Delphi Complete Works of Quintus Smyrnaeus
Page 42
νηπιάχοις σὺν παισὶ φίλους ποτιδέγμεναι ἄνδρας,
μᾶλλον ἀνεστενάχοντο: γόου δ᾽ ἔρος ἔμπεσε θυμῷ:
κλαῖον δ᾽ αὖτ᾽ ἀλίαστον ἐπὶ ψαμάθοισι βαθείῃς
410 πρηνέες ἐκχύμενοι μεγάλῳ περὶ Πηλείωνι
χαίτας ἐκ κεφαλῆς προθελύμνους δηϊόωντες,
χευάμενοι δ᾽ ᾔσχυναν ἄδην ψαμάθοισι κάρηνα.
οἵη δ᾽ ἐκ πολέμοιο βροτῶν ἐς τεῖχος ἀλέντων
οἰμωγὴ πέλεται, ὅτε δήϊοι ἐμμεμαῶτες
415 καίωσιν μέγα ἄστυ, κατακτείνωσι δὲ λαοὺς
πανσυδίῃ, πάντῃ δὲ διὰ κτῆσιν φορέωνται:
τοίη τις παρὰ νηυσὶν Ἀχαιῶν ἔπλετ᾽ ἀϋτή,
οὕνεκ᾽ ἀοσσητὴρ Δαναῶν πάϊς Αἰακίδαο
κεῖτο μέγας παρὰ νηυσὶ θεοκμήτοισι βελέμνοις,
420 οἷος Ἄρης, ὅτε μιν δεινὴ θεὸς ὀβριμοπάτρη
Τρώων ἐν πεδίῳ πολυαλθέϊ κάββαλε πέτρῃ.
Μυρμιδόνες δ᾽ ἄλληκτον ἀνεστενάχοντ᾽ Ἀχιλῆα
εἰλόμενοι περὶ νεκρὸν ἀμύμονος οἷο ἄνακτος:
ἠπίου, ὃς πάντεσσιν ἴσος πάρος ἦεν ἑταῖρος:
425 οὐ γὰρ ὑπερφίαλος πέλεν ἀνδράσιν οὐδ᾽ ὀλοόφρων,
ἀλλὰ σαοφροσύνῃ καὶ κάρτεϊ πάντ᾽ ἐκέκαστο.
Αἴας δ᾽ ἐν πρώτοισι μέγα στενάχων ἐγεγώνει
πατροκασιγνήτοιο φίλον ποθέων ἅμα παῖδα,
βλήμενον ἐκ θεόφιν: θνητῶν γε μὲν οὔτινι βλητὸς
430 ἦεν, ὅσοι ναίουσιν ἐπὶ χθονὸς εὐρυπέδοιο.
τὸν τότε κῆρ ἀχέων ὀλοφύρετο φαίδιμος Αἴας,
ἄλλοτε μὲν κλισίας Πηληιάδαο δαμέντος
ἐσφοιτῶν, ὁτὲ δ᾽ αὖτε παρὰ ψαμάθοισι θαλάσσης
ἐκχύμενος μάλα πουλύς, ἔπος δ᾽ ὀλοφύρατο τοῖον:
435 ‘ὦ Ἀχιλεῦ μέγα ἕρκος ἐϋσθενέων Ἀργείων,
κάτθανες ἐν Τροίῃ Φθίης ἑκὰς εὐρυπέδοιο
ἔκποθεν ἀπροφάτοιο λυγρῷ βεβλημένος ἰῷ,
τόν ῥα ποτὶ κλόνον ἄνδρες ἀνάλκιδες ἰθύνουσιν:
οὐ γάρ τις πίσυνός γε σάκος μέγα νωμήσασθαι
440 ἠδὲ περὶ κροτάφοισιν ἐπισταμένως ἐς Ἄρηα
εὖ θέσθαι πήληκα καὶ ἐν παλάμῃ δόρυ πῆλαι
καὶ χαλκὸν δηΐοισι περὶ στέρνοισι δαΐξαι
ἰοῖσίν γ᾽ ἀπάνευθεν ἀπεσσύμενος πολεμίζει:
εἰ γάρ σευ κατέναντα τότ᾽ ἤλυθεν, ὅς σ᾽ ἔβαλέν περ,
445 οὐκ ἄν ἀνουτητί γε τεοῦ φύγεν ἔγχεος ὁρμήν:
ἀλλὰ Ζεὺς τάχα που τάδε μήδετο πάντ᾽ ἀπολέσσαι,
ἡμέων δ᾽ ἐν καμάτοισιν ἐτώσια ἔργα τίθησιν:
ἤδη γὰρ Τρώεσσι κατ᾽ Ἀργείων τάχα νίκην
νεύσει, ἐπεὶ τόσσον περ Ἀχαιῶν ἕρκος ἀπηύρα.
450 ὦ πόποι, ὡς ἄρα πάγχυ γέρων ἐν δώμασι Πηλεύς
ὀχθήσει μέγα πένθος ἀτερπέϊ γήραϊ κύρσας:
αὐτὴ μὲν φήμη μιν ἀπορραίσει τάχα θυμόν:
ὧδε δέ οἱ καὶ ἄμεινον ὀϊζύος αἶψα λαθέσθαι:
εἰ δέ κεν οὐ φθίσῃ ἑ κακὴ περὶ υἱέος ὄσσα,
455 ἆ δειλὸς χαλεποῖς ἐνὶ πένθεσι γῆρας ἰάψει
αἰὲν ἐπ᾽ ἐσχαρόφιν βίοτον κατέδων ὀδύνῃσι,
Πηλεύς, ὃς μακάρεσσι φίλος περιώσιον ἦεν:
ἀλλ᾽ οὐ πάντα τελοῦσι θεοὶ μογεροῖσι βροτοῖσιν.’
ὣς ὁ μὲν ἀσχαλόων ὀλοφύρετο Πηλείωνα.
460 Φοῖνιξ δ᾽ δὖθ᾽ ὁ γεραιὸς ἀάσπετα κωκύεσκεν
ἀμφιχυθεὶς δέμας ἠῢ θρασύφρονος Αἰακίδαο:
καί ῥ᾽ ὀλοφυδνὸν ἄϋσε μέγ᾽ ἀχνύμενος πινυτὸν κῆρ:
‘ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δ᾽ ἄχος αἰὲν ἄφυκτον
κάλλιπες: ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει
465 πρὶν σέο πότμον ἰδέσθαι ἁμείλιχον: οὐ γὰρ ἔμοιγε
ἄλλο χερειότερον ποτ᾽ ἐσήλυθεν ἐς φρένα πῆμα,
οὐδ᾽ ὅτε πατρίδ᾽ ἐμὴν λιπόμην ἀγανούς τε τοκῆας
φεύγων ἐς Πηλῆα δι᾽ Ἑλλάδος, ὅς μ᾽ ὑπέδεκτο,
καί μοι δῶρα πόρεν, Δολόπεσσι δὲ θῆκεν ἀνάσσειν
470 καὶ σέ γ᾽ ἐν ἀγκοίνῃσι φορεύμενος ἀμφὶ μέλαθρον
κόλπῳ ἐμῷ κατέθηκε καὶ ἐνδυκέως ἐπέτελλε
νηπίαχον κομέειν, ὡσεὶ φίλον υἷα γεγῶτα:
τῷ πιθόμην: σὺ δ᾽ ἐμοῖσι περὶ στέρνοισι γεγηθὼς
πολλάκι παππάζεσκες ἔτ᾽ ἄκριτα χείλεσι βάζων,
475 καί μευ νηπιέῃσιν ἄδην ἐνὶ σῇσι δίηνας
στήθεά τ᾽ ἠδὲ χιτῶνας: ἔχον δέ σε χερσὶν ἐμῇσι
πολλὸν καγχαλόων, ἐπεὶ ἦ νύ μοι ἦτορ ἐώλπει
θρέψειν κηδεμονῆα βίου καὶ γήραος ἄλκαρ.
καὶ τὰ μὲν ἐλπομένῳ βαιὸν χρόνον ἔπλετο πάντα.
480 νῦν δὲ σύγ᾽ οἴχῃ ἄϊστος ὑπὸ ζόφον: ἀμφὶ δ᾽ ἐμὸν κῆρ
ἄχνυτ᾽ ὀϊζυρῶς, ἐπεὶ ἦ νύ με κῆδος ἰάπτει
λευγαλέον: τὸ καὶ εἴθε καταφθίσειε γοῶντα
πρὶν Πηλῆα πυθέσθαι ἀμύμονα, τόν περ ὀΐω
κωκύσειν ἀλίαστον, ὅτ᾽ ἀμφί ἑ φῆμις ἵκηται:
485 οἴκτιστον γὰρ νῶιν ὑπὲρ σέθεν ἔσσεται ἄλγος
πατρί τε σῷ καὶ ἐμοί, τοί περ μέγα σεῖο θανόντος
ἀχνύμενοι τάχα γαῖαν ὑπὲρ Διὸς ἄσχετον Αἶσαν
δυσόμεθ᾽ ἐσσυμένως: καί κεν πολὺ λώιον εἴη,
ἢ ζώειν ἀπάνευθεν ἀοσσητῆρος ἑοῖο.’
490 ἦ ῥ᾽ ὁ γέρων ἀλίαστον ἐνὶ φρεσὶ πένθος ἀέξων.
πὰρ δέ οἱ Ἀτρείδης ὀλοφύρετο δάκρυα χεύων:
ᾤμωξεν δ᾽ ὀδύνῃσι μέγ�
� αἰθόμενος κέαρ ἔνδον:
‘ὤλεο, Πηλείδη, Δαναῶν μέγα φέρτατε πάντων,
ὤλεο, καὶ στρατὸν εὐρὺν ἀνερκέα θῆκας Ἀχαιῶν:
495 ῥηίτεροι δ᾽ ἄρα σεῖο καταφθιμένοιο πέλονται
δυσμενέσιν: σὺ δὲ χάρμα πεσὼν μέγα Τρωσὶν ἔθηκας,
οἵ σε πάρος φοβέοντο λέονθ᾽ ὡς αἰόλα μῆλα:
νῦν δ᾽ ἐπὶ νηυσὶ θοῇσι λιλαιόμενοι μαχέονται.
Ζεῦ πάτερ, ἦ ῥά τι καὶ σὺ βροτοὺς ψευδέσσι λόγοισι
500 θέλγεις, ὃς κατένευσας ἐμοὶ Πριάμοιο ἄνακτος
ἄστυ διαπραθέειν, νῦν δ᾽ οὐ τελέεις ὅσ᾽ ὑπέστης,
ἀλλὰ λίην ἀπάφησας ἐμὰς φρένας: οὐ γὰρ ὀΐω
εὑρέμεναι πολέμοιο τέκμωρ φθιμένου Ἀχιλῆος.’
ὣς ἔφατ᾽ ἀχνύμενος κέαρ ἔνδοθεν: ἀμφὶ δὲ λαοὶ
505 κώκυον ἐκ θυμοῖο θρασὺν περὶ Πηλείωνα:
τοῖς δ᾽ ἄρ᾽ ἐπεβρόμεον νῆες περιμυρομένοισιν:
ἠχὴ δ᾽ ἄσπετος ὦρτο δι᾽ αἰθέρος ἀκαμάτοιο.
ὡς δ᾽ ὅτε κύματα μακρὰ βίῃ μεγάλου ἀνέμοιο
ὀρνύμεν᾽ ἐκ πόντοιο πρὸς ἠιόνας φορέονται
510 σμερδαλέον, πάντη δἐ προσαγνυμένης ἁλὸς αἰεὶ
ἀκταὶ ὁμῶς ῥηγμῖσιν ἀπειρέσιαι βοόωσι:
τοῖος ἄρ᾽ ἀμφὶ νέκυν Δαναῶν στόνος αἰνὸς ὀρώρει
μυρομένων ἄλληκτον ἀταρβέα Πηλείωνα.
καί σφιν ὀδυρομένοισα τάχ᾽ ἤλυθε κυανέη νύξ,
515 εἰ μὴ ἄρ᾽ Ἀτρείδην προσεφώνεε Νηλέος υἱὸς
Νέστωρ, ὅς ῥά τ᾽ ἔχεσκεν ἐνὶ φρεσὶ μυρίου ἄλγος
μνησάμενος σφοῦ παιδὸς ἐΰφρονος Ἀντιλόχοιο:
‘Ἀργείων σκηπτοῦχε μέγα κρατέων Ἀγάμεμνον,
νῦν μὲν ἀποσχώμεσθα δυσηχέος αἶψα γόοιο
520 σήμερον: οὐ γὰρ ἔτ᾽ αὖθις ἐρωήσει τις Ἀχαιοὺς
κλαυθμοῦ ἄδην κορέσασθαι ἐπ᾽ ἤματα πολλὰ γοῶντας.
ἀλλ᾽ ἄγε δὴ βρότον αἰνὸν ἀταρβέος Αἰακίδαο
λούσαντες λεχέεσσ᾽ ἐνιθείομεν: οὐ γὰρ ἔοικεν
αἰσχύνειν ἐπὶ δηρὸν ἀκηδείῃσι θανόντας.’
525 καὶ τὰ μὲν ὣς ἐπέτελλε περίφρων Νηλέος υἱός:
αὐτὰρ ὅ γ᾽ οἷς ἑτάροισιν ἐπισπέρχων ἐκέλευεν
ὕδατος ἐν πυρὶ θέντας ἄφαρ κρυεροῖο λέβητας
θερμῆναι λοῦσαί τε νέκυν, περί θ᾽ εἵματα ἕσσαι
καλά, τά οἱ πόρε παιδὶ φίλῳ ἁλιπόρφυρα μήτηρ
530 ἐς Τροίην ἀνιόντι. θοῶς δ᾽ ἐπίθησαν ἄνακτι:
ἐνδυκέως δ᾽ ἄρα πάντα πονησάμενοι κατὰ κόσμον
κάτθεσαν ἐν κλισίῃσι δεδουπότα Πηλείωνα.
τὸν δ᾽ ἐσιδοῦσ᾽ ἐλέησε περίφρων Τριτογένεια:
στάζε δ᾽ ἄρ᾽ ἀμβροσίην κατὰ κράατος, ἥν ῥά τέ φασι
535 δηρὸν ἐρυκακέειν νεαρὸν χρόα κηρὶ δαμέντων:
θῆκε δ᾽ ἄρ ἐρσήεντα καὶ εἴκελον ἀμπνείοντι:
σμερδαλὲον δ᾽ ἄρ᾽ ἐπισκύνιον νεκρῷ περ ἐτευξεν,
οἶόν τ᾽ ἀμφ᾽ ἑτάροιο δαϊκταμένου Πατρόκλοιο
χωομένῳ ἐπέκειτο κατὰ βλοσυροῖο προσώπου:
540 βριθύτερον δ᾽ ἄρ᾽ ἔθηκε δέμας καὶ ἄρειον ἰδέσθαι.
Ἀργείους δ᾽ ἕλε θάμβος ὁμιλαδὸν ἀθρήσαντας
Πηλείδην ζώοντι πανείκελον, ὅς ῥ᾽ ἐπὶ λέκτροις
ἐκχύμενος μάλα πουλὺς ἄδην εὕδοντι ἐῴκει.
ἀμφὶ δέ μιν μογεραὶ ληίτιδες, ἅς ῥά ποτ᾽ αὐτός
545 Λῆμνόν τε ζαθέην Κιλίκων τ᾽ αἰπὺ πτολίεθρον
Θήβην Ἠετίωνος ἑλὼν ληίσσατο κούρας,
ἱστάμεναι γοάασκον ἀμύσσουσαι χρόα καλόν,
στήθεά τ᾽ ἀμφοτέρῃσι πεπληγυῖαι παλάμῃσιν
ἐκ θυμοῦ στενάχεσκον ἐΰφρονα Πηλείωνα:
550 τὰς γὰρ δὴ τίεσκε καί ἐκ δηΐων περ ἐούσας:
πασάων δ᾽ ἔκπαγλον ἀκηχεμένη κέαρ ἔνδον
Βρισηὶς παράκοιτις ἐϋπτολέμου Ἀχιλῆος
ἀμφὶ νέκυν στρωφᾶτο καὶ ἀμφοτέρῃς παλάμῃσι
δρυπτομένη χρόα καλὸν ἀΰτεεν: ἐκ δ᾽ ἁπαλοῖο
555 δτήθεος αἱματόεσσαι ἀνὰ σμώδιγγες ἄερθεν
θεινομένης: φαίης κεν ἐπὶ γλάγος αἷμα χέασθαι
φοίνιον: ἀγλαΐη δέ καὶ ἀχνυμένης ἀλεγεινῶς
ἱμερόεν μάρμαιρε: χάρις δέ οἱ ἄμφεχεν εἶδος:
τοῖον δ᾽ ἔκφατο μῦθον ὀϊζυρὸν γοόωσα:
560 ‘ὦ μοι ἐγὼ πάντων περιώσιον αἰνὰ παθοῦσα:
οὐ γάρ μοι τόσσον περ ἐπήλυθεν ἄλλο τι πῆμα,
οὔτε κασιγνήτων οὔτ᾽ εὐρυχόρου περὶ πάτρης,
ὅσσον σεῖο θανόντος: ἐπεὶ σύ μοι ἱερὸν ἦμαρ
καὶ φάος ἠελίοιο πέλες καὶ μείλιχος αἰὼν
565 ἐλπωρή τ᾽ ἀγαθοῖο καὶ ἄσπετον ἄλκαρ ἀνίης
πάσης τ᾽ ἀγλαΐης πολὺ φέρτερος ἠδὲ τοκήων
ἔπλεο: πάντα γάρ οἶος ἔης δμωῇ περ ἐούσῃ:
καί ῥά μ᾽ ἔθηκας ἄκοιτιν ἐλὼν ἄπο δούλια ἔργα.
νῦν δέ τις ἐν νήεσσιν Ἀχαιῶν ἄξεται ἄλλος
570 Σπάρτην εἰς ἐρίβωλον ἤ ἐς πολυδίψιον Ἄργος:
καί νύ κεν ἀμφιπολεῦσα κακὰς ὑποτλήσομ᾽ ἀνίας
σεῦ ἀπονοσφισθεῖσα δυαάμμορος: ὡς ὄφελόν με
γαῖα χυτή ἐκάλυψε, πάρος δέο πότμον ἰδέσθαι.’
ὣς ἡ μὲν δμηθέντ᾽ ὀλοφύρετο Πηλείωνα
575 δμωῇς σὺν μογερῇσι καί ἀχνυμένοισιν Ἀχαιοῖς
μυρομένη καὶ ἄνακτα καὶ ἀνέρα: τῆς δ᾽ ἀλεγεινὸν
οὔποτ᾽ ἐιέρσετο δάκρυ, κατείβετο δ
᾽ ἄχρις ἐπ᾽ οὖδας
ἐκ βλεφάρων, ὡσεί τε μέλαν κατὰ πίδακος ὕδωρ
πετραίης, ἦς πουλὺς ὕπερ παγετός τε χιών τε
580 ἐκκέχυται στυφελοῖο κατ᾽ οὔδεος, ἀμφὶ δὲ πάχνη
τήκεθ᾽ ὁμῶς εὔρῳ τε καὶ ἠελίοιο βολῇσι.
καὶ τότε δή ῥ᾽ ἐσάκουσαν ὀρινομένοιο γόοιο
θυγατέρες Νηρῆος, ὅσαι μέγα βένθος ἔχουσι:
πάσῃσιν δ᾽ ἀλεγεινόν ὑπὸ κραδίην πέσεν ἄλγος:
585 οἰκτρὸν δ᾽ ἐστονάχησαν, ἐπίαχε δ᾽ Ἑλλήσποντος:
ἀμφὶ δὲ κυανέοισι καλυψάμεναι χρόα πέπλοις
ἐσσυμένως οἴμησαν, ὅπῃ στόλος ἔπλετἈχαιῶν,
πανσυδίῃ πολιοῖο δι᾽ οἴδματος: ἀμφὶ δ᾽ ἄρα σφι
νισσομένῃσι θάλασσα διίστατο: ταὶ δ᾽ ἐρέροντο
590 κλαγγηδόν, κραιπνῇσιν ἐειδόμεναι γεράνοισιν
ὀσσομένῃς μέγα χεῖμα: περιστενάχοντο δὲ λυγρὸν
κήτεα μυρομένῃσιν: ἔσαν δ᾽ ἄφαρ ᾗχι νέοντο
παῖδα κασιγνήτης κρατερόφρονα κωκύουσαι
ἐκπάγλως. Μοῦσαι δὲ θοῶς Ἑλικῶνα λιποῦσαι
595 ἤλυθον ἄλγος ἄλαστον ἐνὶ στέρνοισιν ἔχουσαι
ἀρνύμεναι τιμήν ἑλικώπιδι Νηρηίνῃ:
Ζεύς δὲ μέγ᾽ Ἀργείοισι καὶ ἄτρομον ἔμβαλε θάρσος,
ὄφρα μὴ ἐσθλὸν ὅμιλον ὑποδδείσωσι θεάων
ἀμφαδὸν ἀθρήσαντες ἀνά στρατόν: αἱ δ᾽ Ἀχιλῆος
600 ἀμφὶ νέκυν στενάχοντο καὶ ἀθάνατοί περ ἐοῦσαι
πᾶσαι ὁμῶς: ἀκταὶ δὲ περίαχον Ἑλλησπόντου: