμπω τὸ βέλος, τὸ δὲ μειράκιον παραθέον ἁρπάζει τὴν βολήν. [5] Τίνα οἴει με τότε ψυχὴν ἔχειν, εἰ καὶ ψυχὴν εἶχον ὅλως; Τὸ δὲ οἰκτρότερον, τὰς χεῖρας ὤρεγέ μοι μικρὸν ἔτι ἐμπνέων καὶ περιέβαλλε καὶ ἀποθνήσκων οὐκ ἐμίσει με τὸν πονηρὸν ὁ ὑπ̓ ἐμοῦ πεφονευμένος, ἀλλὰ τὴν ψυχὴν ἀφῆκε τῇ φονευσάσῃ περιπλεκόμενος δεξιᾷ. [6] Ἄγουσιν οὖν με ἐπὶ τὸ δικαστήριον οἱ τοῦ μειρακίου γονεῖς οὐκ ἄκοντα: καὶ γὰρ παρελθὼν ἀπελογούμην οὐδέν, θανάτου δὲ ἐτιμώμην ἐμαυτῷ. Ἐλεήσαντες οὖν οἱ δικασταὶ προσετίμησάν μοι τριετῆ φυγήν: ἧς νῦν τέλος ἐχούσης, αὖθις ἐπὶ τὴν ἐμαυτοῦ καταίρω.’ [7] Ἐπεδάκρυσεν ὁ Κλεινίας αὐτοῦ λέγοντος Πάτροκλον πρόφασιν, ἀναμνησθεὶς Χαρικλέους: καὶ ὁ Μενέλαος ‘τἀμὰ δακρύεις’ ἔφη ‘ἢ καὶ σέ τι τοιοῦτον ἐξήγαγε;’ Στενάξας οὖν ὁ Κλεινίας καταλέγει τὸν Χαρικλέα καὶ τὸν ἵππον, κἀγὼ τἀμαυτοῦ.

  Ὁρῶν οὖν ἐγὼ τὸν Μενέλαον κατηφῆ πάνυ τῶν ἑαυτοῦ μεμνημένον, τὸν δὲ Κλεινίαν ὑποδακρύοντα μνήμῃ Χαρικλέους, βουλόμενος αὐτοὺς τῆς λύπης ἀπαγαγεῖν, ἐμβάλλω λόγον ἐρωτικῆς ἐχόμενον ψυχαγωγίας: καὶ γὰρ οὐδὲ ἡ Λευκίππη παρῆν, ἀλλ̓ ἐν μυχῷ ἐκάθευδε τῆς νεώς. [2] Λέγω δὴ πρὸς αὐτοὺς ὑπομειδιῶν ‘ὡς παρὰ πολὺ κρατεῖ μου Κλεινίας: ἐβούλετο γὰρ λέγειν κατὰ γυναικῶν, ὥσπερ εἰώθει. Ῥᾷον δ̓ ἂν εἴποι νῦν ἤτοι ὡς κοινωνὸν ἔρωτος εὑρών. [3] Οὐκ οἶδα
γὰρ πῶς ἐπιχωριάζει νῦν ὁ εἰς τοὺς ἄρρενας ἔρως.’ (Οὐ γὰρ πολὺ ἄμεινον) ὁ Μενέλαος ἔφη ‘τοῦτο ἐκείνου; καὶ γὰρ ἁπλούστεροι παῖδες γυναικῶν, καὶ τὸ κάλλος αὐτοῖς δριμύτερον εἰς ἡδονήν.’ [4] ‘Πῶς δριμύτερον’ ἔφην ‘εἴγε παρακῦψαν μόνον οἴχεται καὶ οὐκ ἀπολαῦσαι δίδωσι τῷ φιλοῦντι, ἀλλ̓ ἔοικε τῷ τοῦ Ταντάλου πώματι; [5] πολλάκις γὰρ ἐν ᾧ πίνεται πέφευγε, καὶ ἀπῆλθεν ὁ ἐραστὴς οὐχ εὑρὼν πιεῖν: τὸ δὲ ἔτι πινόμενον ἁρπάζεται πρὶν ἂν ὁ πίνων κορεσθῇ, καὶ οὐκ ἔστιν ἀπὸ παιδὸς ἀπελθεῖν ἐραστὴν ἄλυπον ἔχοντα τὴν ἡδονήν: καταλείπει γὰρ ἔτι διψῶντα.’

  Καὶ ὁ Μενέλαος ‘ἀγνοεῖς, ὦ Κλειτοφῶν’ ἔφη ‘τὸ κεφάλαιον τῆς ἡδονῆς. Ποθεινὸν γὰρ ἀεὶ τὸ ἀκόρεστον. Τὸ μὲν γὰρ εἰς χρῆσιν χρονιώτερον τῷ κόρῳ μαραίνει τὸ τερπνόν, τὸ δὲ ἁρπαζόμενον καινόν ἐστιν ἀεὶ καὶ μᾶλλον ἀνθεῖ: οὐ γὰρ γεγηρακυῖαν ἔχει τὴν ἡδονήν, καὶ ὅσον ἐλαττοῦται τῷ χρόνῳ, [2] τοσοῦτον εἰς μέγεθος ἐκτείνεται πόθῳ. Καὶ τὸ ῥόδον διὰ τοῦτο τῶν ἄλλων εὐμορφότερόν ἐστι φυτῶν, ὅτι τὸ κάλλος αὐτοῦ φεύγει ταχύ. Δύο γὰρ ἐγὼ νομίζω κατ̓ ἀνθρώπους κάλλη πλανᾶσθαι, τὸ μὲν οὐράνιον, τὸ δὲ πάνδημον. [3] Ἀλλὰ τὸ μὲν οὐράνιον ἄχθεται θνητῷ σκήνει δεδεμένον καὶ ζητεῖ πρὸς οὐρανὸν ταχὺ φεύγειν: τὸ δὲ πάνδημον ἔρριπται κάτω καὶ ἐγχρονίζει περὶ τοῖς σώμασιν. Εἰ δὲ καὶ ποιητὴν δεῖ λαβεῖν μάρτυρα τῆς οὐρανίας τοῦ κάλλους ἀνόδου, ἄκουσον Ὁμήρου λέγοντος τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν κάλλεος εἵνεκα οἷο, ἵν̓ ἀθανάτοισι μετείη. [4] Οὐδεμία δὲ ἀνέβη ποτὲ εἰς οὐρανὸν διὰ κάλλος γυνή. Καὶ γὰρ γυναιξὶ κεκοινώνηκεν ὁ Ζεύς. Ἀλλ̓ Ἀλκμήνην μὲν ἔχει πένθος καὶ φυγή, Δανάην δὲ λάρναξ καὶ θάλασσα, Σεμέλη δὲ πυρὸς γέγονε τροφή: ἂν δὲ μειρακίου Φρυγὸς ἐρασθῇ, τὸν οὐρανὸν αὐτῷ δίδωσιν, ἵνα καὶ συνοικῇ καὶ οἰνοχόον ἔχῃ τοῦ νέκταρος: ἡ δὲ πρότερον διάκονος τῆς τιμῆς ἐξέωσται: ἦν γάρ, οἶμαι, γυνή.’

  Ὑπολαβὼν οὖν ἐγὼ ‘καὶ μὴν οὐράνιον’ ἔφην ‘ἔοικε μᾶλλον εἶναι τὸ τῶν γυναικῶν κάλλος, ὅσον μὴ ταχὺ φθείρεται. Ἐγγὺς γὰρ τοῦ θείου τὸ ἄφθαρτον, τὸ δὲ κινούμενον ἐν φθορᾷ θνητὴν φύσιν μιμούμενον οὐκ οὐράνιόν ἐστιν ἀλλὰ πάνδημον. [2] Ἠράσθη μειρακίου Φρυγός, ἀνήγαγεν εἰς οὐρανὸν τὸν Φρύγα: τὸ δὲ κάλλος τῶν γυναικῶν αὐτὸν τὸν Δία κατήγαγεν ἐξ οὐρανοῦ. Διὰ γυναῖκά ποτε Ζεὺς ἐμυκήσατο, διὰ γυναῖκά ποτε Σάτυρον ὠρχήσατο, καὶ χρυσὸν πεποίηκεν ἑαυτὸν ἄλλῃ γυναικί. [3] Οἰνοχοείτω μὲν Γανυμήδης, μετὰ δὲ τῶν θεῶν Ἥβη πινέτω, ἵνα ἔχῃ μειράκιον διάκονον γυνή. Ἐλεῶ δὲ αὐτοῦ τὴν ἁρπαγήν. Ὄρνις ἐπ̓ αὐτὸν κατέβη ὠμηστής, ὁ δὲ ἀνάρπαστος γενόμενος ὑβρίζεται καὶ ἔοικεν ἐσταυρουμένῳ: καὶ τὸ θέαμά ἐστιν αἴσχιστον, μειράκιον ἐξ ὀνύχων κρεμάμενον. [4] Σεμέλην δὲ εἰς οὐρανὸν ἀνήγαγεν οὐκ ὄρνις ὠμηστής, ἀλλὰ πῦρ: καὶ μὴ θαυμάσῃς εἰ διὰ πυρός τις ἀναβαίνει εἰς οὐρανόν: οὕτως ἀνέβη Ἡρακλῆς. Εἰ δὲ Δανάης τὴν λάρνακα γελᾷς, πῶς τὸν Περσέα σιωπᾷς; Ἀλκμήνῃ δὲ τοῦτο μόνον δῶρον ἀρκεῖ, ὅτι δἰ αὐτὴν ἔκλεψεν ὁ Ζεὺς τρεῖς ὅλους ἡλίους. [5] Εἰ δὲ δεῖ μεθέντα τὰς μυθολογίας αὐτὴν εἰπεῖν τὴν ἐν τοῖς ἔργοις ἡδονήν, ἐγὼ μὲν πρωτόπειρος ὢν εἰς γυναῖκας, ὅσον ὁμιλῆσαι ταῖς εἰς Ἀφροδίτην πωλουμέναις: ἄλλος γὰρ ἂν ἴσως εἰπεῖν τι καὶ πλέον ἔχοι μεμυημένος: εἰρήσεται δέ μοι, κἂν μετρίως ἔχω πείρας. [6] Γυναικὶ μὲν οὖν ὑγρὸν μὲν τὸ σῶμα ἐν ταῖς συμπλοκαῖς, μαλθακὰ δὲ τὰ χείλη πρὸς τὰ φιλήματα. Καὶ διὰ τοῦτο μὲν ἔχει τὸ σῶμα ἐν τοῖς ἀγκαλίσμασιν, ἐν δὲ ταῖς σαρξὶν ὅλως ἐνηρμοσμένον, καί πως ἐγκείμενον περιβάλλει τὴν ἡδονήν. [7] Ἐνστίζει δὲ τοῖς χείλεσιν ὥσπερ σφραγῖδας τὰ φιλήματα, φιλεῖ δὲ τέχνῃ καὶ σκευάζει τὸ φίλημα γλυκύτερον. Οὐ γὰρ μόνον ἐθέλει φιλεῖν τοῖς χείλεσιν, ἀλλὰ καὶ τοῖς ὀδοῦσι συμβάλλεται καὶ περὶ τὸ τοῦ φιλοῦντος στόμα βόσκεται καὶ δάκνει τὰ φιλήματα. [8] Ἐν δὲ τῇ τῆς Ἀφροδίτης ἀκμῇ οἰστρεῖ μὲν ὑφ̓ ἡδονῆς, περικέχηνε δὲ φιλοῦσα καὶ μαίνεται: αἱ δὲ γλῶτται τοῦτον τὸν χρόνον φοιτῶσιν ἀλλήλαις εἰς ὁμιλίαν καὶ ὡς δύνανται βιάζονται κἀκεῖναι φιλεῖν: σὺ δὲ μείζονα ποιεῖς τὴν ἡδονὴν ἀνοίγων τὰ φιλήματα. [9] Πρὸς δὲ τὸ τέρμα τῆς Ἀφροδίτης ἡ γυνὴ γινομένη πέφυκεν ἀσθμαίνειν ὑπὸ καυματώδους ἡδονῆς, τὸ δὲ ἄσθμα σὺν πνεύματι ἐρωτικῷ μέχρι τῶν τοῦ στόματος χειλέων ἀναθορὸν συντυγχάνει πλανωμένῳ τῷ φιλήματι καὶ ζητοῦντι καταβῆναι κάτω: [10] ἀναστρέφον δὲ σὺν τῷ ἄσθματι τὸ φίλημα καὶ μιχθὲν ἕπεται καὶ βάλλει τὴν καρδίαν: ἡ δὲ ταραχθεῖσα τῷ φιλήματι πάλλεται. Εἰ δὲ μὴ τοῖς σπλάγχνοις ἦν δεδεμένη, ἠκολούθησεν ἂν ἑλκυσθεῖσα ἄνω τοῖς φιλήμασι. Παίδων δὲ φιλήματα μὲν ἀπαίδευτα, περιπλοκαὶ δ̓ ἀμαθεῖς, Ἀφροδίτη δὲ ἀργή, ἡδονῆς δ̓ οὐδέν.’

  Καὶ ὁ Μενέλαος ‘ἀλλὰ σύ μοι δοκεῖς’ ἔφη ‘μὴ πρωτόπειρος ἀλλὰ γέρων εἰς Ἀφροδίτην τυγχάνειν: τοσαύτας ἡμῶν κατέχεας γυναικῶν περιεργίας. Ἐν μέρει δὲ καὶ τὰ τῶν παίδων ἀντάκουσον. [2] Γυναικὶ μὲν γὰρ πάντα ἐπίπλαστα καὶ τὰ ῥήματα καὶ τὰ σχήματα: κἂν εἶναι δόξῃ καλή, τῶν ἀλειμμάτων ἡ πολυπράγμων μηχανή: καί ἐστιν αὐτῆς τὸ κάλλος ἢ
μύρων ἢ τριχῶν βαφῆς ἢ καὶ φιλημάτων: ἂν δὲ τῶν πολλῶν τούτων γυμνώσῃς δόλων, ἔοικε κολοιῷ γεγυμνωμένῳ τῶν τοῦ μύθου πτερῶν. [3] Τὸ δὲ κάλλος τὸ παιδικὸν οὐκ ἀρδεύεται μύρων ὄσφραις οὐδὲ δολεραῖς καὶ ἀλλοτρίαις ὀσμαῖς, πάσης δὲ γυναικῶν μυραλοιφίας ἥδιον ὄδωδεν ὁ τῶν παίδων ἱδρώς. [4] Ἔξεστι δὲ αὐτοῖς καὶ πρὸ τῆς ἐν Ἀφροδίτῃ συμπλοκῆς ἐν παλαίστρᾳ συμπεσεῖν καὶ φανερῶς περιχυθῆναι, καὶ οὐκ ἔχουσιν αἰσχύνην αἱ περιπλοκαί, καὶ οὐ μαλθάσσει τὰς ἐν Ἀφροδίτῃ περιπλοκὰς ὑγρότης σαρκῶν, ἀλλ̓ ἀντιτυπεῖ πρὸς ἄλληλα τὰ σώματα καὶ περὶ τῆς ἡδονῆς ἀθλεῖ. [5] Τὰ δὲ φιλήματα σοφίαν μὲν οὐκ ἔχει γυναικείαν οὐδὲ μαγγανεύει τοῖς χείλεσιν σινάμωρον ἀπάτην, ὡς δὲ οἶδε φιλεῖ, καὶ οὐκ ἔστι τέχνης ἀλλὰ τῆς φύσεως τὰ φιλήματα. Αὕτη δὲ παιδὸς φιλήματος εἰκών: εἰ νέκταρ ἐπήγνυτο καὶ χεῖλος ἐγίνετο, τοιαῦτα ἂν ἔσχες τὰ φιλήματα. Φιλῶν δὲ οὐκ ἂν ἔχοις κόρον, ἀλλ̓ ὅσον ἐμφορῇ, διψῇς ἔτι φιλεῖν, καὶ οὐκ ἂν ἀποσπάσειας τὸ στόμα, μέχρις ἂν ὑφ̓ ἡδονῆς ἐκφύγῃς τὰ φιλήματα.’

 

‹ Prev