Book Read Free

Complete Works of Achilles Tatius

Page 27

by Achilles Tatius


  BOOK III.

  Τρίτην δὲ ἡμέραν πλεόντων ἡμῶν, ἐξ αἰθρίας πολλῆς αἰφνίδιον ἀχλὺς περιχεῖται καὶ τῆς ἡμέρας ἀπωλώλει τὸ φῶς: ἐγείρεται δὲ κάτωθεν ἄνεμος ἐκ τῆς θαλάσσης κατὰ πρόσωπον τῆς νεώς, καὶ ὁ κυβερνήτης περιάγειν ἐκέλευσε τὴν κεραίαν. [2] Καὶ σπουδῇ περιῆγον οἱ ναῦται, πῇ μὲν τὴν ὀθόνην ἐπὶ θάτερα συνάγοντες ἄνω τοῦ κέρως βίᾳ (τὸ γὰρ πνεῦμα σφοδρότερον ἐμπεσὸν ἀνθέλκειν οὐκ ἐπέτρεπε), πῇ δὲ πρὸς θάτερον μέρος, φυλάττοντες τοῦ πρόσθεν μέτρου καθ̓ ὃ συνέβαινεν οὔριον εἶναι τῇ περιαγωγῇ τὸ πνεῦμα. [3] Κλίνεται δὲ κοῖλον τοιχίσαν τὸ σκάφος καὶ ἐπὶ θάτερα μετεωρίζεται καὶ πάντη πρηνὲς ἦν, καὶ ἐδόκει τοῖς πολλοῖς ἡμῶν περιτραπήσεσθαι καθάπαξ ἐμπίπτοντος τοῦ πνεύματος. Μετεσκευαζόμεθα οὖν ἅπαντες εἰς τὰ μετέωρα τῆς νεώς, ὅπως τὸ μὲν βαπτιζόμενον τῆς νεὼς ἀνακουφίσαιμεν, τὸ δὲ τῇ προσθήκῃ βιασάμενοι κατὰ μικρὸν καθέλοιμεν εἰς τὸ ἀντίρροπον. [4] Πλέον δὲ ἠνύομεν οὐδέν: ἀνέφερε γὰρ ἡμᾶς μᾶλλον κορυφούμενον τὸ ἔδαφος τῆς νεώς, ἢ πρὸς ἡμῶν κατεβιβάζετο. [5] Καὶ χρόνον μέν τινα διαταλαντουμένην οὕτω τὴν ναῦν τοῖς κύμασιν ἐπαλαίομεν εἰς τὸ ἀντίρροπον καθελεῖν: αἰφνίδιον δὲ μεταβάλλεται τὸ πνεῦμα ἐπὶ θάτερα τῆς νεὼς καὶ μικροῦ βαπτίζεται τὸ σκάφος, τοῦ μὲν τέως εἰς κῦμα κλιθέντος ἀναθορόντος ὀξείᾳ ῥοπῇ, θατέρου δέ, ὃ ᾐώρητο, καταρραγέντος εἰς τὴν θάλατταν. [6] Κωκυτὸς οὖν αἴρεται μέγας ἐκ τῆς νεώς, καὶ μετοικία πάλιν καὶ δρόμος μετὰ βοῆς ἐπὶ τὰς ἀρχαίας ἕδρας. Καὶ τρίτον καὶ τέταρτον καὶ πολλάκις τὸ αὐτὸ πάσχοντες κοινὴν ταύτην εἴχομεν ἐν τῷ σκάφει τὴν πλάνην. Πρὶν μὲν γὰρ μετασκευάσασθαι τὸ πρῶτον, δίαυλος ἡμᾶς διαλαμβάνει δεύτερος.

  Σκευοφοροῦντες οὖν κατὰ τὴν ναῦν διὰ πάσης ἡμέρας δόλιχόν τινα τοῦτον δρόμον μυρίον ἐπονοῦμεν, ἀεὶ τὸν θάνατον προσδοκῶντες. Καὶ ἦν, ὡς εἰκός, οὐ μακράν. [2] Περὶ γὰρ μεσημβρίαν δείλην ὁ μὲν ἥλιος τέλεον ἁρπάζεται, ἑωρῶμεν δὲ ἑαυτοὺς ὡς ἐν σελήνῃ. Πῦρ μὲν ἀπ̓ αὐτῆς ἵπταται, μυκᾶται δὲ βροντῶν ὁ οὐρανός, καὶ τὸν ἀέρα γεμίζει βόμβος, ἀντεβόμβει δὲ κάτωθεν τῶν κυμάτων ἡ στάσις, μεταξὺ δὲ οὐρανοῦ καὶ θαλάσσης ἀνέμων ποικίλων ἐσύριζε ψόφος. [3] Καὶ ὁ μὲν ἀὴρ εἶχε σάλπιγγος ἦχον, οἱ δὲ κάλοι περὶ τὴν ὀθόνην πίπτουσιν, ἀντιπαταγοῦντες δὲ ἐτετρίγεσαν: ἐφόβει δὲ καὶ τὰ ξύλα τῆς νεὼς ῥηγνύμενα μὴ κατὰ μικρὸν ἀνοιχθείη τὸ σκάφος τῶν γόμφων ἀποσπωμένων: γέρρα δὲ περὶ πᾶσαν τὴν ναῦν ἐκεκάλυπτο. [4] Καὶ γὰρ ὄμβρος ἐπέκλυζε πολύς, ἡμεῖς δὲ τὰ γέρρα ὑποδύντες ὥσπερ εἰς ἄντρον ἐμένομεν, παραδόντες ἑαυτοὺς τῇ τύχῃ, ῥίψαντες τὰς ἐλπίδας. [5] Τρικυμίαι δὲ πολλαὶ καὶ πάντοθεν, αἱ μὲν κατὰ πρόσωπον, αἱ δὲ κατ̓ οὐρὰν τῆς νεὼς ἀλλήλαις ἀντέπιπτον. Ἡ δὲ ναῦς ἀεὶ πρὸς μὲν τὸ κυρτούμενον τῆς θαλάσσης ἠγείρετο, πρὸς δὲ τὸ παραδραμὸν ἤδη καὶ χθαμαλὸν τοῦ κύματος κατεδύετο. Ἐῴκει δὲ τῶν κυμάτων μάτων τὰ μὲν ὄρεσι, τὰ δὲ χάσμασιν. [6] Ἦν δὲ καὶ τὰ ἐγκάρσια τῶν κυμάτων ἑκατέρωθεν φοβερώτερα. Ἀναβαίνουσα μὲν γὰρ ἐπὶ τὴν ναῦν ἡ θάλασσα διὰ τῶν γέρρων ἐκυλίετο καὶ ἐκάλυπτε πᾶν τὸ σκάφος. [7] Τὸ γὰρ κῦμα αἰρόμενον ὑψοῦ, ψαῦον αὐτῶν τῶν νεφῶν, πόρρωθεν μὲν πρὸς ἀντιπρόσωπον ἐφαίνετο τῷ σκάφει μέγεθος οἷον προσιὸν δὲ βλέπων καταποθήσεσθαι τὴν ναῦν προσεδόκησας. [8] Ἦν οὖν ἀνέμων μάχη καὶ κυμάτων: ἡμεῖς δὲ οὐκ ἠδυνάμεθα κατὰ χώραν μένειν ὑπὸ τοῦ τῆς νεὼς σεισμοῦ. Συμμιγὴς δὲ πάντων ἐγίνετο βοή: ἐρρόχθει τὸ κῦμα, ἐπάφλαζε τὸ πνεῦμα, ὀλολυγμὸς γυναικῶν, ἀλαλαγμὸς ἀνδρῶν, κελευσμὸς ναυτῶν, πάντα θρήνων καὶ κωκυτῶν ἀνάμεστα. [9] Καὶ ὁ κυβερνήτης ἐκέλευε ῥίπτειν τὸν φόρτον: διάκρισις δ̓ οὐκ ἦν ἀργύρου καὶ χρυσοῦ πρὸς ἄλλο τι τῶν εὐτελῶν, ἀλλὰ πάνθ̓ ὁμοίως ἠκοντίζομεν ἔξω τῆς νεώς: πολλοὶ δὲ καὶ τῶν ἐμπόρων αὐτοὶ τῶν οἰκείων λαμβάνοντες, ἐν οἷς εἶχον τὰς ἐλπίδας, ἐώθουν ἐπειγόμενοι. Καὶ ἦν ἤδη ἡ ναῦς τῶν ἐπίπλων γυμνή: ὁ δὲ χειμὼν οὐκ ἐσπένδετο.

  Τέλος ὁ κυβερνήτης ἀπειπὼν ῥίπτει μὲν τὰ πηδάλια ἐκ τῶν χειρῶν, ἀφίησι δὲ τὸ σκάφος τῇ θαλάσσῃ καὶ εὐτρεπίζει ἤδη τὴν ἐφολκίδα καὶ τοῖς ναύταις ἐμβαίνειν κελεύσας τῆς ἀποβάθρας ἦρχεν: οἱ δὲ εὐθὺς κατὰ πόδας ἐξήλλοντο. [2] Ἔνθα δὴ καὶ τὰ δεινὰ ἦν καὶ ἦν μάχη χειροποίητος. Οἱ μὲν γὰρ ἐπιβάντες ἤδη τὸν κάλων ἔκοπτον, ὃς συνέδει τὴν ἐφολκίδα τῷ σκάφει: τῶν δὲ πλωτήρων ἕκαστος ἔσπευδον μεταπηδᾶν ἔνθα καὶ τὸν κυβερνήτην ἑωράκεσαν, ἐφείλκοντό τε τὸν κάλων: οἱ δ̓ ἐκ τῆς ἐφολκίδος μεταβαίνειν οὐκ ἐπέτρεπον: [3] εἶχον δὲ καὶ πελέκεις καὶ μαχαίρας, καὶ πατάξειν ἠπείλουν, εἴ τις ἐπιβήσεται: οἱ δὲ ἐκ τῆς νεὼς ὁπλισάμενοι τὸ δυνατόν, ὁ μὲν κώπης παλαιᾶς τρύφος ἀράμενος, ὁ δὲ τῶν τῆς νεὼς σελμάτων, ἠμύνοντο. Θάλασσα γὰρ εἶχε νόμον τὴν βίαν καὶ ἦν ναυμαχίας καινὸς τρόπος. [4] Οἱ μὲν γὰρ ἐκ τῆς ἐφολκίδος δέει τοῦ καταδῦναι τῷ τῶν ἐπεμβαινόντων ὄχλῳ πελέκεσι καὶ μαχαίραις τοὺς ἐξαλλομένους ἔπαιον: οἱ δὲ σκυτάλαις καὶ κώπαις ἅμα τῷ πηδήματι τὰς πληγὰς κατέφερον: [5] οἱ δὲ καὶ ἄκρου ψαύοντες τοῦ σκάφους ἐξωλίσθανον: ἔνιοι δὲ καὶ ἐπιβαίν�
�ντες τοῖς ἐπὶ τῆς ἐφολκίδος ἤδη διεπάλαιον: φιλίας γὰρ ἢ αἰδοῦς οὐκέτι θεσμὸς ἦν, ἀλλὰ τὸ οἰκεῖον ἕκαστος σκοπῶν ἀσφαλές, τὸ πρὸς τοὺς ἑτέρους εὔγνωμον οὐκ ἐλογίζετο. Οὕτως οἱ μεγάλοι κίνδυνοι καὶ τοὺς τῆς φιλίας λύουσι νόμους.

  Ἔνθα δή τις ἀπὸ τῆς νεὼς νεανίσκος εὔρωστος λαμβάνεται τοῦ κάλω καὶ ἐφέλκεται τὴν ἐφολκίδα, καὶ ἦν ἐγγὺς ἤδη τοῦ σκάφους, ηὐτρεπίζετο δὲ ἕκαστος ὡς εἰ πελάσειε πηδήσων ἐς αὐτήν. [2] Καὶ δύο μὲν ἢ τρεῖς ηὐτύχησαν οὐκ ἀναιμωτί, πολλοὶ δὲ ἀποπηδᾶν πειρώμενοι ἐξεκυλίσθησαν τῆς νεὼς κατὰ τῆς θαλάσσης. Ταχὺ γὰρ τὴν ἐφολκίδα ἀπολύσαντες οἱ ναῦται, πελέκει κόψαντες τὸν κάλων τὸν πλοῦν εἶχον ἔνθα αὐτοὺς ἦγε τὸ πνεῦμα: οἱ δὲ ἐπὶ τῆς νεὼς ἐπηρῶντο καταδῦναι τὴν ἐφολκίδα. [3] Τὸ δὲ σκάφος ἐκυβίστα περὶ τοῖς κύμασιν ὀρχούμενον, λανθάνει δὲ προσενεχθὲν ὑφάλῳ πέτρᾳ καὶ ῥήγνυται πᾶν: ἀπωσθείσης δὲ τῆς νεὼς ὁ ἱστὸς ἐπὶ θάτερα πεσὼν τὸ μέν τι κατέκλασε, τὸ δέ τι κατέδυσεν αὐτῆς. [4] Ὁπόσοι μὲν οὖν παραχρῆμα τῆς ἅλμης πιόντες κατεσχέθησαν, οὗτοι μετριωτέραν ὡς ἐν κακοῖς ἔσχον τὴν συμφοράν, οὐκ ἐνδιατρίψαντες τῷ τοῦ θανάτου φόβῳ. [5] Ὁ γὰρ ἐν θαλάττῃ θάνατος βραδὺς προαναιρεῖ πρὸ τοῦ παθεῖν: ὁ γὰρ ὀφθαλμὸς πελάγους γεμισθεὶς ἀόριστον ἐκτείνει τὸν φόβον, ὡς καὶ διὰ τούτων θάνατον δυστυχεῖν πλείονα: ὅσον γὰρ τῆς θαλάσσης τὸ μέγεθος, τοσοῦτος καὶ ὁ τοῦ θανάτου φόβος. [6] Ἔνιοι δὲ κολυμβᾶν πειρώμενοι, προσραγέντες ὑπὸ τοῦ κύματος τῇ πέτρᾳ διεφθείροντο: πολλοὶ δὲ καὶ ξύλοις ἀπερρωγόσι συμπεσόντες ἐπείροντο δίκην ἰχθύων: οἱ δὲ καὶ ἡμιθνῆτες ἐνήχοντο.

  Ἐπεὶ οὖν τὸ πλοῖον διελύθη, δαίμων τις ἀγαθὸς περιέσωσεν ἡμῖν τῆς πρῴρας μέρος, ἔνθα περικαθίσαντες ἐγώ τε καὶ ἡ Λευκίππη κατὰ ῥοῦν ἐφερόμεθα τῆς θαλάσσης: ὁ δὲ Μενέλαος καὶ ὁ Σάτυρος σὺν ἄλλοις τῶν πλωτήρων ἐπιτυχόντες τοῦ ἱστοῦ καὶ ἐπιπεσόντες ἐνήχοντο. [2] Πλησίον δὲ καὶ τὸν Κλεινίαν ἑωρῶμεν περινηχόμενον τῇ κεραίᾳ καὶ ταύτην ἠκούσαμεν αὐτοῦ τὴν βοήν ‘ἔχου τοῦ ξύλου, Κλειτοφῶν:’ ἅμα δὲ λέγοντα κῦμα ἐπεκάλυπτε κατόπιν: [3] καὶ ἡμεῖς ἐκωκύσαμεν. Κατὰ ταὐτὸ καὶ ἡμῖν ἐπεφέρετο τὸ κῦμα: ἀλλὰ τύχῃ τινὶ πλησίον γενόμενον ἡμῶν κάτωθεν παρατρέχει, ὥστε ὑψούμενον μετέωρον τὸ ξύλον κατὰ τὸν αὐχένα τοῦ κύματος καὶ τὸν Κλεινίαν ἰδεῖν αὖθις. [4] Ἀνοιμώξας οὖν ‘ἐλέησον’ ἔφην ‘δέσποτα Πόσειδον, καὶ σπεῖσαι πρὸς τὰ τῆς ναυαγίας σου λείψανα. Πολλοὺς ἤδη τῷ φόβῳ θανάτους ὑπεμείναμεν: εἰ δὲ ἡμᾶς ἀποκτεῖναι θέλεις, μὴ διαστήσῃς ἡμῶν τὴν τελευτήν: ἓν ἡμᾶς κῦμα καλυψάτω: εἰ δὲ καὶ θηρίων ἡμᾶς βορὰν πέπρωται γενέσθαι, εἷς ἡμᾶς ἰχθὺς ἀναλωσάτω, μία γαστὴρ χωρησάτω, [5] ἵνα καὶ ἐν ἰχθύσι κοινῇ ταφῶμεν.’ Μετὰ μικρὸν δὲ τῆς εὐχῆς τὸ πολὺ τοῦ πνεύματος περιεπέπαυτο, τὸ δὲ ἄγριον ἐστόρεστο τοῦ κύματος. Μεστὴ δὲ ἦν ἡ θάλαττα νεκρῶν σωμάτων. Τοὺς μὲν οὖν ἀμφὶ τὸν Μενέλαον θᾶττον προσάγει τῇ γῇ τὸ κῦμα: καὶ ἦν ταῦτα τῆς Αἰγύπτου τὰ παράλια: κατεῖχον δὲ τότε λῃσταὶ πᾶσαν τὴν ἐκεῖ χώραν: [6] ἡμεῖς δὲ περὶ δείλην ἑσπέραν τύχῃ τινὶ τῷ Πηλουσίῳ προσίσχομεν καὶ ἄσμενοι γῆς λαβόμενοι τοὺς θεοὺς ἀνευφημοῦμεν: εἶτα ὠλοφυρόμεθα τὸν Κλεινίαν καὶ τὸν Σάτυρον, νομίζοντες αὐτοὺς ἀπολωλέναι.

  Ἔστι δὲ ἐν τῷ Πηλουσίῳ Διὸς ἱερὸν ἄγαλμα Κασίου: τὸ δὲ ἄγαλμα νεανίσκος, Ἀπόλλωνι μᾶλλον ἐοικώς: οὕτω γὰρ ἡλικίας εἶχε: προβέβληται δὲ τὴν χεῖρα καὶ ἔχει ῥοιὰν ἐπ̓ αὐτῇ: τῆς δὲ ῥοιᾶς ὁ λόγος μυστικός. [2] Προσευξάμενοι δὴ τῷ θεῷ καὶ περὶ τοῦ Κλεινίου καὶ τοῦ Σατύρου σύμβολον ἐξαιτήσαντες (καὶ γὰρ ἔλεγον μαντικὸν εἶναι τὸν θεόν) περιῄειμεν τὸν νεών. [3] Κατὰ δὲ τὸν ὀπισθόδομον ὁρῶμεν εἰκόνα διπλῆν, καὶ ὁ γραφεὺς ἐπεγέγραπτο: Εὐάνθης μὲν ὁ γραφεύς, ἡ δὲ εἰκὼν Ἀνδρομέδα καὶ Προμηθεύς, δεσμῶται μὲν ἄμφω ‘διὰ τοῦτο γὰρ αὐτούς, οἶμαι, εἰς ἓν συνήγαγεν ὁ ζωγράφος’, ἀδελφαὶ δὲ καὶ τὴν ἄλλην τύχην αἱ γραφαί. [4] Πέτραι μὲν ἀμφοῖν τὸ δεσμωτήριον, θῆρες δὲ κατ̓ ἀμφοῖν οἱ δήμιοι, τῷ μὲν ἐξ ἀέρος, τῇ δὲ ἐκ θαλάττης: ἐπίκουροι δὲ αὐτοῖς Ἀργεῖοι δύο συγγενεῖς, τῷ μὲν Ἡρακλῆς, τῇ δὲ Περσεύς: ὁ μὲν τοξεύων τὸν ὄρνιν τοῦ Διός, ὁ δὲ ἐπὶ τὸ κῆτος τοῦ Ποσειδῶνος ἀθλῶν. Ἀλλ̓ ὁ μὲν ἵδρυται τοξαζόμενος ἐν γῇ, ὁ δὲ ἐξ ἀέρος κρέμαται τῷ πτερῷ.

  Ὀρώρυκται μὲν οὖν εἰς τὸ μέτρον τῆς κόρης ἡ πέτρα: θέλει δὲ τὸ ὄρυγμα λέγειν, ὅτι μή τις αὐτὸ πεποίηκε χείρ, ἀλλ̓ ἔστιν αὐτόχθον: ἐτράχυνε γὰρ τοῦ λίθου τὸν κόλπον ὁ γραφεύς, ὡς ἔτεκεν αὐτὸν ἡ γῆ. [2] Ἡ δὲ ἐνίδρυται τῇ σκέπῃ, καὶ ἔοικε τὸ θέαμα, εἰ μὲν εἰς τὸ κάλλος ἀπίδοις, ἀγάλματι καινῷ, εἰ δὲ εἰς τὰ δεσμὰ καὶ τὸ κῆτος, αὐτοσχεδίῳ τάφῳ. Ἐπὶ δὲ τῶν προσώπων αὐτῆς κάλλος κεκέρασται καὶ δέος. [3] Ἐν μὲν γὰρ ταῖς παρειαῖς τὸ δέος κάθηται, ἐκ δὲ τῶν ὀφθαλμῶν ἀνθεῖ τὸ κάλλος. Ἀλλ̓ οὔτε τῶν παρειῶν τὸ ὠχρὸν τέλεον ἀφοίνικτον ἦν, ἠρέμα δὲ τῷ ἐρεύθει βέβαπται, οὔτε τὸ τῶν ὀφθαλμῶν ἄνθος ἐστὶν ἀμέριμνον, ἀλλ̓ ἔοικε τοῖς ἄρτι μαραινομένοις ἴοις. Οὕτως αὐτὴν ἐκόσμησεν ὁ ζωγράφος εὐμόρφῳ φόβῳ. [4] Τὰς δὲ χεῖρας �
�ἰς τὴν πέτραν ἐξεπέτασεν, ἄγχει δὲ ἄνω δεσμὸς ἑκατέραν συνάπτων τῇ πέτρᾳ: οἱ καρποὶ δὲ ὥσπερ ἀμπέλου βότρυες κρέμανται. Καὶ αἱ μὲν ὠλέναι τῆς κόρης ἄκρατον ἔχουσαι τὸ λευκὸν εἰς τὸ πελιδνὸν μετέβαλον, ἐοίκασι δὲ ἀποθνήσκειν οἱ δάκτυλοι. [5] Δέδεται μὲν οὖν οὕτω τὸν θάνατον ἐκδεχομένη, ἕστηκε δὲ νυμφικῶς ἐστολισμένη, ὥσπερ Ἀιδωνεῖ νύμφη κεκοσμημένη: ποδήρης ὁ χιτών, λευκὸς ὁ χιτών: τὸ ὕφασμα λεπτόν, ἀραχνίων ἐοικὸς πλοκῇ, οὐ κατὰ τὴν τῶν προβατείων τριχῶν, ἀλλὰ κατὰ τὴν τῶν ἐρίων τῶν λεπτοΐνων, οἷον ἀπὸ δένδρων ἕλκουσαι νήματα γυναῖκες ὑφαίνουσιν Ἰνδαί. [6] Τὸ δὲ κῆτος ἀντιπρόσωπον τῆς κόρης κάτωθεν ἀναβαῖνον ἀνοίγει τὴν θάλατταν: καὶ τὸ μὲν πολὺ τοῦ σώματος περιβέβληται τῷ κύματι, μόνῃ δὲ τῇ κεφαλῇ τὴν θάλατταν ἀποδύεται. Ὑπὸ δὲ τὴν ἅλμην τοῦ κύματος ἡ τῶν νώτων ἐγέγραπτο φαινομένη σκιά, τὰ τῶν φολίδων ἐπάρματα, τὰ τῶν αὐχένων κυρτώματα, ἡ λοφιὰ τῶν ἀκανθῶν, οἱ τῆς οὐρᾶς ἑλιγμοί. [7] Γένυς πολλὴ καὶ μακρά: ἀνέῳκτο δὲ πᾶσα μέχρι τῆς τῶν ὤμων συμβολῆς, καὶ εὐθὺς ἡ γαστήρ. Μεταξὺ δὲ τοῦ κήτους καὶ τῆς κόρης ὁ Περσεὺς ἐγέγραπτο καταβαίνων ἐξ ἀέρος: καταβαίνει δ̓ ἐπὶ τὸ θηρίον γυμνὸς τὸ πᾶν: χλαμὺς ἀμφὶ τοῖς ὤμοις μόνον καὶ πέδιλον περὶ τὼ πόδε πλησίον τοῦ πτεροῦ: πῖλος δὲ αὐτοῦ τὴν κεφαλὴν καλύπτει: ὁ πῖλος δὲ ὑπῃνίττετο τὴν Ἄιδος κυνέην: τῇ λαιᾷ τὴν τῆς Γοργοῦς κεφαλὴν κρατεῖ καὶ προβέβληται δίκην ἀσπίδος. [8] Ἡ δέ ἐστι φοβερὰ κἀν τοῖς χρώμασι: τοὺς ὀφθαλμοὺς ἐξεπέτασεν, ἔφριξε τὰς τρίχας τῶν κροτάφων, ἤγειρε τοὺς δράκοντας: οὕτως ἀπειλεῖ κἀν τῇ γραφῇ. Ὅπλον μὲν τοῦτο τῇ λαιᾷ τῷ Περσεῖ: ὥπλισται δὲ καὶ τὴν δεξιὰν διφυεῖ σιδήρῳ εἰς δρέπανον καὶ ξίφος ἐσχισμένῳ. [9] Ἄρχεται μὲν γὰρ ἡ κώπη κάτωθεν ἀμφοῖν ἐκ μιᾶς, καί ἐστιν ἐφ̓ ἡμίσει τοῦ σιδήρου ξίφος, ἐντεῦθεν δὲ ἀπορραγὲν τὸ μὲν ὀξύνεται, τὸ δὲ ἐπικάμπτεται. Καὶ τὸ μὲν ἀπωξυσμένον μένει ξίφος, ὡς ἤρξατο, τὸ δὲ καμπτόμενον δρέπανον γίνεται, ἵνα μιᾷ πληγῇ τὸ μὲν ἐρείδῃ τὴν σφαγήν, τὸ δὲ κρατῇ τὴν τομήν. Τὸ μὲν τῆς Ἀνδρομέδας δρᾶμα τοῦτο.

 

‹ Prev