Delphi Complete Works of Procopius
Page 195
Βελισάριος δὲ τὰ Ῥώμης ὅρια κύκλῳ ἅπαντα μέχρι ἐς ποταμὸν Τίβεριν καταλαβὼν ἐκρατύνατο. καὶ ἐπειδή οἱ ἅπαντα ὡς ἄριστα εἶχε, πολλοὺς τῶν αὑτοῦ ὑπασπιστῶν ξὺν δορυφόροις ἄλλοις τε καὶ Ζαρτῆρι καὶ Χορσομάνῳ καὶ Αἰσχμάνῳ τοῖς Μασσαγέταις καὶ στρατιὰν ἄλλην Κωνσταντίνῳ ἔδωκεν, ἔς τε Τουσκίαν ἐκέλευεν ἰέναι, ἐφ̓ ᾧ παραστήσεται τὰ ἐκείνῃ χωρία. [2] καὶ Βέσσαν ἐπήγγελλε καταλαβεῖν Ναρνίαν, πόλιν ἐχυρὰν μάλιστα ἐν Τούσκοις οὖσαν. ὁ δὲ Βέσσας οὗτος Γότθος μὲν ἦν γένος τῶν ἐκ παλαιοῦ ἐν Θρᾴκῃ ᾠκημένων, Θευδερίχῳ τε οὐκ ἐπισπομένων, ἡνίκα ἐνθένδε ἐς Ἰταλίαν ἐπῆγε τὸν Γότθων λεών, δραστήριος δὲ καὶ ἀγαθὸς τὰ πολέμια. [3] στρατηγός τε γὰρ ἦν ἄριστος καὶ αὐτουργὸς δεξιός. καὶ Βέσσας μὲν οὔτι ἀκουσίων τῶν οἰκητόρων Ναρνίαν ἔσχε, Κωνσταντῖνος δὲ Σπολίτιόν τε καὶ Περυσίαν καὶ ἄλλα ἄττα πολίσματα παρεστήσατο οὐδενὶ πόνῳ. [4] ἐθελούσιοι γὰρ αὐτὸν ταῖς πόλεσι Τοῦσκοι ἐδέχοντο. φρουρὰν οὖν ἐν Σπολιτίῳ καταστησάμενος αὐτὸς ξὺν τῷ ἄλλῳ στρατῷ ἐν Περυσίᾳ τῇ Τούσκων πρώτῃ ἡσύχαζεν. [5] Οὐίττιγις δὲ ταῦτα ἀκούσας στρατιάν τε καὶ ἄρχοντας Οὐνίλαν τε καὶ Πίσσαν ἐπ̓ αὐτοὺς ἔπεμπεν. [6] οἷς Κωνσταντῖνος ὑπαντιάσας ἐν τῷ Περυσίας προαστείῳ ἐς χεῖρας ἦλθε. πλήθει δὲ τῶν βαρβάρων ὑπεραιρόντων ἀγχώμαλος μὲν τὰ πρῶτα ἐγεγόνει ἡ μάχη, μετὰ δὲ Ῥωμαῖοι τῇ σφῶν ἀρετῇ καθυπέρτεροι γεγενημένοι τοὺς πολεμίους ἐτρέψαντο, φεύγοντάς τε οὐδενὶ κόσμῳ σχεδόν τι ἅπαντας ἔκτεινον: [7] καὶ ζῶντας ἑλόντες τοὺς τῶν πολεμίων ἄρχοντας παρὰ Βελισάριον ἔπεμψαν. ἐπεὶ δὲ ταῦτα Οὐίττιγις ἤκουσεν, ἡσυχάζειν ἐπὶ Ῥαβέννης οὐκέτι ἤθελεν, οὗ δὴ αὐτῷ Μαρκίας τε καὶ οἱ ξὺν αὐτῷ οὔπω ἐκ Γαλλιῶν ἥκοντες ἐμπόδιοι ἦσαν. [8] ἐς μὲν οὖν Δαλματίαν στρατιάν τε πολλὴν καὶ ἄρχοντας Ἀσινάριόν τε καὶ Οὐλιγίσαλον ἔπεμψεν, ἐφ̓ ᾧ Δαλματίαν τῇ Γότθων ἀρχῇ ἀνασώσονται. [9] καὶ αὐτοῖς ἐπέστελλεν ἐκ τῶν ἀμφὶ Σουαβίαν χωρίων στράτευμα ἑταιρισαμένοις τῶν ταύτῃ βαρβάρων οὕτω δὴ εὐθὺ Δαλματίας τε καὶ Σαλώνων ἰέναι. [10] ξὺν αὐτοῖς δὲ καὶ μακρὰ πλοῖα πολλὰ ἔπεμψεν, ὅπως Σάλωνας κατὰ γῆν τε καὶ θάλασσαν πολιορκεῖν οἷοί τε ὦσιν. [11] αὐτὸς δὲ τῷ παντὶ στρατῷ ἐπὶ Βελισάριόν τε καὶ Ῥώμην ἰέναι ἠπείγετο, ἱππέας τε καὶ πεζοὺς οὐχ ἧσσον ἢ μυριάδας πεντεκαίδεκα ἐπαγόμενος, καὶ αὐτῶν τεθωρακισμένοι ξὺν τοῖς ἵπποις οἱ πλεῖστοι ἦσαν. [12] Ἀσινάριος μὲν οὖν ἀμφὶ τὴν Σουαβίαν γενόμενος τὸ τῶν βαρβάρων στράτευμα ἤγειρε, μόνος δὲ Οὐλιγίσαλος Γότθοις ἐς Λιβουρνίαν ἡγήσατο. [13] καὶ σφίσι Ῥωμαίων ἐν χωρίῳ Σκάρδωνι ἐς χεῖρας ἐλθόντων ἡσσηθέντες τῇ μάχῃ ἀνεχώρησαν ἐς Βοῦρνον πόλιν: ἐνταῦθά τε τὸν συνάρχοντα ἀνέμεινεν Οὐλιγίσαλος. [14] Κωνσταντιανὸς δέ, ἐπεὶ τὴν Ἀσιναρίου παρασκευὴν ἤκουσε, δείσας περὶ Σάλωσι, τοὺς στρατιώτας μετεπέμψατο οἳ ξύμπαντα τὰ ἐκείνῃ φρούρια εἶχον. [15] καὶ τάφρον τε ἀμφὶ τὸν περίβολον ἅπαντα ὤρυσσε κύκλῳ καὶ τὰ ἄλλα ἐς τὴν πολιορκίαν ὡς ἄριστα ἐξηρτύετο. Ἀσινάριος δὲ πάμπολύ τι στράτευμα βαρβάρων ἀγείρας ἐς Βοῦρνον πόλιν ἀφίκετο. [16] ἔνθα δὴ Οὐλιγισάλῳ τε καὶ τῇ Γότθων στρατιᾷ ξυμμίξας ἐς Σάλωνας ἦλθε. καὶ χαράκωμα μὲν ἀμφὶ τὸν περίβολον ἐποιήσαντο, τὰ δὲ πλοῖα στρατιωτῶν ἐμπλησάμενοι τοῦ περιβόλου τὸ ἐπιθαλάσσιον μέρος ἐφρούρουν: οὕτω τε Σάλωνας κατὰ γῆν τε καὶ κατὰ θάλασσαν ἐπολιόρκουν. [17] Ῥωμαῖοι δὲ ταῖς τῶν πολεμίων ναυσὶν ἐξαπιναίως ἐπιθέμενοι ἐς φυγὴν τρέπουσι καὶ αὐτῶν πολλὰς μὲν αὐτοῖς ἀνδράσι καταδύουσι, πολλὰς δὲ ἀνδρῶν κενὰς εἷλον. [18] οὐ μέντοι τὴν προσεδρείαν Γότθοι διέλυσαν, ἀλλὰ καὶ μᾶλλον ἐν τῇ πόλει Ῥωμαίους κατὰ κράτος πολιορκοῦντες εἷρξαν. τὰ μὲν οὖν στρατόπεδα Ῥωμαίων τε καὶ Γότθων ἐν Δαλματίαις ἐφέρετο τῇδε. [19] Οὐιττίγιδι δὲ πρὸς τῶν ἐπιχωρίων ἐκ Ῥώμης ἡκόντων ἀκούσαντι τὸ ξὺν Βελισαρίῳ στράτευμα βραχύτατον εἶναι, Ῥώμης τε ὑποκεχωρηκότι μετέμελε καὶ μένειν ἐν τοῖς καθεστῶσιν οὐκέτι ἐδύνατο, ἀλλὰ θυμῷ ἤδη ἐχόμενος ἐπ̓ αὐτοὺς ᾔει. [20] καί οἱ ἐν ταύτῃ τῇ πορείᾳ τῶν τις ἱερέων ἐκ Ῥώμης ἥκων ἐνέτυχεν. οὗ δὴ ξὺν θορύβῳ πολλῷ πυθέσθαι φασὶν Οὐίττιγιν εἰ Βελισάριος ἔτι ἐν Ῥώμῃ εἴη, ἅτε δείσαντα μὴ οὐχὶ αὐτὸν καταλαμβάνειν οἷός τε ᾖ, ἀλλὰ φθάσῃ ἀποδρὰς ἐνθένδε. καὶ αὐτὸν εἰπεῖν ἥκιστά οἱ χρῆναι τοῦτο ἐν φροντίδι εἶναι: [21] καὶ αὐτὸν γάρ οἱ ἀναδέχεσθαι μήποτε Βελισάριον δρασμῷ χρήσασθαι, ἀλλ̓ αὐτοῦ μένειν. καὶ τὸν ἔτι ἐπείγεσθαι μᾶλλον ἢ πρότερον, εὐξάμενον ἐκ τοῦ ἐμφανοῦς τὸ Ῥώμης θεάσασθαι τεῖχος πρότερον ἢ Βελισάριον ἐνθένδε ἀποδρᾶναι.
Βελισάριος δέ, ἐπεὶ Γότθους πανδημεὶ στρατεύεσθαι ἐπ̓ αὐτὸν ἤκουσε, διηπορεῖτο. οὔτε γὰρ τοὺς ἀμφὶ Κωνσταντῖνόν τε καὶ Βέσσαν ἀπολείπεσθαι ἤθελεν, ἄλλως τε καὶ ὀλίγης οἱ τῆς στρατιᾶς παντάπασιν οὔσης, καὶ τὰ ἐν Τούσκοις ἐκλιπεῖν ὀχυρώματα ἐδόκει οἱ ἀξύμφορον εἶναι, ὅπως δὴ μὴ ταῦτα ἐπὶ Ῥωμαίοις Γότθοι ἐπιτειχίσματα ἔχοιεν. [2] λογισάμενος οὖν Κωνσταντίνῳ τε καὶ Βέσσᾳ ἐπέστειλε φρουρὰν μὲν ἐν τοῖς ἀναγκαιοτάτοις τῶν ἐκείνῃ ἀπολιπεῖν χωρίων, ὅση δὴ φυλάσσειν αὐτ�
� ἱκανὴ εἴη, αὐτοὺς δὲ τῷ ἄλλῳ στρατῷ ἐς Ῥώμην κατὰ τάχος ἰέναι. [3] καὶ Κωνσταντῖνος μὲν κατὰ ταῦτα ἐποίει. ἔν τε γὰρ Περυσίᾳ καὶ Σπολιτίῳ φρουρὰν καταστησάμενος ξὺν τοῖς ἄλλοις ἅπασιν ἐς Ῥώμην ἀπήλαυνε. [4] Βέσσα δὲ σχολαίτερον τὰ ἐν Ναρνίᾳ καθισταμένου ξυνέπεσε τὴν δίοδον ἐνθένδε ποιουμένων τῶν πολεμίων ἔμπλεα Γότθων τὰ ἐν τῷ προαστείῳ πεδία εἶναι. [5] πρόδρομοι δὲ οὗτοι πρὸ τῆς ἄλλης στρατιᾶς ἦσαν: οἶς δὴ Βέσσας ἐς χεῖρας ἐλθὼν τούς τε κατ̓ αὐτὸν παρὰ δόξαν ἐτρέψατο καὶ πολλοὺς κτείνας, ἐπειδὴ τῷ πλήθει ἐβιάζετο, ἐς Ναρνίαν ἀνεχώρησεν. [6] ἐνταῦθά τε φρουροὺς ἀπολιπών, καθάπερ οἱ ἐπέστελλε Βελισάριος, ἐς Ῥώμην κατὰ τάχος ᾔει παρέσεσθαί τε ὅσον οὔπω τοὺς πολεμίους ἀπήγγελλε. Ῥώμης γὰρ Ναρνία πεντήκοντα καὶ τριακοσίοις σταδίοις διέχει. [7] Οὐίττιγις δὲ Περυσίας μὲν καὶ Σπολιτίου ἀποπειρᾶσθαι ἥκιστα ἐνεχείρει: τὰ γὰρ χωρία ἐχυρὰ ὡς μάλιστά ἐστι, καὶ τρίβεσθαί οἱ τὸν χρόνον ἐνταῦθα οὐδαμῆ ἤθελε: [8] μόνον γάρ οἱ ἐν ἐπιθυμίᾳ ἐγένετο Βελισάριον οὔπω ἀποδράντα ἐν Ῥώμῃ εὑρέσθαι. ἀλλὰ καὶ Ναρνίαν ἔχεσθαι πρὸς τῶν πολεμίων μαθὼν οὐδὲν ἐνταῦθα κινεῖν ἤθελε, δυσπρόσοδόν τε καὶ ἄλλως ἄναντες ὂν τὸ χωρίον εἰδώς: κεῖται μὲν γὰρ ἐν ὑψηλῷ ὄρει. [9] ποταμὸς δὲ Νάρνος τὸν τοῦ ὄρους παραρρεῖ πρόποδα, ὃς καὶ τὴν ἐπωνυμίαν τῇ πόλει παρέσχεν. ἄνοδοί τε δύο ἐνταῦθα δὴ ἄγουσιν, ἡ μὲν πρὸς ἀνίσχοντα ἥλιον, ἡ δὲ πρὸς δύοντα. [10] ταύταιν ἁτέρα μὲν στενοχωρίαν τινὰ δύσκολον ἐξ ἀποτόμων πετρῶν ἔλαχεν, ἐς δὲ τὴν ἑτέραν οὐκ ἔστιν ὅτι μὴ διὰ τῆς γεφύρας ἰέναι ἣ τὸν ποταμὸν ἐπικαλύπτουσα διάβασιν ταύτῃ ἐργάζεται. [11] ταύτην δὲ τὴν γέφυραν Καῖσαρ Αὔγουστος ἐν τοῖς ἄνω χρόνοις ἐδείματο, θέαμα λόγου πολλοῦ ἄξιον: τῶν γὰρ κυρτωμάτων πάντων ὑψηλότατόν ἐστιν ὧν ἡμεῖς ἴσμεν. [12] Οὐίττιγις οὖν οὐκ ἀναμείνας τὸν χρόνον σφίσιν ἐνταῦθα τρίβεσθαι κατὰ τάχος ἐνθένδε ἀπαλλαγεὶς τῷ παντὶ στρατῷ ἐπὶ Ῥώμην ᾔει, διὰ Σαβίνων τὴν πορείαν ποιούμενος. [13] καὶ ἐπειδὴ Ῥώμης ἀγχοῦ ἐγένετο, σταδίοις τε αὐτῆς οὐ μᾶλλον ἢ τέσσαρσι καὶ δέκα διεῖχε, Τιβέριδος τοῦ ποταμοῦ γεφύρᾳ ἐνέτυχεν. [14] ἔνθα δὴ Βελισάριος ὀλίγῳ πρότερον πύργον τε δειμάμενος καὶ πύλας αὐτῷ ἐπιθέμενος στρατιωτῶν φρουρὰν κατεστήσατο, οὐχ ὅτι τοῖς πολεμίοις ταύτῃ μόνον ὁ Τίβερις διαβατὸς ἦν ῾νῆές τε γὰρ καὶ γέφυραι πολλαχόσε τοῦ ποταμοῦ τυγχάνουσιν οὖσαἰ, ἀλλ̓ ὅτι πλείονα χρόνον ἐν τῇ πορείᾳ τοῖς ἐναντίοις τρίβεσθαι ἤθελε, στράτευμά τε ἄλλο ἐκ βασιλέως καραδοκῶν, καὶ ὅπως ἔτι μᾶλλον Ῥωμαῖοι τὰ ἐπιτήδεια ἐσκομίζωνται. [15] ἤν τε γὰρ ἐνθένδε ἀποκρουσθέντες οἱ βάρβαροι διαβαίνειν ἐγχειρήσωσιν ἐπὶ γεφύρας ἑτέρωθί πη οὔσης, οὐχ ἧσσον ἢ εἴκοσιν ἡμέρας δαπανᾶσθαι σφίσιν ἐνόμιζε, καὶ πλοῖα βουλομένοις ἐς Τίβεριν κατασπάσαι τοσαῦτα τὸ πλῆθος πλείω αὐτοῖς, [16] ὡς τὸ εἰκός, τετρίψεσθαι χρόνον. ἃ δὴ ἐν νῷ ἔχων τὴν τῇδε φρουρὰν κατεστήσατο: ἔνθα οἱ Γότθοι ἐκείνῃ τῇ ἡμέρα ηὐλίσαντο, ἀπορούμενοί τε καὶ πολεμητέα ἔσεσθαι σφίσιν ἐς τὸν πύργον τῇ ὑστεραίᾳ οἰόμενοι: [17] ἦλθον δὲ αὐτοῖς αὐτόμολοι δύο καὶ εἴκοσι, βάρβαροι μὲν γένος, στρατιῶται δὲ Ῥωμαῖοι, ἐκ καταλόγου ἱππικοῦ οὗπερ Ἰννοκέντιος ἦρχεν. [18] ἔννοια δὲ τότε Βελισαρίῳ ἐγένετο ἀμφὶ Τίβεριν ποταμὸν ἐνστρατοπεδεύσασθαι, ὅπως δὴ τῇ τε διαβάσει τῶν πολεμίων ἔτι μᾶλλον ἐμπόδιοι γένωνται καὶ θάρσους τοῦ σφετέρου ἐπίδειξίν τινα ἐς τοὺς ἐναντίους ποιήσωνται. [19] στρατιῶται μέντοι ὅσοι φρουράν, ὥσπερ ἐρρήθη, ἐν τῇ γεφύρᾳ εἶχον, καταπεπληγμένοι τὸν Γότθων ὅμιλον καὶ τοῦ κινδύνου κατωρρωδηκότες τὸ μέγεθος, νύκτωρ τὸν πύργον ἐκλιπόντες ὅνπερ ἐφύλασσον, ἐς φυγὴν ὥρμηντο. [20] ἐς Ῥώμην δὲ σφίσιν οὐκ οἰόμενοι εἰσιτητὰ εἶναι ἐπὶ Καμπανίας λάθρα ἐχώρησαν, ἢ τὴν ἐκ τοῦ στρατηγοῦ κόλασιν δείσαντες, ἢ τοὺς ἑταίρους ἐρυθριῶντες.