Book Read Free

Delphi Complete Works of Procopius

Page 194

by Procopius of Caesarea


  Ἐν ᾧ δὲ ταῦτα Οὐίττιγις ἔπρασσεν, ἐν τούτῳ Βελισάριος ἐς Ῥώμην ἰέναι παρεσκευάζετο. ἀπολέξας οὖν ἄνδρας ἐκ καταλόγου πεζικοῦ τριακοσίους καὶ Ἡρωδιανὸν ἄρχοντα ἐπὶ τῇ Νεαπόλεως φυλακῇ κατεστήσατο. [2] ἔπεμψε δὲ καὶ ἐς Κύμην φρουρούς, ὅσους ᾤετο τῇ τοῦ ἐνταῦθα φρουρίου φυλακῇ ἱκανοὺς ἔσεσθαι. ἄλλο γάρ τι ὀχύρωμα ἐν Καμπανίᾳ, ὅτι μὴ ἐν Κύμῃ τε καὶ ἐν Νεαπόλει, οὐκ ἦν. [3] ἐν ταύτῃ τῇ Κύμῃ οἱ ἐπιχώριοι τὸ Σιβύλλης δεικνύουσι σπήλαιον ἔνθα δὴ αὐτῆς τὸ μαντεῖον γεγενῆσθαί φασιν: ἐπιθαλασσία δὲ ἡ Κύμη ἐστί, Νεαπόλεως ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατὸν σταδίους διέχουσα. [4] Βελισάριος μὲν οὖν διεκόσμει τὸ στράτευμα, Ῥωμαῖοι δέ, δείσαντες μὴ σφίσι ξυμβαίη ὅσα Νεαπολίταις ξυμπέπτωκε, λογισάμενοι ἔγνωσαν ἄμεινον εἶναι τῇ πόλει τὸν βασιλέως στρατὸν δέξασθαι. μάλιστα δὲ αὐτοὺς Σιλβέριος ἐς τοῦτο ἐνῆγεν, ὁ τῆς πόλεως ἀρχιερεύς. [5] Φιδέλιόν τε πέμψαντες, ἄνδρα ἐκ Μεδιολάνου ὁρμώμενον, ἣ ἐν Λιγούροις κεῖται, ὃς δὴ Ἀταλαρίχῳ παρήδρευε πρότερον ῾κοιαίστωρα δὲ τὴν ἀρχὴν ταύτην καλοῦσι Ῥωμαῖοἰ, Βελισάριον ἐς Ῥώμην ἐκάλουν, ἀμαχητὶ τὴν πόλιν παραδώσειν ὑποσχόμενοι. [6] ὁ δὲ διὰ τῆς Λατίνης ὁδοῦ ἀπῆγε τὸ στράτευμα, τὴν Αππίαν ὁδὸν ἀφεὶς ἐν ἀριστερᾷ, ἣν Ἄππιος ὁ Ῥωμαίων ὕπατος ἐννακοσίοις ἐνιαυτοῖς πρότερον ἐποίησέ τε καὶ ἐπώνυμον ἔσχεν. Ἔστι δὲ ἡ Ἀππία ὁδὸς ἡμερῶν πέντε εὐζώνῳ ἀνδρί: ἐκ Ῥώμης γὰρ αὕτη ἐς Καπύην διήκει. [7] εὖρος δέ ἐστι τῆς ὁδοῦ ταύτης ὅσον ἁμάξας δύο ἀντίας ἰέναι ἀλλήλαις, καὶ ἔστιν ἀξιοθέατος πάντων μάλιστα. [8] τὸν γὰρ λίθον ἅπαντα, μυλίτην τε ὄντα καὶ φύσει σκληρόν, ἐκ χώρας ἄλλης μακρὰν οὔσης τεμὼν Ἄππιος ἐνταῦθα ἐκόμισε: [9] ταύτης γὰρ δὴ τῆς γῆς οὐδαμῆ πέφυκε. λείους δὲ τοὺς λίθους καὶ ὁμαλοὺς ἐργασάμενος, ἐγγωνίους τε τῇ ἐντομῇ πεποιημένος, ἐς ἀλλήλους ξυνέδησεν, οὔτε χάλικα ἐντὸς οὔτε τι ἄλλο ἐμβεβλημένος. [10] οἱ δὲ ἀλλήλοις οὕτω τε ἀσφαλῶς συνδέδενται καὶ μεμύκασιν, ὥστε ὅτι δὴ οὐκ εἰσὶν ἡρμοσμένοι, ἀλλ̓ ἐμπεφύκασιν ἀλλήλοις, δόξαν τοῖς ὁρῶσι παρέχονται: [11] καὶ χρόνου τριβέντος συχνοῦ δὴ οὕτως ἁμάξαις τε πολλαῖς καὶ ζῴοις ἅπασι διαβατοὶ γινόμενοι ἐς ἡμέραν ἑκάστην οὔτε τῆς ἁρμονίας παντάπασι διακέκρινται οὔτε τινὶ αὐτῶν διαφθαρῆναι ἢ μείονι γίνεσθαι ξυνέπεσεν, οὐ μὴν οὐδὲ τῆς ἀμαρυγῆς τι ἀποβαλέσθαι. τὰ μὲν οὖν τῆς Ἀππίας ὁδοῦ τοιαῦτά ἐστι. [12] Γότθοι δὲ οἳ ἐν Ῥώμῃ φυλακὴν εἶχον, ἐπεὶ τούς τε πολεμίους ἄγχιστά πη εἶναι ἐπύθοντο καὶ Ῥωμαίων τῆς γνώμης ᾔσθοντο, ἤσχαλλον τότε τῇ πόλει καὶ τοῖς ἐπιοῦσι διὰ μάχης ἰέναι οὐχ οἷοί τε ὄντες ἠπόρουν: [13] ἔπειτα δὲ Ῥωμαίων σφίσιν ἐνδιδόντων ἐνθένδε ἀπαλλαγέντες ἐπὶ Ῥαβέννης ἐχώρησαν ἅπαντες, πλήν γε δὴ ὅτι Λεύδερις ὃς αὐτῶν ἦρχεν, αἰδεσθείς, οἶμαι, τύχην τὴν παροῦσαν, αὐτοῦ ἔμεινε. [14] ξυνέπεσέ τε ἐκείνῃ τῇ ἡμέρᾳ κατὰ τὸν αὐτὸν χρόνον Βελισάριον μὲν καὶ τὸν βασιλέως στρατὸν ἐς Ῥώμην εἰσιέναι διὰ πύλης ἣν καλοῦσιν Ἀσιναρίαν, Γότθους δὲ ἀναχωρεῖν ἐνθένδε διὰ πύλης ἑτέρας ἣ Φλαμινία ἐπικαλεῖται, Ῥώμη τε αὖθις ἑξήκοντα ἔτεσιν ὕστερον ὑπὸ Ῥωμαίοις γέγονεν, ἐνάτῃ τοῦ τελευταίου, πρὸς δὲ Ῥωμαίων προσαγορευομένου Δεκεμβρίου μηνὸς ἑνδέκατον ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος. [15] Λεύδεριν μὲν οὖν τὸν Γότθων ἄρχοντα καὶ τῶν πυλῶν τὰς κλεῖς Βελισάριος βασιλεῖ ἔπεμψεν, αὐτὸς δὲ τοῦ περιβόλου πολλαχῆ διερρυηκότος ἐπεμελεῖτο: ἔπαλξιν δὲ ἑκάστην ἐγγώνιον ἐποίει, οἰκοδομίαν δή τινα ἑτέραν ἐκ πλαγίου τοῦ εὐωνύμου τιθέμενος, ὅπως οἱ ἐνθένδε τοῖς ἐπιοῦσι μαχόμενοι πρὸς τῶν ἐν ἀριστερᾷ σφίσι τειχομαχούντων ἥκιστα βάλλωνται, καὶ τάφρον ἀμφὶ τὸ τεῖχος βαθεῖάν τε καὶ λόγου ἀξίαν πολλοῦ ὤρυσσε. [16] Ῥωμαῖοι δὲ τὴν μὲν πρόνοιαν τοῦ στρατηγοῦ καὶ διαφερόντως τὴν ἐς τὰς ἐπάλξεις ἀποδεδειγμένην ἐμπειρίαν ἐπῄνουν, ἐν θαύματι δὲ μεγάλῳ ποιούμενοι ἤσχαλλον, εἴ τινα ὡς πολιορκηθήσεται ἔννοιαν ἔχων ᾠήθη ἐσιτητά οἱ ἐς Ῥώμην εἶναι, ἣ οὔτε πολιορκίαν οἵα τέ ἐστι φέρειν τῶν ἐπιτηδείων τῇ ἀπορίᾳ, διὰ τὸ μὴ ἐπιθαλάσσιος εἶναι, καὶ τείχους περιβαλλομένη τοσοῦτόν τι χρῆμα, ἄλλως τε καὶ ἐν πεδίῳ κειμένη ἐς ἄγαν ὑπτίῳ τοῖς ἐπιοῦσιν εὐέφοδος, [17] ὡς τὸ εἰκός, ἔστιν. ὁ δὲ καὶ ταῦτα ἀκούων τὰ ἐς πολιορκίαν οὐδέν τι ἧσσον ἅπαντα ἐξηρτύετο, καὶ τὸν σῖτον ὃν ταῖς ναυσὶν ἔχων ἐκ Σικελίας ἀφίκετο, ἐν οἰκήμασι καταθέμενος δημοσίοις ἐφύλασσε, καὶ Ῥωμαίους ἅπαντας, καίπερ δεινὰ ποιουμένους, ἠνάγκαζεν ἅπαντα σφίσι τὰ ἐπιτήδεια ἐκ τῶν ἀγρῶν ἐσκομίζεσθαι.

  Τότε δὴ καὶ Πίτζας, Γότθος ἀνήρ, ἐκ Σαμνίου ἥκων, αὑτόν τε καὶ Γότθους οἳ ἐκείνῃ ξὺν αὐτῷ ᾤκηντο, καὶ Σαμνίου τοῦ ἐπιθαλασσίου μοῖραν τὴν ἡμίσειαν Βελισαρίῳ ἐνεχείρισεν, ἄχρι ἐς τὸν ποταμὸν ὃς τῆς χώρας μεταξὺ φέρεται. [2] Γότθοι γὰρ ὅσοι ἐπὶ θάτερα τοῦ ποταμοῦ ἵδρυντο, οὔτε τῷ Πίτζᾳ ἕπεσθαι οὔτε βασιλεῖ κατήκοοι εἶναι ἤθελον. στρατιώτας τέ οἱ Βελισάριος οὐ πολλοὺς ἔδωκεν, ὅπως αὐτῷ ξυμφυλάξωσι τὰ ἐκείνῃ χωρία. [3] πρότερον δὲ Καλαβροί τε καὶ Ἀπούλιοι, Γότθων σφίσι τῇ χώρᾳ �
�ὐ παρόντων, Βελισαρίῳ ἐθελούσιοι προσεχώρησαν οἵ τε παράλιοι καὶ οἱ τὰ μεσόγεια ἔχοντες. [4] Ἐν τοῖς καὶ Βενεβεντός ἐστιν, ἣν πάλαι μὲν Μαλεβεντὸν ὠνόμασαν Ῥωμαῖοι, τανῦν δὲ Βενεβεντὸν καλοῦσι, τὴν ἀπὸ τοῦ προτέρου ὀνόματος διαφεύγοντες βλασφημίαν: βέντος γὰρ ἄνεμον τῇ Λατίνων φωνῇ δύναται. [5] ἐν Δαλματίᾳ γάρ, ἣ ταύτης καταντικρὺ ἐν τῇ ἀντιπέρας ἠπείρῳ κεῖται, ἀνέμου τι πνεῦμα σκληρόν τε καὶ ὑπερφυῶς ἄγριον ἐπισκήπτειν φιλεῖ, ὅπερ ἐπειδὰν ἐπιπνεῖν ἄρξηται, ὁδῷ ἰόντα ἔτι ἄνθρωπον ἐνταῦθα εὑρεῖν οὐδεμία μηχανή ἐστιν, ἀλλ̓ οἴκοι ἅπαντες καθείρξαντες ἑαυτοὺς τηροῦσι. [6] τοιαύτη γάρ τις ἡ τοῦ πνεύματος ῥύμη τυγχάνει οὖσα ὥστε ἄνδρα ἱππέα ξὺν τῷ ἵππῳ ἁρπάσασα μετέωρον φέρει, ἐπὶ πλεῖστόν τε περιαγαγοῦσα τῆς τοῦ ἀέρος χώρας εἶτα ὅπη παρατύχῃ ἀπορρίπτουσα κτείνει. [7] Βενεβεντὸν δὲ ἅτε καταντικρὺ Δαλματίας οὖσαν, ὥσπερ μοι εἴρηται, ἐπί τε ὑψηλοῦ τινος χώρου κειμένην μοῖράν τινα φέρεσθαι τῆς τούτου δὴ τοῦ ἀνέμου δυσκολίας συμβαίνει. [8] ταύτην Διομήδης ποτὲ ὁ Τυδέως ἐδείματο, μετὰ Ἰλίου ἅλωσιν ἐκ τοῦ Ἄργους ἀποκρουσθείς. καὶ γνώρισμα τῇ πόλει τοὺς ὀδόντας συὸς τοῦ Καλυδωνίου ἐλείπετο, οὕς οἱ θεῖος Μελέαγρος ἆθλα τοῦ κυνηγεσίου λαβὼν ἔτυχεν, οἳ καὶ εἰς ἐμὲ ἐνταῦθά εἰσι, θέαμα λόγου πολλοῦ ἰδεῖν ἄξιον, περίμετρον οὐχ ἧσσον ἢ τρισπίθαμον ἐν μηνοειδεῖ σχήματι ἔχοντες. [9] ἐνταῦθα καὶ ξυγγενέσθαι τὸν Διομήδην Αἰνείᾳ τῷ Ἀγχίσου ἥκοντι ἐξ Ἰλίου φασὶ καὶ κατὰ τὸ λόγιον τὸ τῆς Ἀθήνης ἄγαλμα δοῦναι ὃ ξὺν τῷ Ὀδυσσεῖ ἀποσυλήσας ἔτυχεν, ὅτε κατασκόπω ἐς τὴν Ἴλιον ἠλθέτην ἄμφω πρότερον ἢ τήνδε ἁλώσιμον γενέσθαι τοῖς Ἕλλησι. [10] λέγουσι γὰρ αὐτῷ νοσήσαντί τε ὕστερον καὶ ὑπὲρ τῆς νόσου πυνθανομένῳ χρῆσαι τὸ μαντεῖον οὔ ποτέ οἱ τοῦ κακοῦ ἀπαλλαγὴν ἔσεσθαι πλὴν εἰ μὴ ἀνδρὶ Τρωῒ τὸ ἄγαλμα τοῦτο διδοίη. [11] καὶ αὐτὸ μὲν ὅπου γῆς ἐστιν, οὔ φασι Ῥωμαῖοι εἰδέναι, εἰκόνα δὲ αὐτοῦ λίθῳ τινὶ ἐγκεκολαμμένην δεικνύουσι καὶ ἐς ἐμὲ ἐν τῷ τῆς Τύχης ἱερῷ, οὗ δὴ πρὸ τοῦ χαλκοῦ τῆς Ἀθηνᾶς ἀγάλματος κεῖται, ὅπερ αἴθριον ἐς τὰ πρὸς ἕω τοῦ νεὼ ἵδρυται. [12] αὕτη δὲ ἡ ἐν τῷ λίθῳ εἰκὼν πολεμούσῃ τε καὶ τὸ δόρυ ἀνατεινούσῃ ἅτε ἐς ξυμβολὴν ἔοικε: ποδήρη δὲ καὶ ὣς τὸν χιτῶνα ἔχει. [13] τὸ δὲ πρόσωπον οὐ τοῖς Ἑλληνικοῖς ἀγάλμασι τῆς Ἀθηνᾶς ἐμφερές ἐστιν, ἀλλ̓ οἷα παντάπασι τὸ παλαιὸν Αἰγύπτιοι ἐποίουν. [14] Βυζάντιοι δέ φασι τὸ ἄγαλμα τοῦτο Κωνσταντῖνον βασιλέα ἐν τῇ ἀγορᾷ ἣ αὐτοῦ ἐπώνυμός ἐστι κατορύξαντα θέσθαι. ταῦτα μὲν δὴ ὧδέ πη ἔσχεν. [15] Ἰταλίαν δὲ οὕτω ξύμπασαν ἣ ἐντὸς κόλπου τοῦ Ἰονίου ἐστίν, ἄχρι ἔς τε Ῥώμην καὶ Σάμνιον Βελισάριος παρεστήσατο, τοῦ δὲ κόλπου ἐκτὸς ἄχρι ἐς Λιβουρνίαν Κωνσταντιανός, ὥσπερ ἐρρήθη, [16] ἔσχεν. ὅντινα δὲ τρόπον Ἰταλίαν οἰκοῦσιν οἱ ταύτῃ ἄνθρωποι ἐρῶν ἔρχομαι. πέλαγος τὸ Ἀδριατικόν, ἐκροήν τινα πόρρω που τῆς ἠπείρου ἐκβάλλον, ποιεῖται τὸν Ἰόνιον κόλπον, οὐδὲν ὁμοίως τοῖς ἄλλοις χωρίοις ἔνθα δὴ τελευτῶσα τῆς θαλάσσης ἡ ἐς τὴν ἤπειρον ἀνάβασις ἰσθμὸν ποιεῖται. [17] ὅ τε γὰρ Κρισαῖος καλούμενος κόλπος, ἀπολήγων ἐς τὸ Λέχαιον, ἵνα δὴ Κορινθίων ἡ πόλις ἐστίν, ἐν μέτρῳ τεσσαράκοντα σταδίων μάλιστα, ποιεῖται τὸν ταύτης ἰσθμόν: [18] καὶ ὁ ἀφ̓ Ἑλλησπόντου κόλπος, ὃν Μέλανα καλοῦσιν, οὐ πλέον, ἀλλὰ κατὰ τοῦτο τὸ μέτρον ἀποτελεῖ τὸν ἐν Χερρονήσῳ ἰσθμόν. [19] ἐκ δὲ Ῥαβέννης πόλεως, οὗ δὴ τελευτᾷ ὁ Ἰόνιος κόλπος, ἐς θάλασσαν τὴν Τυρρηνικὴν οὐχ ἧσσον ἢ ὀκτὼ ὁδὸς ἡμερῶν εὐζώνῳ ἀνδρί ἐστιν. [20] αἴτιον δὲ ὅτι προϊοῦσα ἡ τῆς θαλάσσης ἐπιρροὴ ἐν δεξιᾷ ἐπὶ πλεῖστον ἐς ἀεὶ φέρεται. τούτου δὲ τοῦ κόλπου ἐντὸς πόλισμα πρῶτον ὁ Δρυοῦς οἰκεῖται, ὅπερ τανῦν Ὑδροῦς καλεῖται. [21] τούτου ἐν δεξιᾷ μὲν Καλαβροί τε καὶ Ἀπούλιοι καὶ Σαμνῖταί εἰσι, καὶ αὐτῶν ἐχόμενοι Πικηνοὶ ἄχρι ἐς Ῥάβενναν πόλιν ᾤκηνται. [22] ἐπὶ θάτερα δὲ Καλαβρῶν τε μοῖρα ἡ λειπομένη ἐστὶ καὶ Βρίττιοί τε καὶ Λευκανοί, μεθ̓ οὓς Καμπανοὶ ἄχρι ἐς Ταρακίνην πόλιν οἰκοῦσιν, οὓς δὴ οἱ Ῥώμης ὅροι ἐκδέχονται. [23] ταῦτα τὰ ἔθνη ἑκατέρας τε θαλάσσης τὴν ἠϊόνα καὶ τὰ ἐκείνῃ μεσόγεα ξύμπαντα ἔχουσιν. αὕτη τέ ἐστιν ἡ μεγάλη Ἑλλὰς καλουμένη τὰ πρότερα. ἐν Βριττίοις γὰρ Λοκροί τέ εἰσιν οἱ Ἐπιζεφύριοι καὶ Κροτωνιᾶται καὶ Θούριοι. [24] τοῦ δὲ κόλπου ἐκτὸς πρῶτοι μὲν Ἕλληνές εἰσιν, Ἠπειρῶται καλούμενοι, ἄχρι Ἐπιδάμνου πόλεως, ἥπερ ἐπιθαλασσία οἰκεῖται. [25] καὶ ταύτης μὲν ἐχομένη Πρέκαλις ἡ χώρα ἐστί, μεθ̓ ἣν Δαλματία ἐπικαλεῖται, καὶ τῷ τῆς ἑσπερίας λελόγισται κράτει. τὸ δὲ ἐντεῦθεν Λιβουρνία τε καὶ Ἰστρία καὶ Βενετίων ἡ χώρα ἐστὶ μέχρι ἐς Ῥάβενναν πόλιν διήκουσα. [26] οὗτοι μὲν ἐπιθαλάσσιοι ταύτῃ ᾤκηνται. ὕπερθεν δὲ αὐτῶν Σίσκιοί τε καὶ Σούαβοι ῾οὐχ οἱ Φράγγων κατήκοοι, ἀλλὰ παρὰ τούτοις ἕτεροἰ χώραν τὴν μεσόγειον ἔχουσι. [27] καὶ ὑπὲρ τούτους Καρνίοι τε καὶ Νωρικοὶ ἵδρυνται. τούτων δὲ Δᾶκαί τε καὶ Παννόνες ἐν δεξιᾷ οἰκοῦσιν, οἳ ἄλλα τε χωρία καὶ Σιγγιδόνον καὶ Σίρμιον ἔχουσιν, ἄχρι ἐς ποταμὸν Ἴστρον διήκοντες. [28] τούτων μὲν δὴ τῶν ἐθνῶν Γότθοι κόλπου τοῦ
Ἰονίου ἐκτὸς κατ̓ ἀρχὰς τοῦδε τοῦ πολέμου ἦρχον, ὑπὲρ δὲ Ῥαβέννης πόλεως Πάδου τοῦ ποταμοῦ ἐν ἀριστερᾷ Λιγούριοι ᾤκηνται. [29] καὶ αὐτῶν τὰ μὲν πρὸς βορρᾶν ἄνεμον Ἀλβανοὶ ἐν χώρᾳ ὑπερφυῶς ἀγαθῇ Λαγγούβιλλα καλουμένῃ οἰκοῦσι, τούτων τε ὕπερθεν ἔθνη τὰ Φράγγοις κατήκοά ἐστι, τὰ δὲ πρὸς ἑσπέραν Γάλλοι τε καὶ μετ̓ ἐκείνους Ἱσπανοὶ ἔχουσι. [30] τοῦ δὲ Πάδου ἐν δεξιᾷ Αἰμιλία τέ ἐστι καὶ τὰ Τούσκων ἔθνη, ἄχρι καὶ ἐς τοὺς Ῥώμης ὅρους διήκοντα. ταῦτα μὲν δὴ ὧδέ πη ἔχει.

 

‹ Prev