Delphi Complete Works of Quintus Smyrnaeus
Page 41
ὣς φάτο: τοὶ δὲ νέκυν κρατερόφρονος Αἰακίδαο
ἄμφεβαν ἐσσυμένως, οἵ μιν φοβέοντο πάροιθεν,
Γλαῦκός τ᾽ Αἰνείας τε καὶ ὀβριμόθυμος Ἀγήνωρ
215 ἄλλοι τ᾽ οὐλομένοιο δαήμονες ἰωχμοῖο,
εἰρύσσαι μεμαῶτες ἐς Ἰλίου ἱερὸν ἄστυ.
ἀλλά οἱ οὐκ ἀμέλησε θεοῖς ἐναλίγκιος Αἴας,
ἀλλὰ θοῶς περίβη: πάντας δ᾽ ὑπὸ δούρατι μακρῷ
ὤθει ἀπὸ νέκυος. τοὶ δ᾽ οὐκ ἀπέληγον ὁμοκλῆς,
220 ἀλλά οἱ ἀμφεμάχοντο περισταδὸν ἀΐσσοντες
αἰὲν ἐπασσύτεροι, τανυχειλέες εὖτε μέλισσαι,
αἱ ῥά θ᾽ ἑὸν περὶ σίμβλον ἀπειρέσιαι ποτέωνται
ἄνδρ᾽ ἀπαμυνόμεναι, ὁ δ᾽ ἄρ᾽ οὐκ ἀλέγων ἐπιούσας
κηροὺς ἐκτάμνησι μελίχροας, αἱ δ᾽ ἀκάχονται
225 καπνοῦ ὑπὸ ῥ̣̣̓ῆς ἠδ᾽ ἀνέρος, ἀλλ᾽ ἄρα καὶ ὣς
ἀντίαι ἀΐσσουσιν, ὁ δ᾽ οὐκ ὄθετ᾽ οὐδ᾽ ἄρα βαιόν:
ὣς Αἴας τῶν οὔτι μάλ᾽ ἐσσυμένων ἀλέγιζεν,
ἀλλ᾽ ἄρα πρῶτον ἐνήραθ᾽ ὑπὲρ μαζοῖο τυχήσας
Μαιονίδην Ἀγέλαον, ἔπειτα δὲ Θέστορα δῖον.
230 εἷλε δ᾽ ἄρ᾽ Ὠκύθοον καὶ Ἀγέστρατον ἠδ᾽ Ἀγάνιππον
ζωρόν τε Νίσσον τε περικλειτόν τ᾽ Ἐρύμαντα,
ὅς Λυκίηθεν ἵκανεν ὑπὸ μεγαλήτορι Γλαύκῳ,
ναῖε δ᾽ ὅ γ᾽ αἰπεινὸν Μελανίππιον ἱρὸν Ἀθήνης
ἀντία Μασσικύτοιο Χελιδονίης σχεδὸν ἄκρης,
235 τὴν μέγ᾽ ὑποτρομέουσι τεθηπότες εἰν ἁλὶ ναῦται,
εὖτε περιγνάμπτωσι μάλα στυφελὰς περὶ πέτρας.
τοῦ δ᾽ ἄρ᾽ ἀποφθιμένοιο κλυτὸς πάϊς Ἱππολόχοιο
παχνώθη κατὰ θυμόν, ἐπεί ῥά οἱ ἔσκεν ἑταῖρος:
καί ῥα θοῶς Αἴαντα κατ᾽ ἀσπίδα πουλυβόειαν
240 οὔτασεν, ἀλλά οἱ οὔτι διήλασεν ἐς χρόα καλόν:
ῥινοὶ γάρ μιν ἔρυντο βοῶν καὶ ὑπ᾽ ἀσπίδι θώρηξ,
ὅς ῥά οἱ ἀκαμάτοισι περὶ μελέεσσιν ἀρήρει.
Γλαῦκος δ᾽ οὐκ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ
Αἰακίδην Αἴαντα δαμασσέμεναι μενεαίνων,
245 καί οἱ ἐπευχόμενος μέγ᾽ ἀπείλεεν ἄφρονι θυμῷ:
‘ Αἶαν, ἐπεί νύ σέ φασι μέγ᾽ ἔξοχον ἔμμεναι ἄλλων
Ἀργείων, σοὶ δ᾽ αἰὲν ἐπιφρονέουσι μάλιστα
ἄσπετον, ὡς Ἀχιλῆι δαΐφρονι, τῷ σε θανόντι
οἴω συνθανέεσθαι ἐπ᾽ ἤματι τῷδε καὶ αὐτόν.’
250 ὥς ἔφατ᾽ ἀκράαντον ἱεὶς ἔπος: οὐδέ τι ᾔδη,
ὅσσον ἀμείνονος ἀνδρὸς ἐναντίον ἔγχος ἐνώμα.
τὸν δ᾽ ὑποδερκόμενος προσέφη μενεδήιος Αἴας:
‘ ἆ δείλ᾽, οὔ νύ τι οἶδας, ὅσον σέο φέρτερος Ἕκτωρ
ἔπλετ᾽ ἐνὶ πτολέμοισι; μένος δ᾽ ἀλέεινε καὶ ἔγχος
255 ἡμέτερον: πινυτὲν γὰρ ὁμῶς ἔχε κάρτεϊ θυμόν.
σοὶ δ᾽ ἤτοι νόος ἐστὶ ποτὶ ζόφον, ὅς ῥά μοι ἔτλης
ἐς μόθον ἐλθέμεναι μέγ᾽ ἀμείνονί περ γεγαῶτι:
οὐ γάρ μευ ξεῖνος πατρώιος εὔχεαι εἶναι,
οὐδέ με δωτίνῃσι παραιφάμενος πολέμοιο
260 νόσφιν ἀποστρέψεις ὡς Τυδέος ὄβριμον υἷα:
ἀλλὰ καὶ εἰ κείνοιο φύγες μένος, οὔ σ᾽ ἔτ᾽ ἔγωγε
ζωὸν ἀπὸ πτολέμοιο μεθήσομαι ἀπονέεσθαι.
ἦ ἄλλοισι πέποιθας ἀνὰ κλόνον, οἵ μετὰ σεῖο
μυίῃς οὐτιδανῇσιν ἐοικότες ἀΐσσουσιν
265 ἀμφὶ νέκυν Ἀχιλῆος ἀμύμονος; ἄλλ᾽ ἄρα καὶ τοῖς
δώσω ἐπεσσύμενος θάνατον καὶ κῆρας ἐρεμνάς.’
ὣς εἰπὼν Τρώεσσιν ἐνεστρωφᾶτο, λέων ὡς
ἐν κυσὶν ἀγρεντῇσι κατ᾽ ἄγκεα μακρὰ καὶ ὕλην.
πολλοὺς δ᾽ αἶψ᾽ ἐδάμασσε μεμαότας εὖχος ἀρέσθαι
270 Τρῶας ὁμῶς Λυκίοισι: περιτορομέοντο δὲ λαοί,
ἰχθύες ὡς ἀνὰ πόντον ἐπερχομένου ἀλεγεινοῦ
κήτεος ἤ δελφῖνος ἁλιτρεφέος μεγάλοιο
ὣς Τρῶες φοβέοντο βίην Τελαμωνιάδαο
αἰὲν ἐπεσσυμένοιο κατὰ κλόνον: ἀλλ᾽ ἄρα καὶ ὥς
275 μάρναντ᾽, ἀμφὶ δὲ νεκρὸν᾽ Αχιλλέος ἄλλοθεν ἄλλοι
μυρίοι ἐν κονίῃσιν, ὅπως σύες ἀμφὶ λέοντα,
κτείνοντ᾽: οὐλομένη δὲ περὶ σφίσι δῆρις ὀρώρει.
ἔνθα καὶ Ἱππολόχοιο δαΐφρονα δάμνατο παῖδα
Αἴας ὀβριμόθυμος: ὁ δ᾽ ὕπτιος ἀμφ᾽ Ἀχιλῆα
280 κάππεσεν, εὖτ᾽ ἐν ὄρεσσι περὶ στερεὴν δρύα θάμνος:
ὣς ὅ γε δουρὶ δαμεὶς περικάππεσε Πηλείωνι
βλήμενος: ἀμφὶ δὲ οἱ κρατερὸς πάϊς Ἀγχίσαο
πολλὰ πονησάμενος σὺν ἀρηιφίλοις ἑτάροισιν
εἴρυσεν ἐς Τρῶας, καὶ ἐς Ἰλίου ἱερὸν ἄστυ
285 δῶκε φέρειν ἑτάροισι μέγ᾽ ἀχνυμένοις περὶ θυμῷ.
αὐτὸς δ᾽ ἀμφ᾽ Ἀχιλῆι μαχέσκετο: τὸν δ᾽ ἄρα δουρὶ
μυῶνος καθύπερθεν ἀρήιος οὔτασεν Αἴας
χειρὸς δεξιτερῆς: ὁ δ᾽ ἄρ᾽ ἐσσυμένως ἀπόρουσεν
ἐξ ὀλοοῦ πολέμοιο, κίεν δ᾽ ἄφαρ ἄστεος εἴσω:
290 ἀμφὶ δέ οἱ πονέοντο περίφρονες ἰητῆρες,
οἵ ῥά οἱ αἷμα κάθηραν ἀφ᾽ ἕλκεος, ἄλλα τε πάντα
τεῦχον, ὅσ᾽ οὐταμένων ὀλοὰς ἀκέονται ἀνίας.
Αἴας δ᾽ αἰὲν ἐμάρνατ᾽ ἀλίγκιος ἀστεροπῇσι
κτείνων ἄλλοθεν ἄλλον, ἐπεὶ μέγα τείρετο θυμῷ
295 ἀχνύμενος κέαρ ἔνδον ἀνεψιοῖο δαμέντος.
r /> ἄγχι δὲ Λαέρταο δαΐφρονος υἱὸς ἀμύμων
μάρνατο δυσμενέεσσι: φέβοντο δέ μιν μέγα λαοί.
κτεῖνε δὲ Πεισάνδροιο θοὸν καὶ ἀρήϊον υἷα
Μαίναλον, ὅς ναίεσκε περικλυτὸν οὖδας Ἀβύδου:
300 τῷ δ᾽ ἔπι δῖον ἔπεφνεν Ἀτύμνιον, ὅν ποτε Νύμφη
Πηγασὶς ἠΰκομος σθεναρῷ τέκεν Ἠμαθίωνι
Γρηνίκου ποταμοῖο παρὰ ῥόον: ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
Πρωτέος υἷα δάϊξεν Ὀρέσβιον, ὅς τε μακεδνῆς
Ἴδης ναιετάασκεν ὑπὸ πτύχας, οὐδέ ἑ μήτηρ
305 δέξατο νοστήσαντα περικλειτὴ Πανάκεια,
ἀλλ᾽ ἐδάμη παλάμῃσιν Ὀδυσσέος, ὅς τε καὶ ἄλλων
πολλῶν θυμὸν ἔλυσεν ὑπ᾽ ἔλχεϊ μαιμώωντι
κτείνων ὅν κε κίχῃσι περὶ νέκυν. ἀλλά μιν Ἄλκων
υἱὸς ἀρηϊθόοιο Μεγακλέος ἔγχεϊ τύψε
310 πὰρ γόνυ δεξιτερόν: περὶ δὲ κνημῖδα φαεινὴν
ἔβλυσεν αἷμα κελαινόν: ὁ δ᾽ ἕλκεος οὐκ ἀλέγιζεν,
ἀλλ᾽ ἄφαρ οὐτήσαντι κακὸν γένεθ᾽, οὕνεκ᾽ ἄρ᾽ αὐτὸν
ἱέμενον πολέμοιο δι᾽ ἀσπίδος οὔτασε δουρί:
ὦσε δέ μιν μεγάλῃ τε βίῃ καὶ κάρτεϊ χειρὸς
315 ὕπτιον ἐς γαῖαν: κανάχησε δέ οἱ πέρι τεύχη
βλημένου ἐν κονίῃσι, περὶ μελέεσσι δὲ θώρηξ
δεύετο φοινήεντι λύθρῳ: ὁ δὲ λοίγιον ἔγχος
ἐκ χροὸς ἐξείρυσσε καὶ ἀσπίδος, ἕσπετο δ᾽ αἰχμῇ
θυμὸς ἀπὸ μελέων, ἔλιπεν δέ μιν ἄμβροτος αἰών.
320 τοῦ δ᾽ ἑτάροις ἐπόρουσε καὶ οὐτάμενός περ Ὀδυσσεύς,
οὐδ᾽ ἀπέληγε μόθοιο δυσηχέος. ὥς δὲ καὶ ἄλλοι
πάντες ὁμῶς ἐπιμὶξ Δαναοὶ μέγαν ἀμφ᾽ Ἀχιλῆα
προφρονέως ἐμάχοντο, πολύν δ᾽ ὑπὸ χείρεσι λαὸν
ἐσσυμένως ἐδάϊζον ἐϋξέστῃς μελίῃσιν.
325 εὖτ᾽ ἄνεμοι θοὰ φύλλα κατὰ χθονὸς ἀμφιχέωνται
λάβρον ἐπιβρίσαντες ἀν᾽ ἄλσεα ὑλήεντα
ἀρχομένου λυκάβαντος, ὅτε φθινύθουσιν ὀπῶραι:
ὥς τοὺς ἐγχείῃσι βάλον Δαναοὶ μενεχάρμαι:
μέμβλετο γὰρ πάντεσσιν Ἀχιλλέος ἀμφὶ θανόντος,
330 ἐκπάγλως δ᾽ Αἴαντι δαΐφρονι: τοὔνεκ᾽ ἄρ᾽ ἔμπης
Τρῶας ἄδην ἐδάϊζε κακῇ ἐναλίγκοις Αἴσῃ.
τῷ δ᾽ ἔπι τόξ̓ ἐτίταινε Πάρις: τὸν δ᾽ αἶψα νοήσας
κάββαλε χερμαδίῳ κατὰ κράατος: ἐν δ᾽ ἄρ᾽ ἔθλασσεν
ἀμφίφαλον κυνέην ὀλοὸς λίθος: ἀμφὶ δέ μιν νὺξ
335 μάρψεν. ὁ δ᾽ ἐν κονίῃσι κατήριπεν, οὐδέ οἱ ἰοὶ
ἤρκεσαν ἱεμένῳ: ἐκέχυντο δ᾽ ἄρ᾽ ἄλλυδις ἄλλοι
ἐν κονίῃ, κενεὴ δὲ παρεκτετάνυστο φαρέτρη:
τόξον δ᾽ ἔκφυγε χεῖρε. φίλοι δέ μιν ἁρπάξαντες
ἵπποις Ἑκτορέοισι φέρον ποτὶ Τρώιον ἄστυ
340 βαιὸν ἔτ᾽ ἀμπνείοντα καὶ ἀργαλέον στενάχοντα:
οὐδὲ μὲν ἔντἐ ἄνακτος ἑκὰς λίπον, ἀλλὰ καὶ αὐτὰ
ἐκ πεδίοιο κόμισσαν ἑῷ βασιλῆι φέροντες.
τῷ δ᾽ Αἴας ἐπὶ μακρὸν ἀΰτεεν ἀσχαλόων κῆρ:
‘ ὦ κύον, ὡς θανάτοιο βαρὺ σθένος ἐξυπάλυξας
345 σήμερον: ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ
ἤ τινος Ἀργείων ὑπὸ χείρεσιν ἢ ἐμεῦ αὐτοῦ.
νῦν δ᾽ ἐμοὶ ἄλλα μέμηλε περὶ φρεσίν, ὡς Ἀχιλῆος
ἐκ φόνου ἀργαλέοιο νέκυν Δαναοῖσι σαώσω.’
ὣς εἰπὼν δηΐοισι κακὰς ἐπὶ κῆρας ἴαλλεν,
350 οἵ ῥ᾽ ἔτι δηριόωντο νέκυν πέρι Πηλείωνος.
οἱ δέ οἱ ὡς ἄθρησαν ὑπὸ σθεναρῇσι χέρεσσι
πολλοὺς ἐκπνείοντας, ὑπέτρεσαν οὐδ᾽ ἔτ᾽ ἔμιμνον,
οὐτιδανοῖς γύπεσσιν ἐοικότες, οὕς τε φοβήσῃ
αἰετὸς οἰωνῶν προφερέστατος, εὖτ᾽ ἐν ὄρεσσι
355 πώεα δαρδάπτωσι λύκοις ὕπο δῃωθέντα:
ὣς τοὺς ἄλλυδις ἄλλον ἀπεσκέδασε θρασὺς Αἴας
χερμαδίοισι θοοῖσι καὶ ἄορι καὶ μένεϊ ᾧ.
οἱ δὲ μέγα τρομέοντες ἀπὸ πτολέμοιο φέβοντο
πανσυδίῃ, ψήρεσσιν ἐοικότες, οὕς τε δαΐζων
360 κίρκος ἐπισσεύει, τοὶ δ᾽ ἰλαδὸν ἄλλος ἐπ᾽ ἄλλῳ
ταρφέες ἀΐσσουσιν ἀλευόμενοι μέγα πῆμα:
ὣς οἵ γ᾽ ἐκ πολέμοιο ποτὶ Πριάμοιο πόληα
φεῦγον ὀϊζυρῶς ἐπιειμένοι ἀκλέα φύζαν
Αἴαντος μεγάλοιο περιτρομέοντες ὁμοκλήν,
365 ὅς ῥ᾽ ἕπετ᾽ ἀνδρομέῳ πεπαλαγμένος αἵματι χεῖρας.
καί νύ κε δὴ μάλα πάντας ἐπασσυτέρους ἀπόλεσσεν,
εἰ μὴ πεπταμένῃσι πύλῃς ἐσέχυντο πόληα
βαιὸν ἀναπνείοντες, ἐπεὶ φόβος ἦτορ ἵκανε:
τοὺς δ᾽ ἔλσας ἀνὰ ἄστυ, νομεὺς ὡς αἰόλα μῆλα,
370 ἤϊεν ἐς πεδίον, χθόνα δ᾽ οὐ ποσὶ μάρπτεν ἑοῖσιν
ἐμβαίνων τεύχεσσι καὶ αἵματι καὶ κταμένοισι:
κεῖτο γὰρ εὐρὺς ὅμιλος ἀπειρεσίῃ ἐπὶ γαίῃ
ἄχρις ἐφ᾽ Ἑλλήσποντον ἀπ᾽ εὐρυχόροιο πόληος
αἰζηῶν κταμένων, ὁπόσους λάχε δαίμονος Αἶσα.
375 ὡς δ᾽ ὅτε λήιον αὖον ὑπ᾽ ἀμητῆρσι πέσῃσι
πυκνὸν ἐόν, τὰ δὲ πολλὰ καταυτόθι δράγματα κεῖται
βριθόμενα σταχύεσσι, γέγηθε δὲ θυμὸς ἐπ᾽ ἔργῳ
ἀνέρος εἰσορόωντος, ὅτις κλυτὸν οὖδας ἔχῃσιν:
ὣς οἵ γ᾽ ἀμφοτέρωθε κακῷ δμηθέντες ὀλέθρῳ
380 κεῖντο πολυκλαύτοιο λελας �
�ένοι ἰωχμοῖο
πρηνέες: οὐδέ τι Τρῶας Ἀχαιῶν φέρτατοι υἷες
σύλεον ἐν κονίῃσι καὶ αἵματι δῃωθέντας,
πρὶν Πηλήιον υἷα πυρῇ δόμεν, ὅς σφιν ὄνειαρ
ἔπλετ᾽ ἐνὶ πτολέμοισιν ἑῷ μέγα κάρτεϊ θύων.
385 τοὔνεκά μιν βασιλῆες ἀπὸ πτολέμου ἐρύσαντες
ἀμφὶ νέκυν πονέοντο ἀπείριτον, εὖ δὲ φέροντες
κάτθεσαν ἐν κλισίῃσι νεῶν προπάροιθε θοάων:
ἀμφὶ δέ μιν μάλα πάντες ἀγειράμενοι στενάχοντο
ἀχνύμενοι κατὰ θυμόν: ὃ γὰρ πέλε κάρτος Ἀχαιῶν,
390 καὶ τότ᾽ ἐνὶ κλισίῃσι λελασμένος ἐγχειάων
κεῖτο βαρυγδούποιο παρ᾽ ᾐόσιν Ἑλλησπόντου,
οἷος ὑπερφίαλος Τιτυὸς πέσεν, ὁππότε Λητὼ
ἐρχομένην Πυθώδε βιάζετο, καί ἑ χολωθεὶς
ἀκάματόν περ ἐόντα θοῶς ὑπεδάμνατ᾽ Ἀπόλλων
395 λαιψηροῖς βελέεσσιν, ὁ δ᾽ ἀργαλέῳ ἐνὶ λύθρῳ
πουλυπέλεθρος ἔκειτο κατὰ χθονὸς εὐρυπέδοιο
μητρὸς ἑῆς: ἡ δ᾽ υἷα περιστονάχησε πεσόντα
ἐχθόμενον μακάρεσσι, γέλασσε δὲ πότνια Λητώ:
τοῖος ἄρ᾽ Αἰακίδης δηΐων ἐπικάππεσε γαίῃ
400 χάρμα φέρων Τρώεσσι, γόον δ᾽ ἀλίαστον Ἀχαιῶν
λαῷ μυρομένων: περὶ δ᾽ ἔβρεμε βένθεα πόντου.
θυμὸς δ᾽ αὐτίκα πᾶσι κατεκλάσθη φίλος ἔνδον
ἐλπομένων κατὰ δῆριν ὑπὸ Τρώεσσιν ὀλέσθαι:
μνησάμενοι δ᾽ ἄρα τοί γε φίλων παρὰ νηυσὶ τοκήων,
405 τοὺς λίπον ἐν μεγάροισι, νεοδμήτων τε γυναικῶν,
αἵ που ὀδυρόμεναι μίνυθον κενεοῖς λεχέεσσι