Complete Works of Pindar
Page 20
30 τᾶσδέ ποτε χθονὸς οἰκιστὴρ χολωθείς. αἱ δὲ φρενῶν ταραχαί
παρέπλαγξαν καὶ σοφόν. μαντεύσατο δ’ ἐς θεὸν ἐλθών.
τῷ μὲν ὁ χρυσοκόμας εὐώδεος ἐξ ἀδύτου ναῶν πλόον
εἶπε Λερναίας ἀπ’ ἀκτᾶς εὐθὺν ἐς ἀμφιθάλασσον νομόν,
ἔνθα ποτὲ βρέχε θεῶν βασιλεὺς ὁ μέγας χρυσέαις νιφάδεσσι πόλιν,
35 ἁνίχ’ Ἁφαίστου τέχναισιν
χαλκελάτῳ πελέκει πατέρος Ἀθαναία κορυφὰν κατ’ ἄκραν
ἀνορούσαισ’ ἀλάλαξεν ὑπερμάκει βοᾷ.
Οὐρανὸς δ’ ἔφριξέ νιν καὶ Γαῖα μάτηρ.
Γ΄ τότε καὶ φαυσίμβροτος δαίμων Ὑπεριονίδας
40 μέλλον ἔντειλεν φυλάξασθαι χρέος
παισὶν φίλοις,
ὡς ἂν θεᾷ πρῶτοι κτίσαιεν βωμὸν ἐναργέα, καὶ σεμνὰν θυσίαν θέμενοι
πατρί τε θυμὸν ἰάναιεν κόρᾳ τ’ ἐγχειβρόμῳ. ἐν δ’ ἀρετάν
ἔβαλεν καὶ χάρματ’ ἀνθρώποισι προμαθέος αἰδώς·
45 ἐπὶ μὰν βαίνει τι καὶ λάθας ἀτέκμαρτα νέφος,
καὶ παρέλκει πραγμάτων ὀρθὰν ὁδόν
ἔξω φρενῶν.
καὶ τοὶ γὰρ αἰθοίσας ἔχοντες σπέρμ’ ἀνέβαν φλογὸς οὔ. τεῦξαν δ’ ἀπύροις ἱεροῖς
ἄλσος ἐν ἀκροπόλει. κείνοισι μὲν ξανθὰν ἀγαγὼν νεφέλαν [Ζεύς]
50 πολὺν ὗσε χρυσόν· αὐτὰ δέ σφισιν ὤπασε τέχναν
πᾶσαν ἐπιχθονίων Γλαυκῶπις ἀριστοπόνοις χερσὶ κρατεῖν.
ἔργα δὲ ζωοῖσιν ἑρπόντεσσί θ’ ὁμοῖα κέλευθοι φέρον·
ἦν δὲ κλέος βαθύ. δαέντι δὲ καὶ σοφία μείζων ἄδολος τελέθει.
φαντὶ δ’ ἀνθρώπων παλαιαί
55 ῥήσιες, οὔπω, ὅτε χθόνα δατέοντο Ζεύς τε καὶ ἀθάνατοι,
φανερὰν ἐν πελάγει Ῥόδον ἔμμεν ποντίῳ,
ἁλμυροῖς δ’ ἐν βένθεσιν νᾶσον κεκρύφθαι.
Δ΄ ἀπεόντος δ’ οὔτις ἔνδειξεν λάχος Ἀελίου·
καί ῥά νιν χώρας ἀκλάρωτον λίπον,
60 ἁγνὸν θεόν.
μνασθέντι δὲ Ζεὺς ἄμπαλον μέλλεν θέμεν. ἀλλά νιν οὐκ εἴασεν· ἐπεὶ πολιᾶς
εἶπέ τιν’ αὐτὸς ὁρᾶν ἔνδον θαλάσσας αὐξομέναν πεδόθεν
πολύβοσκον γαῖαν ἀνθρώποισι καὶ εὔφρονα μήλοις.
ἐκέλευσεν δ’ αὐτίκα χρυσάμπυκα μὲν Λάχεσιν
65 χεῖρας ἀντεῖναι, θεῶν δ’ ὅρκον μέγαν
μὴ παρφάμεν,
ἀλλὰ Κρόνου σὺν παιδὶ νεῦσαι, φαεννὸν ἐς αἰθέρα μιν πεμφθεῖσαν ἑᾷ κεφαλᾷ
ἐξοπίσω γέρας ἔσσεσθαι. τελεύταθεν δὲ λόγων κορυφαί
ἐν ἀλαθείᾳ πετοῖσαι· βλάστε μὲν ἐξ ἁλὸς ὑγρᾶς
70 νᾶσος, ἔχει τέ μιν ὀξειᾶν ὁ γενέθλιος ἀκτίνων πατήρ,
πῦρ πνεόντων ἀρχὸς ἵππων· ἔνθα Ῥόδῳ ποτὲ μιχθεὶς τέκεν
ἑπτὰ σοφώτατα νοήματ’ ἐπὶ προτέρων ἀνδρῶν παραδεξαμένους
παῖδας, ὧν εἷς μὲν Κάμιρον
πρεσβύτατόν τε Ἰάλυσον ἔτεκεν Λίνδον τ’· ἀπάτερθε δ’ ἔχον
75 διὰ γαῖαν τρίχα δασσάμενοι πατρωΐαν
ἀστέων μοίρας, κέκληνται δέ σφιν ἕδραι.
Ε΄ τόθι λύτρον συμφορᾶς οἰκτρᾶς γλυκὺ Τλαπολέμῳ
ἵσταται Τιρυνθίων ἀρχαγέτᾳ,
ὥσπερ θεῷ,
80 μήλων τε κνισάεσσα πομπὰ καὶ κρίσις ἀμφ’ ἀέθλοις. τῶν ἄνθεσι Διαγόρας
ἐστεφανώσατο δίς, κλεινᾷ τ’ ἐν Ἰσθμῷ τετράκις εὐτυχέων,
Νεμέᾳ τ’ ἄλλαν ἐπ’ ἄλλᾳ, καὶ κρανααῖς ἐν Ἀθάναις.
ὅ τ’ ἐν Ἄργει χαλκὸς ἔγνω νιν, τά τ’ ἐν Ἀρκαδίᾳ
ἔργα καὶ Θήβαις, ἀγῶνές τ’ ἔννομοι
85 Βοιωτίων,
Πέλλανά τ’· Αἰγίνᾳ τε νικῶνθ’ ἑξάκις· ἐν Μεγάροισίν τ’ οὐχ ἕτερον λιθίνα
ψᾶφος ἔχει λόγον. ἀλλ’ ὦ Ζεῦ πάτερ, νώτοισιν Ἀταβυρίου
μεδέων, τίμα μὲν ὕμνου τεθμὸν Ὀλυμπιονίκαν,
ἄνδρα τε πὺξ ἀρετὰν εὑρόντα. δίδοι τέ οἱ αἰδοίαν χάριν
90 καὶ ποτ’ ἀστῶν καὶ ποτὶ ξείνων. ἐπεὶ ὕβριος ἐχθρὰν ὁδόν
εὐθυπορεῖ, σάφα δαεὶς ἅ τε οἱ πατέρων ὀρθαὶ φρένες ἐξ ἀγαθῶν
ἔχρεον. μὴ κρύπτε κοινόν
σπέρμ’ ἀπὸ Καλλιάνακτος· Ἐρατιδᾶν τοι σὺν χαρίτεσσιν ἔχει
θαλίας καὶ πόλις· ἐν δὲ μιᾷ μοίρᾳ χρόνου
95 ἄλλοτ’ ἀλλοῖαι διαιθύσσοισιν αὖραι.
VIII. ΑΛΚΙΜΕΔΟΝΤΙ (ΑΙΓΙΝΗΤΗΙ) ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗΙ
Α΄ Μᾶτερ ὦ χρυσοστεφάνων ἀέθλων, Οὐλυμπία,
δέσποιν’ ἀλαθείας, ἵνα μάντιες ἄνδρες
ἐμπύροις τεκμαιρόμενοι παραπειρῶνται Διὸς ἀργικεραύνου,
εἴ τιν’ ἔχει λόγον ἀνθρώπων πέρι
5 μαιομένων μεγάλαν
ἀρετὰν θυμῷ λαβεῖν,
τῶν δὲ μόχθων ἀμπνοάν.
ἄνεται δὲ πρὸς χάριν εὐσεβίας ἀνδρῶν λιταῖς·
ἀλλ’ ὦ Πίσας εὔδενδρον ἐπ’ Ἀλφεῷ ἄλσος,
10 τόνδε κῶμον καὶ στεφαναφορίαν δέξαι. μέγα τοι κλέος αἰεί,
ᾧτινι σὸν γέρας ἕσπετ’ ἀγλαόν.
ἄλλα δ’ ἐπ’ ἄλλον ἔβαν
ἀγαθῶν, πολλαὶ δ’ ὁδοί
σὺν θεοῖς εὐπραγίας.
15 Τιμόσθενες, ὔμμε δ’ ἐκλάρωσεν πότμος
Ζηνὶ γενεθλίῳ· ὃς σὲ μὲν Νεμέᾳ πρόφατον,
Ἀλκιμέδοντα δὲ πὰρ Κρόνου λόφῳ
θ�
�κεν Ὀλυμπιονίκαν.
ἦν δ’ ἐσορᾶν καλός, ἔργῳ τ’ οὐ κατὰ εἶδος ἐλέγχων
20 ἐξένεπε κρατέων πάλᾳ δολιχήρετμον Αἴγιναν πάτραν·
ἔνθα σώτειρα Διὸς ξενίου
πάρεδρος ἀσκεῖται Θέμις
Β΄ ἔξοχ’ ἀνθρώπων. ὅ τι γὰρ πολὺ καὶ πολλᾷ ῥέπῃ,
ὀρθᾷ διακρῖναι φρενὶ μὴ παρὰ καιρόν
25 δυσπαλές· τεθμὸς δέ τις ἀθανάτων καὶ τάνδ’ ἁλιερκέα χώραν
παντοδαποῖσιν ὑπέστασε ξένοις
κίονα δαιμονίαν
ὁ δ’ ἐπαντέλλων χρόνος
τοῦτο πράσσων μὴ κάμοι
30 Δωριεῖ λαῷ ταμιευομέναν ἐξ Αἰακοῦ·
τὸν παῖς ὁ Λατοῦς εὐρυμέδων τε Ποσειδάν,
Ἰλίῳ μέλλοντες ἐπὶ στέφανον τεῦξαι, καλέσαντο συνεργόν
τείχεος, ἦν ὅτι νιν πεπρωμένον
ὀρνυμένων πολέμων
35 πτολιπόρθοις ἐν μάχαις
λάβρον ἀμπνεῦσαι καπνόν.
γλαυκοὶ δὲ δράκοντες, ἐπεὶ κτίσθη νέον,
πύργον ἐσαλλόμενοι τρεῖς, οἱ δύο μὲν κάπετον,
αὖθι δ’ ἀτυζόμενοι ψυχὰς βάλον,
40 εἷς δ’ ἐνόρουσε βοάσαις.
ἔννεπε δ’ ἀντίον ὁρμαίνων τέρας εὐθὺς Ἀπόλλων·
‘Πέργαμος ἀμφὶ τεαῖς, ἥρως, χερὸς ἐργασίαις ἁλίσκεται·
ὣς ἐμοὶ φάσμα λέγει Κρονίδα
πεμφθὲν βαρυγδούπου Διός·
Γ΄ οὐκ ἄτερ παίδων σέθεν, ἀλλ’ ἅμα πρώτοις ἄρξεται
46 καὶ τερτάτοις’. ὣς ἦρα θεὸς σάφα εἴπαις
Ξάνθον ἤπειγεν καὶ Ἀμαζόνας εὐίππους καὶ ἐς Ἴστρον ἐλαύνων.
Ὀρσοτρίαινα δ’ ἐπ’ Ἰσθμῷ ποντίᾳ
ἅρμα θοὸν τάνυεν,
50 ἀποπέμπων Αἰακόν
δεῦρ’ ἀν’ ἵπποις χρυσέαις
καὶ Κορίνθου δειράδ’ ἐποψόμενος δαιτικλυτάν.
τερπνὸν δ’ ἐν ἀνθρώποις ἴσον ἔσσεται οὐδέν.
εἰ δ’ ἐγὼ Μελησία ἐξ ἀγενείων κῦδος ἀνέδραμον ὕμνῳ,
55 μὴ βαλέτω με λίθῳ τραχεῖ φθόνος·
καὶ Νεμέᾳ γὰρ ὁμῶς
ἐρέω ταύταν χάριν,
τὰν δ’ ἔπειτ’ ἀνδρῶν μάχας
ἐκ παγκρατίου. τὸ διδάξασθαι δέ τοι
60 εἰδότι ῥᾴτερον· ἄγνωμον δὲ τὸ μὴ προμαθεῖν·
κουφότεραι γὰρ ἀπειράτων φρένες.
κεῖνα δὲ κεῖνος ἂν εἴποι
ἔργα περαίτερον ἄλλων, τίς τρόπος ἄνδρα προβάσει
ἐξ ἱερῶν ἀέθλων μέλλοντα ποθεινοτάταν δόξαν φέρειν.
65 νῦν μὲν αὐτῷ γέρας Ἀλκιμέδων
νίκαν τριακοστὰν ἑλών·
Δ΄ ὃς τύχᾳ μὲν δαίμονος, ἀνορέας δ’ οὐκ ἀμπλακών
ἐν τέτρασιν παίδων ἀπεθήκατο γυίοις
νόστον ἔχθιστον καὶ ἀτιμοτέραν γλῶσσαν καὶ ἐπίκρυφον οἶμον,
70 πατρὶ δὲ πατρὸς ἐνέπνευσεν μένος
γήραος ἀντίπαλον·
Ἀΐδα τοι λάθεται
ἄρμενα πράξαις ἀνήρ.
ἀλλ’ ἐμὲ χρὴ μναμοσύναν ἀνεγείροντα φράσαι
75 χειρῶν ἄωτον Βλεψιάδαις ἐπίνικον,
ἕκτος οἷς ἤδη στέφανος περίκειται φυλλοφόρων ἀπ’ ἀγώνων.
ἔστι δὲ καί τι θανόντεσσιν μέρος
κὰν νόμον ἐρδομένων·
κατακρύπτει δ’ οὐ κόνις
80 συγγόνων κεδνὰν χάριν.
Ἑρμᾶ δὲ θυγατρὸς ἀκούσαις Ἰφίων
Ἀγγελίας, ἐνέποι κεν Καλλιμάχῳ λιπαρόν
κόσμον Ὀλυμπίᾳ, ὅν σφι Ζεὺς γένει
ὤπασεν. ἐσλὰ δ’ ἐπ’ ἐσλοῖς
85 ἔργα θέλοι δόμεν, ὀξείας δὲ νόσους ἀπαλάλκοι.
εὔχομαι ἀμφὶ καλῶν μοίρᾳ νέμεσιν διχόβουλον μὴ θέμεν·
ἀλλ’ ἀπήμαντον ἄγων βίοτον
αὐτούς τ’ ἀέξοι καὶ πόλιν.
IX. ΕΦΑΡΜΟΣΤΩΙ ΟΠΟΥΝΤΙΩΙ ΠΑΛΑΙΣΤΗΙ
Α΄ Τὸ μὲν Ἀρχιλόχου μέλος
φωνᾶεν Ὀλυμπίᾳ, καλλίνικος ὁ τριπλόος κεχλαδώς
ἄρκεσε Κρόνιον παρ’ ὄχθον ἁγεμονεῦσαι
κωμάζοντι φίλοις Ἐφαρμόστῳ σὺν ἑταίροις·
5 ἀλλὰ νῦν ἑκαταβόλων Μοισᾶν ἀπὸ τόξων
Δία τε φοινικοστερόπαν σεμνόν τ’ ἐπίνειμαι
ἀκρωτήριον Ἄλιδος
τοιοῖσδε βέλεσσιν,
τὸ δή ποτε Λυδὸς ἥρως Πέλοψ
10 ἐξάρατο κάλλιστον ἕδνον Ἱπποδαμείας·
πτερόεντα δ’ ἵει γλυκύν
Πυθῶνάδ’ ὀϊστόν· οὔτοι χαμαιπετέων λόγων ἐφάψεαι,
ἀνδρὸς ἀμφὶ παλαίσμασιν φόρμιγγ’ ἐλελίζων
κλεινᾶς ἐξ Ὀπόεντος· αἰνήσαις ἓ καὶ υἱόν,
15 ἃν Θέμις θυγάτηρ τέ οἱ σώτειρα λέλογχεν
μεγαλόδοξος Εὐνομία. θάλλει δ’ ἀρεταῖσιν
σόν τε, Κασταλία, πάρα
Ἀλφεοῦ τε ῥέεθρον·
ὅθεν στεφάνων ἄωτοι κλυτάν
20 Λοκρῶν ἐπαείροντι ματέρ’ ἀγλαόδενδρον.
ἐγὼ δέ τοι φίλαν πόλιν
μαλεραῖς ἐπιφλέγων ἀοιδαῖς,
καὶ ἀγάνορος ἵππου
θᾶσσον καὶ ναὸς ὑποπτέρου παντᾷ
25 ἀγγελίαν πέμψω ταύταν, εἰ σύν τινι μοιριδίῳ παλάμᾳ
ἐξαίρετον Χαρίτων νέμομαι κᾶπον·
κεῖναι γὰρ ὤπασαν τὰ τέρπν’· ἀγαθοὶ δὲ καὶ σοφοὶ κατὰ δαίμον’ ἄνδρες
Β΄ ἐγένοντ’· ἐπεὶ ἀντίον
30 πῶς ἂν τριόδοντος Ἡρακλέης
σκύταλον τίναξε χερσίν,
ἁνίκ’ ἀμφὶ Πύλον σταθεὶς ἤρειδε Ποσειδάν,
ἤρειδεν δέ νιν ἀργυρέῳ τόξῳ πολεμίζων
Φοῖβος, οὐδ’ Ἀΐδας ἀκινήταν ἔχε ῥάβδον,
βρότεα σώμαθ’ ᾇ κατάγει κοίλαν πρὸς ἄγυιαν
35 θνᾳσκόντων; ἀπό μοι λόγον
τοῦτον, στόμα, ῥῖψον·
ἐπεὶ τό γε λοιδορῆσαι θεούς
ἐχθρὰ σοφία, καὶ τὸ καυχᾶσθαι παρὰ καιρόν
μανίαισιν ὑποκρέκει.
40 μὴ νῦν λαλάγει τὰ τοιαῦτ’· ἔα πόλεμον μάχαν τε πᾶσαν
χωρὶς ἀθανάτων· φέροις δὲ Πρωτογενείας
ἄστει γλῶσσαν, ἵν’ αἰολοβρέντα Διὸς αἴσᾳ
Πύρρα Δευκαλίων τε Παρνασσοῦ καταβάντε
δόμον ἔθεντο πρῶτον, ἄτερ δ’ εὐνᾶς ὁμόδαμον
45 κτισσάσθαν λίθινον γόνον·
λαοὶ δ’ ὀνύμασθεν.
ἔγειρ’ ἐπέων σφιν οἶμον λιγύν,
αἴνει δὲ παλαιὸν μὲν οἶνον, ἄνθεα δ’ ὕμνων
νεωτέρων. λέγοντι μάν
50 χθόνα μὲν κατακλύσαι μέλαιναν
ὕδατος σθένος, ἀλλά
Ζηνὸς τέχναις ἀνάπωτιν ἐξαίφνας
ἄντλον ἑλεῖν. κείνων δ’ ἔσαν χαλκάσπιδες ὑμέτεροι πρόγονοι
55 ἀρχᾶθεν, Ἰαπετιονίδος φύτλας
κοῦροι κορᾶν καὶ φερτάτων Κρονιδᾶν, ἐγχώριοι βασιλῆες αἰεί,
Γ΄ πρὶν Ὀλύμπιος ἁγεμών
θύγατρ’ ἀπὸ γᾶς Ἐπειῶν Ὀπόεντος ἀναρπάσαις, ἕκαλος
μίχθη Μαιναλίαισιν ἐν δειραῖς, καὶ ἔνεικεν
60 Λοκρῷ, μὴ καθέλοι νιν αἰὼν πότμον ἐφάψαις
ὀρφανὸν γενεᾶς. ἔχεν δὲ σπέρμα μέγιστον