Delphi Complete Works of Quintus Smyrnaeus
Page 43
δεύετο δὲ χθὼν πᾶσα περὶ νέκυν Αἰακίδαο
δάκρυσιν: ὥς μέγα πένθος ἀνέστενον: ἀμφὶ δὲ λαῶν
μυρομένων δακρύοισι φορύνετο τεύχεα πάντα
605 καὶ κλισίαι καὶ νῆες, ἐπεὶ μέγα πένθος ὀρώρει.
μήτηρ δ᾽ ἀμφιχυθεῖσα κύσε στόμα Πηλείωνος
παιδὸς ἑοῦ, καὶ τοῖον ἔπος φάτο δακρυχέουσα:
‘γηθείτω ῥοδόπεπλος ἀν᾽ οὐρανόν Ἠριγένεια,
γηθείτω φρεσὶν ᾖσι μεθεὶς χόλον Ἀστεροπαίου
610 ἄξιος εὐρυρέεθρος ἰδὲ Πριάμοιο γενέθλη:
αὐτάρ ἐγὼ πρὸς Ὄλυμπον ἀφίξομαι, ἀμφί δὲ ποσσὶ
κείσομαι ἀθανάτοιο Διὸς μεγάλα στενάχουσα,
οὕνεκά μ᾽ οὐκ ἐθέλουσαν ὑπ᾽ ἀνέρι δῶκε δαμῆναι,
ἀνέρι, τὸν τάχα γῆρας ἀμείλιχον ἀμφιμέμαρπε,
615 κῆρές τ᾽ ἐγγὺς ἔασι τέλος θανάτοιο φέρουσαι.
ἀλλά μοι οὐ κείνοιο μέλει τόσον, ὡς Ἀχιλῆος,
ὅν μοι Ζεύς κατένευσεν ἐν Αἰακίδαο δόμοισιν
ἴφθιμον θήσειν, ἐπεὶ οὔτι μοι ἥνδανεν εὐνή:
ἀλλ᾽ ὁτὲ μὲν ζαὴς ἄνεμος πέλον, ἄλλοτε δ᾽ ὕδωρ,
620 ἄλλοτε δ᾽ οἰωνῷ ἐναλίγκιος ἤ πυρὸς ὁρμῇ:
οὐδέ με θνητός ἀνὴρ δύνατ᾽ ἐν λεχέεσσι δαμάσσαι
φαινομένην, ὅσα γαῖα καὶ οὐρανὸς ἐντὸς ἐέργει,
μέσφ᾽ ὅτε μοι κατένευσεν Ὀλύμπιος υἱέα δῖον
ἔκπαγλον θήσειν καὶ ἀρήϊον. ἀλλὰ τὰ μέν που
625 ἀτρεκέως ἐτέλεσσεν: ὁ γὰρ πέλε φέρτατος ἀνδρῶν:
ἀλλά μιν ὠκύμορον ποιήσατο καί μ᾽ ἀκάχησε.
τοὔνεκ᾽ ἐς οὐρανὸν εἶμι: Διὸς δ᾽ ἐς δώματ᾽ ίοῦσα
κωκύσω φίλον υἷα, καὶ ὁππόσα πρόσθ᾽ ἐμόγησα
ἀμφ᾽ αὐτῷ καὶ παισὶν ἀεικέα τειρομένοισι
630 μνήσω ἀκηχεμένη, ἵνα οἱ σὺν θυμὸν ὀρίνω.’
ὣς ἔφατ᾽ αἰνὰ γοῶσ᾽ ἁλίη Θέτις: ἡ δέ οἱ αὐτὴ
Καλλιόπη φάτο μῦθον ἀρηραμένη φρεσὶ θυμόν:
‘ἴσχεο κωκυτοῖο, θεὰ Θέτι, μηδ᾽ ἀλύουσα
εἵνεκα παιδός ἑοῖο θεῶν μεδέοντι καὶ ἀνδρῶν
635 σκύεο: καὶ γὰρ Ζηνὸς ἐριβρεμέταο ἄνακτος
υἷες ὁμῶς ἀπόλοντο κακῇ περὶ κηρὶ δαμέντες:
κάτθανε δ᾽ υἱὸς ἐμεῖο καὶ αὐτῆς ἀθανάτοιο
Ὀρφεύς, οὖ μολπῇσιν ἐφέσπετο πᾶσα μὲν ὕλη,
πᾶσα δ᾽ ἄρ᾽ ὀκριόεσσα πέτρη ποταμῶν τε ῥέεθρα
640 πνοιαί τε λιγέων ἀνέμων ἀμέγαρτον ἀέντων
οἰωνοί τε θοῇσι διεσσύμενοι πτερύγεσσιν:
ἀλλ᾽ ἔτλην μέγα πένθος, ἐπεὶ θεὸν οὔτι ἔοικεν
πένθεσι λευγαλέοισι καὶ ἄλγεϊ θυμὸν ἀχεύειν.
τῷ σε καὶ ἀχνυμένην μεθέτω γόος υἱέος ἐσθλοῦ:
645 καὶ γάρ οἱ κλέος αἰὲν ἐπιχθονίοισιν ἀοιδοὶ
καὶ μένος ἀείσουσιν ἐμῇ τ᾽ ἰότητι καὶ ἄλλων
Πιερίδων: σὺ δὲ μή τι κελαινῷ πένθεϊ θυμὸν
δάμνασο θηλυτέρῃσιν ἴσον γοόωσα γυναιξίν.
ἦ οὐκ ἀΐεις ὅτι πάντας, ὅσοι χθονὶ ναιετάουσιν,
650 ἀνθρώπους ὀλοὴ περιπέπταται ἄσχετος Αἶσα
οὐδὲ θεῶν ἀλέγουσα; τόσον σθένος ἔλλαχε μούνη:
ἢ καὶ νῦν Πριάμοιο πολυχρύσοιο πολυχρύσοιο πόληα
ἐκπέρσει Τρώων τε καὶ Ἀργείων ὀλέσασα
ἀνέρας, ὅν κ᾽ ἐθέλῃσι: θεῶν δ᾽ οὔτις μιν ἐρύξει.’
655 ὣς φάτο Καλλιόπη πινυτὰ φρεσὶ μητιόωσα.
ἠέλιος δ᾽ ἀπόρουσεν ἐς ὠκεανοῖο ῥέεθρα,
ὦρτο δὲ νὺξ μεγάλοιο κατ᾽ ἠέρος ὀρφνήεσσα,
ἥ τε καὶ ἀχνυμένοισι πέλει θνητοῖσιν ὄνειαρ.
αὐτοῦ δ᾽ ἐν ψαμάθοισιν Ἀχαιῶν ἔδραθον υἷες
660 ἰλαδὸν ἀμφὶ νέκυν μεγάλῃ βεβαρηότες ἄτῃ:
ἀλλ᾽ οὐχ ὕπνος ἔμαρπτε θεήν Θέτιν: ἄγχι δέ παιδὸς
ἧστο σὺν ἀθανάτῃς Νηρηίσιν: ἀμφὶ δὲ Μοῦσαι
ἀχνυμένην ἀνὰ θυμὸν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη
πολλὰ παρηγορέεσκον, ὅπως λελάθοιτο γόοιο.
665 ἀλλ᾽ ὅτε καγχαλόωσα δι᾽ αἰθέρος ἤλυθεν ἠὼς
λαμπρότατον πᾶσίν τε φάος Τρῶεσσι φέρουσα
καὶ Πριάμῳ — Δαναοὶ δὲ μέγ᾽ ἀχνύμενοι Ἀχιλῆα
κλαῖον ἐπ᾽ ἤματα πολλά, περιστενάχοντο δὲ μακραὶ
ἠιόνες πόντοιο, μέγας δ᾽ ὀλοφύρετο Νηρεὺς
670 ἦρα φέρων κούρῃ Νηρηίδι, σὺν δέ οἱ ἄλλοι
εἰνάλιοι μύροντο θεοὶ φθιμένου Ἀχιλῆος —
καὶ τότε δὴ μεγάλοιο νέκυν Πηληιάδαο
Ἀργεῖοι πυρὶ πυρὶ δῶκαν ἀάσπετα νηήσαντες
δοῦρα, τά οἱ φορέοντες ἀπ᾽ οὔρεος Ἰδαίοιο
675 πάντες ὁμῶς ἐμόγησαν, ἐπεί σφεας ὀτρύνοντες
Ἀτρεῖδαι προέηκαν ἀπείριτον οἰσέμεν ὕλην,
ὄφρα θοῶς καίοιτο νέκυς κταμένου Ἀχιλῆος.
ἀμφὶ δὲ τεύχεα πολλὰ πυρῇ περινηήσαντο
αἰζηῶν κταμένων, πολλοὺς δ᾽ ἐφύπερθε βάλοντο
680 Τρώων δῃώσαντες ὁμῶς περικαλλέας υἷας
ἵππους τε χρεμέθοντας ἐϋσθενέας θ᾽ ἅμα ταύρους,
σὺν δ᾽ ὄϊάς τε σύας τ᾽ ἔβαλον βρίθοντας ἀλοιφῇ:
φάρεα δ᾽ ἐκ χηλῶν φέρον ἄσπετα κωκύουσαι
δμωιάδες, καὶ πάντα πυρῆς καθύπερθε βάλοντο,
685 χρυσόν τ᾽ ἤλεκτρόν τ᾽ ἐπενήεον: ἀμφί δέ χαίτας
Μυρμιδόνες κείραντο, νέκυν δ᾽ ἐκάλυψαν ἄνακτος:
καὶ δ᾽ αὐτὴ �
�ρισηὶς ἀκηχεμένη περὶ νεκρῷ
κειραμένη πλοκάμους πύματον πόρε δῶρον ἄνακτι.
πολλοὺς δ᾽ ἀμφιφορῆας ἀλείφατος ἀμφεχέοντο,
690 ἄλλους δ᾽ ἀμφὶ πυρῇ μέλιτος θέσαν ἠδὲ καὶ οἴνου
ἡδέος, οὗ μέθυ λαρὸν ὀδώδεε νέκταρι ἶσον.
ἄλλα δὲ πολλὰ βάλοντο θυώδεα θαῦμα βροτοῖσιν,
ὅσσα χθὼν φέρει ἐσθλὰ καὶ ὁππόσα δῖα θάλασσα.
Ἀλλ᾽ ὅτε δὴ περὶ πάγχυ πυρὴν διεκοσμήσαντο,
695 πεζοὶ ἅμ᾽ ἱππήεσσι σὺν ἔντεσιν ἐρρώσαντο
ἀμφὶ πυρὴν πολύδακρυν. ὁ δ᾽ ἔκποθεν Οὐλύμποιο
Ζεὺς ψεκάδας κατέχευεν ὑπὲρ νέκυν Αἰακίδαο
ἀμβροσίας, δίῃ δὲ φέρων Νηρηίδι τιμὴν
Ἑρμείην προέηκεν ἐς Αἴολον, ὄφρα καλέσσῃ
700 λαιψηρῶν ἀνέμων ἱερὸν μένος: ἦ γὰρ ἔμελλε
καίεσθ᾽ Αἰακίδαο νέκυς. τοῦ δ᾽ αἶψα μολόντος
Αἴολος οὐκ ἀπίθησε: καλεσσάμενος δ᾽ ἀλεγεινὸν
καρπαλίμως Βορέην Ζεφύροιό τε λάβρον ἀήτην
ἐς Τροίην προέηκε θοῇ θύοντας ἀέλλῃ:
705 οἱ δὲ θοῶς οἴμησαν ὑπὲρ πόντοιο φέρεσθαι
ῥιπῇ ἀπειρεσίῃ: περὶ δ᾽ ἴαχεν ἐσσυμένοισι
πόντος ὁμοῦ καὶ γαῖα: περικλονέοντο δ᾽ ὔπερθε
πάντα νέφη μεγάλοιο δι᾽ ἠέρος ἀΐσσοντα.
οἱ δὲ Διὸς βουλῇσι δαϊκταμένου ᾿ Αχιλῆος
710 αἶψα πυρῇ ἐνόρουσαν ἀολλέες, ὦρτο δ᾽ ἀϋτμὴ
Ἡφαίστου μαλεροῖο: γόος δ᾽ ἀλίαστος ὀρώρει
Μυρμιδόνων: ἄνεμοι δὲ καὶ ἐσσύμενοί περ ἀέλλῃ
πᾶν ἦμαρ καὶ νύκτα νέκυν περιποιπνύοντες
καῖον ἐϋπνείοντες ὁμῶς: ἀνὰ δ᾽ ἔγρετο πουλὺς
715 καπνὸς ἔς ἠέρα δῖαν, ἐπέστενε δ᾽ ἄσπετος ὕλη
δαμναμένη πυρὶ πᾶσα, μέλαινα δὲ γίνετο τέφρη.
οἱ δὲ μέγ᾽ ἐκτελέσαντες ἀτειρέες ἔργον ἀῆται
εἰς ἑὸν ἄντρον ἕκαστος ὁμοῦ νεφέεσσι φέροντο.
Μυρμιδόνες δ᾽, ὅτ᾽ ἄνακτα πελώριον ὕστατον ἄλλων
720 ἤνυσε πῦρ ἀΐδηλον ἀποκταμένων περὶ νεκρῷ
ἵππων τ᾽ αἰζηῶν τε, καὶ ἄλλ᾽ ὅσα δακρυχέοντες
ὄβριμον ἀμφὶ νέκυν κειμήλια θῆκαν ᾿ Αχαιοί,
δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν: ὀστέα δ᾽ αὐτοῦ
φαίνετ᾽ ἀριφραδέως, ἐπεὶ οὐχ ἑτέροισιν ὁμοῖα
725 ἦν, ἀλλ᾽ οἷα Γίγαντος ἀτειρέος, οὐδὲ μὲν ἄλλα
σὺν κείνοις ἐμέμικτ᾽ , ἐπεὶ ἦ βόες ἠδὲ καὶ ἵπποι
καὶ παῖδες Τρώων μίγδα κταμένοισι καὶ ἄλλοις
βαιὸν ἄπωθε κέοντο περὶ νέκυν, ὃς δ᾽ ἐνὶ μέσσοις
ῥιπῇ ὕφ᾽ Ἡφαίστοιο δεδμημένος οἶος ἔκειτο.
730 τοῦ δὲ καὶ ὀστέα πάντα περιστενάχοντες ἑταῖροι
ἄλλεγον ἐς χηλὸν πολυχανδέα τε βριαρήν τε
ἀργυρέην, χρυσῷ δὲ διαυγέϊ πᾶσ᾽ ἐκέκαστο:
καὶ τὰ μὲν ἀμβροσίῃ καὶ ἀλείφασι πάγχυ δίηναν
κοῦραι Νηρῆος μέγ᾽ Ἀχιλλέα κυδαίνουσαι,
735 ἐς δὲ βοῶν δημὸν θέσαν ἀθρόα πάγχυ χέασαι
σὺν μέλιτι λιαρῷ: μήτηρ δέ οἱ ἀμφιφορῆα
ὤπασε, τόν ῥα πάροιθε Διώνυσος πόρε δῶρον,
Ἡφαίστου κλυτὸν ἔργον ἐΰφρονος: ᾧ ἔνι θῆκαν
ὀστέ᾽ Ἀχιλλῆος μεγαλήτορος: ἀμφὶ δὲ τύμβον
740 Ἀργεῖοι καὶ σῆμα πελώριον ἀμφεβάλοντο
ἀκτῇ ἐπ᾽ ἀκροτάτῃ παρὰ βένθεσιν Ἑλλησπόντου
Μυρμιδόνων βασιλῆα θρασὺν περικωκύοντες.
οὐδὲ μὲν ἄμβροτοι ἵπποι ἀταρβέος Αἰακίδαο
μίμνον ἀδάκρυτοι παρὰ νήεσιν, ἀλλὰ καὶ αὐτοὶ
745 μύροντο σφετέροιο δαϊκταμένου βασιλῆος,
οὐδ᾽ ἔθελον μογεροῖσιν ἔτ᾽ ἀνδράσιν οὐδὲ μὲν ἵπποις
μίσγεσθ᾽ Ἀργείων ὀλοὸν περὶ πένθος ἔχοντες,
ἀλλ᾽ ὑπὲρ ὠκεανοῖο ῥοὰς καὶ Τηθύος ἄντρα
ἀνθρώπων ἀπάτερθεν ὀϊζυρῶν φορέεσθαι,
750 ἧχί σφεας τὸ πάροιθεν ἐγείνατο δῖα Ποδάργη
ἄμφω ἀελλόποδας Ζεφύρῳ κελάδοντι μιγεῖσα.
καί νύ κεν αἶψ᾽ ἐτέλεσσαν ὅσα σφίσι μήδετο θυμός,
εἰ μή σφεας κατέρυξε θεῶν νόος, ὄφρ᾽ ᾿ Αχιλῆος
ἔλθοι ἀπὸ Σκύροιο θοὸς πάϊς, ὅν ῥα καὶ αὐτοὶ
755 δέχνυνθ᾽ , ὁππόθ᾽ ἵκοιτο ποτὶ στρατόν, οὕνεκ᾽ ἄρα σφι
θέσφατα γεινομένοισι Χάους ἱεροῖο θύγατρες
Μοῖραι ἐπεκλώσαντο καὶ ἀθανάτοις περ ἐοῦσι
πρῶτα Ποσειδάωνι δαμήμεναι, αὐτὰρ ἔπειτα
θαρσαλέῳ Πηλῆι καὶ ἀκαμάτῳ ᾿ Αχιλῆι,
760 τέτρατον αὖτ᾽ ἐπὶ τοῖσι Νεοπτολέμῳ μεγαθύμῳ,
τὸν καὶ ἐς Ἠλύσιον πεδίον μετόπισθεν ἔμελλον
Ζηνὸς ὑπ᾽ ἐννεσίῃσι φέρειν μακάρων ἐπὶ γαῖαν.
τοὔνεκα καὶ στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ
μίμνον πὰρ νήεσσιν ἑὸν κατὰ θυμὸν ἄνακτα
765 τὸν μὲν ἀκηχέμενοι τὸν δ᾽ αὖ ποθέοντες ἰδέσθαι.
καὶ τότ᾽ ἐριγδούποιο λιπὼν ἁλὸς ὄβριμον οἶδμα
ἤλυθεν Ἐννοσίγαιος ἐπ᾽ ᾐόνας: οὐδέ μιν ἄνδρες
ἔδρακον, ἀλλὰ θεῇσι παρίστατο Νηρηίνῃς:
καί ῥα Θέτιν προσέειπεν ἔτ᾽ ἀχνυμένην Λ̓χιλῆος:
770 ‘ἴσχεο νῦν περὶ παιδὸς ἀπειρέσιον γοόωσα:
οὐ γὰρ ὅ γε φθιμένοισι μετέσσεται, ἀλλὰ θεοῖσιν
ὡς ἀῢς Δ�
�όνυσος ἰδὲ σθένος Ἡρακλῆος:
οὐ γάρ μιν μόρος αἰνὸς ὑπὸ ζόφον αἰὲν ἐρύξει
οὐδ᾽ Ἀΐδης, ἀλλ᾽ αἶψα καὶ ἐς Διὸς ἵξεται αὐγάς:
775 καί οἱ δῶρον ἔγωγε θεουδέα νῆσον ὀπάσσω
Εὔξεινον κατὰ πόντον, ὅπῃ θεὸς ἔσσεται αἰεὶ
σὸς πάϊς: ἀμφὶ δὲ φῦλα περικτιόνων μέγα λαῶν
κεῖνον κυδαίνοντα θυηπολίῃς ἐρατεινῇς
ἶσον ἐμοὶ τίσουσι: σὺ δ᾽ ἴσχεο κωκύουσα
780 ἐσσυμένως καὶ μή τι χαλέπτεο πένθεϊ θυμόν.’
ὣς ἐπὼν ἐπὶ πόντον ἀπήιεν εἴκελος αὔρῃ
παρφάμενος μύθοισι Θέτιν: τῆς δ᾽ ἐν φρεσὶ θυμὸς
βαιὸν ἀνέπνευσεν: τὰ δέ οἱ θεὸς ἐξετέλεσσεν.
Ἀργεῖοι δὲ γοῶντες ἀπήιον, ᾗχι ἑκάστῳ
785 νῆες ἔσαν, τὰς ἦγον ἀφ᾽ Ἑλλάδος: αἱ δ᾽ Ἑλικῶνα
Πιερίδες νίσσοντο, καὶ εἰς ἄλα Νηρηῖναι
δῦσαν ἀναστενάχουσαι ἐΰφρονα Πηλείωνα.
BOOK IV.
οὐδὲ μὲν Ἱππολόχοιο δαΐφρονος ὄβριμον υἷα
Τρῶες ἀδάκρυτον δειλοὶ λίπον, ἀλλὰ καὶ αὐτοὶ
Δαρδανίης προπάροιθε πύλης ἐρικυδέα φῶτα
πυρκαϊῆς καθύπερθε βάλον: τὸν δ᾽ αὐτὸς Ἀπόλλων
5 ἐκ πυρὸς αἰθομένοιο μάλ᾽ ἐσσυμένως ἀναείρας
δῶκε θοοῖς ἀνέμοισι φέρειν Λυκίης σχεδὸν αἴης:
οἱ δέ μιν αἶψ᾽ ἀπένεικαν ὑπ᾽ ἄγκεα Τηλάνδροιο
χῶρον ἐς ἱμερόεντα, πέτρην δ᾽ ἐφύπερθε βάλοντο
ἄρρηκτον: νύμφαι δὲ περίβλυσαν ἱερὸν ὕδωρ